Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΜΑΡΚΟΝ 8

Ἐν ἐκείναις ταῖς ἡμέραις, 1⸂παμπόλλου⸃ ὄχλου ὄντος, καὶ μὴ ἐχόντων τί φάγωσιν, προσκαλεσάμενος 2⸋ὁ Ἰησοῦς⸌ τοὺς μαθητὰς 3⸋2αὐτοῦ⸌ λέγει αὐτοῖς, Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον· ὅτι ἤδη 4⸂ἡμέραι⸃ τρεῖς προσμένουσίν μοι, καὶ οὐκ ἔχουσιν τί φάγωσιν· καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· 5⸂τινὲς γὰρ⸃ αὐτῶν 6⸆ μακρόθεν 7⸂2ἥκουσιν.⸃ Καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, 8⸆ Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ᾽ ἐρημίας; Καὶ 9⸂ἐπηρώτα⸃ αὐτούς, Πόσους ἔχετε ἄρτους; Οἱ δὲ εἶπον, Ἑπτά. Καὶ 10⸂παρήγγειλεν⸃ τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους, 11⸆ εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ, ἵνα 12⸂2παραθῶσιν·⸃ καὶ παρέθηκαν τῷ ὄχλῳ. Καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ εὐλογήσας 13⸆ εἶπεν 14⸂παραθεῖναι καὶ αὐτά.⸃ 15⸂Ἔφαγον δέ,⸃ καὶ ἐχορτάσθησαν· καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας. Ἦσαν δὲ 16⸋οἱ φαγόντες⸌ ὡς τετρακισχίλιοι· καὶ ἀπέλυσεν αὐτούς. Καὶ 17⸂εὐθέως⸃ ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ, ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.

Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι, καὶ ἤρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρ᾽ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν. Καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει, Τί ἡ γενεὰ αὕτη 18⸂σημεῖον ἐπιζητεῖ;⸃ Ἀμὴν λέγω 19⸋ὑμῖν,⸌ εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον. Καὶ ἀφεὶς αὐτούς, 20⸉ἐμβὰς πάλιν⸊ 21⸂εἰς πλοῖον,⸃ ἀπῆλθεν εἰς τὸ πέραν.

Καὶ ἐπελάθοντο 22⸆ λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ᾽ ἑαυτῶν ἐν τῷ πλοίῳ. Καὶ διεστέλλετο αὐτοῖς, λέγων, Ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου. Καὶ διελογίζοντο πρὸς ἀλλήλους, 23⸋λέγοντες⸌ ὅτι Ἄρτους οὐκ 24⸂ἔχομεν.⸃ Καὶ γνοὺς 25⸋ὁ Ἰησοῦς⸌ λέγει αὐτοῖς, Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; Οὔπω νοεῖτε, οὐδὲ συνίετε; 26⸋2Ἔτι⸌ πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν; Ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε; Καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; Καὶ οὐ μνημονεύετε; Ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, πόσους κοφίνους 27⸉πλήρεις κλασμάτων⸊ ἤρατε; Λέγουσιν αὐτῷ, Δώδεκα. Ὅτε 28⸂δὲ⸃ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε; 29⸂2Οἱ δὲ⸃ 30⸂3εἶπον,⸃ 31⸆ Ἑπτά. Καὶ 32⸂ἔλεγεν⸃ αὐτοῖς, 33⸂2Πῶς οὐ⸃ συνίετε;

Καὶ 34⸂ἔρχεται⸃ εἰς Βηθσαϊδάν. Καὶ φέρουσιν αὐτῷ τυφλόν, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται. Καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ, 35⸂ἐξήγαγεν⸃ αὐτὸν ἔξω τῆς κώμης· καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτὸν εἴ τι 36⸂2βλέπει.⸃ Καὶ ἀναβλέψας ἔλεγεν, Βλέπω τοὺς ἀνθρώπους 37⸂ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας.⸃ Εἶτα πάλιν 38⸂ἐπέθηκεν⸃ τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ 39⸂2ἐποίησεν αὐτὸν ἀναβλέψαι.⸃ 40⸂3Καὶ ἀποκατεστάθη, καὶ ἐνέβλεψεν⸃ τηλαυγῶς 41⸂4ἅπαντας.⸃ Καὶ ἀπέστειλεν αὐτὸν εἰς 42⸋τὸν⸌ οἶκον αὐτοῦ, λέγων, Μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς, 43⸋2μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ.⸌

Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ, λέγων αὐτοῖς, Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι; 44⸂Οἱ δὲ 45⸂2ἀπεκρίθησαν,⸃ Ἰωάννην τὸν βαπτιστήν· καὶ ἄλλοι Ἠλίαν, ἄλλοι δὲ⸃ 46⸂3ἕνα⸃ τῶν προφητῶν. Καὶ αὐτὸς 47⸂λέγει αὐτοῖς,⸃ Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Ἀποκριθεὶς 48⸋δὲ⸌ ὁ Πέτρος λέγει αὐτῷ, Σὺ εἶ ὁ χριστός. Καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ. Καὶ ἤρξατο διδάσκειν αὐτούς, ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι 49⸂ἀπὸ⸃ 50⸂2τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων,⸃ καὶ ἀποκτανθῆναι, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι· καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. Καὶ προσλαβόμενος 51⸉αὐτὸν ὁ Πέτρος⸊ ἤρξατο ἐπιτιμᾷν αὐτῷ. Ὁ δὲ ἐπιστραφείς, καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ, ἐπετίμησεν 52⸋τῷ⸌ Πέτρῳ, 53⸂λέγων,⸃ Ὕπαγε ὀπίσω μου, Σατανᾶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων. Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ, εἶπεν αὐτοῖς, 54⸂Ὅστις⸃ θέλει ὀπίσω μου 55⸂2ἀκολουθεῖν,⸃ ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. Ὃς γὰρ 56⸂ἂν⸃ θέλῃ τὴν 57⸂2ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν 58⸂3ἀπολέσῃ⸃ τὴν ἑαυτοῦ ψυχὴν⸃ ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, 59⸋οὗτος⸌ σώσει αὐτήν. Τί γὰρ 60⸂ὠφελήσει⸃ 61⸆ ἄνθρωπον, 62⸂2ἐὰν κερδήσῃ⸃ τὸν κόσμον ὅλον, καὶ 63⸂3ζημιωθῇ⸃ τὴν ψυχὴν αὐτοῦ; 64⸂Ἢ τί⸃ 65⸂2δώσει⸃ ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; Ὃς γὰρ 66⸂ἐὰν⸃ ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτόν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.

Source notes (66)
  1. Footnote * ⸂ παμπόλλου RP f 35 TR ¦ πάλιν πολλοῦ TNT2 WH NA NIV SBL
  2. Footnote * ⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  3. Footnote * ⸋2 αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  4. Footnote * ⸂ ἡμέραι RP TNT2 WH NA NIV SBL ¦ ἡμέρας f 35 TR
  5. Footnote * ⸂ τινὲς γὰρ RP f 35 TR ¦ καί τινες TNT2 WH NA NIV SBL
  6. Footnote * ⸆ – RP f 35 TR ¦ ἀπὸ TNT2 WH NA NIV SBL
  7. Footnote * ⸂2 ἥκουσιν RP f 35 ¦ ἥκασι TR ¦ ἥκασιν TNT2 NA27+28 NIV SBL ¦ εἰσίν WH NA25
  8. Footnote * ⸆ – RP f 35 TR ¦ ὅτι TNT2 WH NA NIV SBL
  9. Footnote * ⸂ ἐπηρώτα RP f 35 TR ¦ ἠρώτα TNT2 WH NA NIV SBL
  10. Footnote * ⸂ παρήγγειλεν RP f 35 ¦ παρήγγειλε TR ¦ παραγγέλλει TNT2 WH NA NIV SBL
  11. Footnote * ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ καὶ f 35
  12. Footnote * ⸂2 παραθῶσιν RP f 35 ¦ παραθῶσι TR ¦ παρατιθῶσιν TNT2 WH NA NIV SBL
  13. Footnote * ⸆ – RP f 35 TR ¦ αὐτὰ TNT2 WH NA NIV SBL
  14. Footnote * ⸂ παραθεῖναι καὶ αὐτά RP f 35 TR ¦ καὶ ταῦτα παρατιθέναι TNT2 WH NA NIV SBL
  15. Footnote * ⸂ Ἔφαγον δέ RP f 35 TR ¦ Καὶ ἔφαγον TNT2 WH NA NIV SBL
  16. Footnote * ⸋ οἱ φαγόντες RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  17. Footnote * ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL
  18. Footnote * ⸂ σημεῖον ἐπιζητεῖ RP f 35 TR ¦ ζητεῖ σημεῖον TNT2 WH NA NIV SBL
  19. Footnote * ⸋ ὑμῖν RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH
  20. Footnote * ⸉ ἐμβὰς πάλιν RP f 35 TR NIV73 ¦ πάλιν ἐμβὰς TNT2 WH NA NIV11 SBL
  21. Footnote * ⸂ εἰς πλοῖον RP f 35 TNT2 ¦ εἰς τὸ πλοῖον TR NIV73 ¦ – WH NA NIV11 SBL
  22. Footnote * ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ οἱ μαθηταὶ αὐτοῦ f 35
  23. Footnote * ⸋ λέγοντες RP f 35 TR NIV73 ¦ – TNT2 WH NA NIV11 SBL
  24. Footnote * ⸂ ἔχομεν RP f 35 TR NIV ¦ ἔχουσιν TNT2 WH NA SBL
  25. Footnote * ⸋ ὁ Ἰησοῦς RP f 35 TR TNT2 NIV ¦ – WH NA SBL
  26. Footnote * ⸋2 Ἔτι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  27. Footnote * ⸉ πλήρεις κλασμάτων RP f 35 TR ¦ κλασμάτων πλήρεις TNT2 WH NA NIV SBL
  28. Footnote * ⸂ δὲ RP f 35 TR TNT2 ¦ – WH NA NIV11 ¦ καὶ NIV73 SBL
  29. Footnote * ⸂2 Οἱ δὲ RP f 35 TR TNT2 ¦ Καὶ WH NA NIV SBL
  30. Footnote * ⸂3 εἶπον RP f 35 TR TNT2 ¦ λέγουσιν WH NA NIV SBL
  31. Footnote * ⸆ – RP f 35 TR TNT2 NA25 NIV11 ¦ αὐτῷ WH NA27+28 NIV73 SBL
  32. Footnote * ⸂ ἔλεγεν RP TR TNT2 WH NA NIV SBL ¦ λέγει f 35
  33. Footnote * ⸂2 Πῶς οὐ RP TR ¦ Πῶς οὔπω f 35 TNT2 ¦ Οὔπω WH NA NIV SBL
  34. Footnote * ⸂ ἔρχεται RP f 35 TR ¦ ἔρχονται TNT2 WH NA NIV SBL
  35. Footnote * ⸂ ἐξήγαγεν RP f 35 TR ¦ ἐξήνεγκεν TNT2 WH NA NIV SBL
  36. Footnote * ⸂2 βλέπει RP f 35 TR TNT2 ¦ βλέπεις WH NA NIV SBL
  37. Footnote * ⸂ ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας RP f 35 TNT2 WH NA NIV SBL ¦ ὡς δένδρα περιπατοῦντας TR
  38. Footnote * ⸂ ἐπέθηκεν RP f 35 NA NIV SBL ¦ ἐπέθηκε TR ¦ ἔθηκεν TNT2 WH
  39. Footnote * ⸂2 ἐποίησεν αὐτὸν ἀναβλέψαι RP f 35 TR ¦ διέβλεψεν TNT2 WH NA NIV SBL
  40. Footnote * ⸂3 Καὶ ἀποκατεστάθη, καὶ ἐνέβλεψεν RP f 35 ¦ Καὶ ἀποκατεστάθη, καὶ ἐνέβλεψε TR ¦ Καὶ ἀπεκατέστη, καὶ ἐνέβλεπεν TNT2 WH NA NIV SBL
  41. Footnote * ⸂4 ἅπαντας RP f 35 TR ¦ ἅπαντα TNT2 WH NA NIV SBL
  42. Footnote * ⸋ τὸν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  43. Footnote * ⸋2 μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  44. Footnote * ⸂ Οἱ δὲ … καὶ ἄλλοι … ἄλλοι δὲ RP f 35 TR ¦ Οἱ δὲ … καὶ ἄλλοι … ἄλλοι δὲ ὅτι TNT2 ¦ Οἱ δὲ … ὅτι … καὶ ἄλλοι … ἄλλοι δὲ ὅτι WH NA NIV SBL
  45. Footnote * ⸂2 ἀπεκρίθησαν RP f 35 TR ¦ ἀπεκρίθησαν αὐτῷ λέγοντες TNT2 ¦ εἶπαν αὐτῷ λέγοντες WH NA NIV SBL
  46. Footnote * ⸂3 ἕνα RP f 35 TR ¦ εἷς TNT2 WH NA NIV SBL
  47. Footnote * ⸂ λέγει αὐτοῖς RP f 35 TR ¦ ἐπηρώτα αὐτούς TNT2 WH NA NIV SBL
  48. Footnote * ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  49. Footnote * ⸂ ἀπὸ RP f 35 TR ¦ ὑπὸ TNT2 WH NA NIV SBL
  50. Footnote * ⸂2 τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων RP f 35 TNT2 WH NA NIV SBL ¦ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων TR
  51. Footnote * ⸉ αὐτὸν ὁ Πέτρος RP f 35 TR ¦ ὁ Πέτρος αὐτὸν TNT2 WH NA NIV SBL
  52. Footnote * ⸋ τῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  53. Footnote * ⸂ λέγων RP f 35 TR ¦ καὶ λέγει TNT2 WH NA NIV SBL
  54. Footnote * ⸂ Ὅστις RP f 35 TR ¦ Εἴ τις TNT2 WH NA NIV SBL
  55. Footnote * ⸂2 ἀκολουθεῖν RP f 35 TNT2 NA27+28 NIV ¦ ἐλθεῖν TR WH NA25 SBL
  56. Footnote * ⸂ ἂν RP f 35 TR ¦ ἐὰν TNT2 WH NA NIV SBL
  57. Footnote * ⸂2 ψυχὴν αὐτοῦ … ἑαυτοῦ ψυχὴν RP TNT2 ¦ ψυχὴν αὐτοῦ … ψυχὴν αὐτοῦ f 35 TR NA NIV SBL ¦ ἑαυτοῦ ψυχὴν … ψυχὴν αὐτοῦ WH
  58. Footnote * ⸂3 ἀπολέσῃ RP f 35 TR ¦ ἀπολέσει TNT2 WH NA NIV SBL
  59. Footnote * ⸋ οὗτος RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  60. Footnote * ⸂ ὠφελήσει RP f 35 TR TNT2 ¦ ὠφελεῖ WH NA NIV SBL
  61. Footnote * ⸆ – RP f 35 TR WH NA NIV SBL ¦ τὸν TNT2
  62. Footnote * ⸂2 ἐὰν κερδήσῃ RP f 35 TR TNT2 ¦ κερδῆσαι WH NA NIV SBL
  63. Footnote * ⸂3 ζημιωθῇ RP f 35 TR TNT2 ¦ ζημιωθῆναι WH NA NIV SBL
  64. Footnote * ⸂ Ἢ τί RP f 35 TR ¦ Τί γὰρ TNT2 WH NA NIV SBL
  65. Footnote * ⸂2 δώσει RP f 35 TR ¦ δοῖ TNT2 WH NA NIV SBL
  66. Footnote * ⸂ ἐὰν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἂν TR

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.