Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΜΑΡΚΟΝ 9

Καὶ ἔλεγεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν, ὅτι εἰσίν τινες 1⸉τῶν ὧδε⸊ ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.

Καὶ μεθ᾽ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς 2⸂τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ Ἰωάννην,⸃ καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾽ ἰδίαν μόνους· καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν· καὶ τὰ ἱμάτια αὐτοῦ 3⸂ἐγένοντο⸃ στίλβοντα, λευκὰ λίαν 4⸋ὡς χιών,⸌ οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται 5⸆ λευκᾶναι. Καὶ ὤφθη αὐτοῖς Ἠλίας σὺν Μωσῇ, καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ. Καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ, Ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· καὶ ποιήσωμεν 6⸉σκηνὰς τρεῖς,⸊ σοὶ μίαν, καὶ Μωσῇ μίαν, καὶ Ἠλίᾳ μίαν. Οὐ γὰρ ᾔδει τί 7⸂λαλήσει·⸃ 8⸂2ἦσαν γὰρ ἔκφοβοι.⸃ Καὶ ἐγένετο νεφέλη ἐπισκιάζουσα αὐτοῖς· καὶ 9⸂ἦλθεν⸃ φωνὴ ἐκ τῆς νεφέλης, 10⸆ Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός· 11⸉αὐτοῦ ἀκούετε.⸊ Καὶ ἐξάπινα περιβλεψάμενοι, οὐκέτι οὐδένα εἶδον, 12⸂ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ᾽ ἑαυτῶν.⸃ 13

⸂Καταβαινόντων δὲ⸃ αὐτῶν 14⸂2ἀπὸ⸃ τοῦ ὄρους, διεστείλατο αὐτοῖς ἵνα μηδενὶ 15⸉διηγήσωνται ἃ εἶδον,⸊ εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ. Καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτούς, συζητοῦντες τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι. Καὶ ἐπηρώτων αὐτόν, λέγοντες ὅτι Λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; Ὁ δὲ 16⸋ἀποκριθείς,⸌ 17⸂εἶπεν⸃ αὐτοῖς, Ἠλίας μὲν ἐλθὼν πρῶτον, ἀποκαθιστᾷ πάντα· καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου, ἵνα πολλὰ πάθῃ καὶ ἐξουδενωθῇ. Ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίας ἐλήλυθεν, καὶ ἐποίησαν αὐτῷ ὅσα 18⸂ἠθέλησαν,⸃ καθὼς γέγραπται ἐπ᾽ αὐτόν.

Καὶ 19⸂ἐλθὼν πρὸς τοὺς μαθητάς, εἶδεν⸃ ὄχλον πολὺν περὶ αὐτούς, καὶ γραμματεῖς συζητοῦντας 20⸂2αὐτοῖς.⸃ Καὶ 21⸂εὐθέως⸃ πᾶς ὁ ὄχλος 22⸂2ἰδὼν αὐτὸν ἐξεθαμβήθη,⸃ καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν. Καὶ ἐπηρώτησεν 23⸂τοὺς γραμματεῖς,⸃ Τί συζητεῖτε πρὸς 24⸂2αὐτούς;⸃ Καὶ 25⸂ἀποκριθεὶς εἷς ἐκ τοῦ ὄχλου εἶπεν,⸃ Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρός σε, ἔχοντα πνεῦμα ἄλαλον. Καὶ ὅπου 26⸂ἂν⸃ αὐτὸν καταλάβῃ, ῥήσσει αὐτόν· καὶ ἀφρίζει, καὶ τρίζει τοὺς ὀδόντας 27⸋αὐτοῦ,⸌ καὶ ξηραίνεται· καὶ εἶπον τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν, καὶ οὐκ ἴσχυσαν. Ὁ δὲ ἀποκριθεὶς 28⸂αὐτῷ⸃ λέγει, Ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; Ἕως πότε ἀνέξομαι ὑμῶν; Φέρετε αὐτὸν πρός με. Καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν· καὶ 29⸂ἰδὼν⸃ αὐτόν, 30⸂2εὐθέως τὸ πνεῦμα⸃ 31⸂3ἐσπάραξεν⸃ αὐτόν· καὶ πεσὼν ἐπὶ τῆς γῆς, ἐκυλίετο ἀφρίζων. Καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ, Πόσος χρόνος ἐστίν, ὡς τοῦτο γέγονεν αὐτῷ; Ὁ δὲ εἶπεν, 32⸆ Παιδιόθεν. Καὶ πολλάκις 33⸂αὐτὸν καὶ εἰς τὸ πῦρ⸃ ἔβαλεν καὶ εἰς ὕδατα, ἵνα ἀπολέσῃ αὐτόν· ἀλλ᾽ εἴ τι 34⸂2δύνασαι,⸃ βοήθησον ἡμῖν, σπλαγχνισθεὶς ἐφ᾽ ἡμᾶς. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Τὸ εἰ 35⸂δύνασαι⸃ 36⸋πιστεῦσαι,⸌ πάντα δυνατὰ τῷ πιστεύοντι. 37⸋Καὶ⸌ 38⸂εὐθέως⸃ κράξας ὁ πατὴρ τοῦ παιδίου, 39⸋2μετὰ δακρύων⸌ ἔλεγεν, Πιστεύω, 40⸋3κύριε,⸌ βοήθει μου τῇ ἀπιστίᾳ. Ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει 41⸆ ὄχλος, ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ, λέγων αὐτῷ, 42⸂Τὸ πνεῦμα τὸ ἄλαλον καὶ κωφόν,⸃ ἐγώ 43⸉σοι ἐπιτάσσω,⸊ ἔξελθε ἐξ αὐτοῦ, καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. Καὶ 44⸂κράξαν, καὶ πολλὰ σπαράξαν⸃ 45⸋αὐτόν,⸌ ἐξῆλθεν· καὶ ἐγένετο ὡσεὶ νεκρός, ὥστε 46⸆ πολλοὺς λέγειν ὅτι ἀπέθανεν. Ὁ δὲ Ἰησοῦς κρατήσας 47⸂αὐτὸν τῆς χειρός,⸃ ἤγειρεν αὐτόν· καὶ ἀνέστη. Καὶ 48⸂εἰσελθόντα αὐτὸν⸃ εἰς οἶκον, οἱ μαθηταὶ αὐτοῦ 49⸉ἐπηρώτων αὐτὸν κατ᾽ ἰδίαν⸊ ὅτι Ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; Καὶ εἶπεν αὐτοῖς, Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν, εἰ μὴ ἐν προσευχῇ 50⸋καὶ νηστείᾳ.⸌

Καὶ ἐκεῖθεν ἐξελθόντες 51⸂παρεπορεύοντο⸃ διὰ τῆς Γαλιλαίας· καὶ οὐκ ἤθελεν ἵνα τις γνῷ. Ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ, καὶ ἔλεγεν αὐτοῖς ὅτι Ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν· καὶ ἀποκτανθείς, 52⸂τῇ τρίτῃ ἡμέρᾳ⸃ ἀναστήσεται. Οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι.

Καὶ 53⸂ἦλθεν⸃ εἰς Καπερναούμ· καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς, Τί ἐν τῇ ὁδῷ 54⸋πρὸς ἑαυτοὺς⸌ διελογίζεσθε; Οἱ δὲ ἐσιώπων· πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ, τίς μείζων. Καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα, καὶ λέγει αὐτοῖς, Εἴ τις θέλει πρῶτος εἶναι, ἔσται πάντων ἔσχατος, καὶ πάντων διάκονος. Καὶ λαβὼν παιδίον, ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν· καὶ ἐναγκαλισάμενος αὐτό, εἶπεν αὐτοῖς· Ὃς 55⸂ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἐὰν⸃ ἐμὲ 56⸂2δέξηται,⸃ οὐκ ἐμὲ δέχεται, ἀλλὰ τὸν ἀποστείλαντά με. 57

⸂Ἀπεκρίθη⸃ 58⸋δὲ⸌ αὐτῷ 59⸆ Ἰωάννης, 60⸋2λέγων,⸌ Διδάσκαλε, εἴδομέν τινα 61⸆2 τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, 62⸋3ὃς οὐκ ἀκολουθεῖ ἡμῖν·⸌ καὶ 63⸂2ἐκωλύσαμεν⸃ αὐτόν, ὅτι οὐκ 64⸂3ἀκολουθεῖ⸃ ἡμῖν. Ὁ δὲ Ἰησοῦς εἶπεν, Μὴ κωλύετε αὐτόν· οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου, καὶ δυνήσεται ταχὺ κακολογῆσαί με. Ὃς γὰρ οὐκ ἔστιν 65⸂καθ᾽ ὑμῶν, ὑπὲρ ὑμῶν⸃ ἐστιν. Ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν 66⸆ ὀνόματί 67⸋μου,⸌ ὅτι χριστοῦ ἐστέ, ἀμὴν λέγω ὑμῖν, 68⸆2 οὐ μὴ 69⸂ἀπολέσῃ⸃ τὸν μισθὸν αὐτοῦ. Καὶ ὃς 70⸂ἐὰν⸃ σκανδαλίσῃ ἕνα τῶν μικρῶν 71⸆ τῶν πιστευόντων 72⸋εἰς ἐμέ,⸌ καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται 73⸂2λίθος μυλικὸς⸃ περὶ τὸν τράχηλον αὐτοῦ, καὶ βέβληται εἰς τὴν θάλασσαν. Καὶ ἐὰν 74⸂σκανδαλίζῃ⸃ σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν· καλόν 75⸂2σοι ἐστὶν⸃ κυλλὸν 76⸉εἰς τὴν ζωὴν εἰσελθεῖν,⸊ ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ἄσβεστον, 77⸋ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται.⸌ Καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε, ἀπόκοψον αὐτόν· καλόν ἐστίν 78⸂σοι⸃ εἰσελθεῖν εἰς τὴν ζωὴν χωλόν, ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν γέενναν, 79⸋εἰς τὸ πῦρ τὸ ἄσβεστον, ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται.⸌ Καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν· καλόν 80⸂σοι⸃ ἐστὶν μονόφθαλμον εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς 81⸋τὴν⸌ γέενναν 82⸋2τοῦ πυρός,⸌ ὅπου ὁ σκώληξ 83⸋αὐτῶν⸌ οὐ τελευτᾷ, καὶ τὸ πῦρ οὐ σβέννυται. Πᾶς γὰρ πυρὶ ἁλισθήσεται, 84⸋καὶ πᾶσα θυσία ἁλὶ ἁλισθήσεται.⸌ Καλὸν τὸ ἅλας· ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; Ἔχετε ἐν ἑαυτοῖς 85⸂ἅλας,⸃ καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.

Source notes (85)
  1. Footnote * ⸉ τῶν ὧδε RP f 35 TR SBL ¦ ὧδε τῶν TNT2 WH NA NIV
  2. Footnote * ⸂ τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ Ἰωάννην RP TNT2 NA25 SBL ¦ τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην f 35 TR NA27+28 NIV ¦ τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ Ἰωάνην WH
  3. Footnote * ⸂ ἐγένοντο RP TNT2 ¦ ἐγένετο f 35 TR WH NA NIV SBL
  4. Footnote * ⸋ ὡς χιών RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  5. Footnote * ⸆ – RP f 35 TR ¦ οὕτως TNT2 WH NA NIV SBL
  6. Footnote * ⸉ σκηνὰς τρεῖς RP f 35 TR ¦ τρεῖς σκηνάς TNT2 WH NA NIV SBL
  7. Footnote * ⸂ λαλήσει RP f 35 ¦ λαλήσῃ TR ¦ ἀποκριθῇ TNT2 WH NA NIV SBL
  8. Footnote * ⸂2 ἦσαν γὰρ ἔκφοβοι RP f 35 TR ¦ ἔκφοβοι γὰρ ἐγένοντο TNT2 WH NA NIV SBL
  9. Footnote * ⸂ ἦλθεν RP f 35 TNT2 ¦ ἦλθε TR ¦ ἐγένετο WH NA NIV SBL
  10. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ λέγουσα TR
  11. Footnote * ⸉ αὐτοῦ ἀκούετε RP f 35 TR ¦ ἀκούετε αὐτοῦ TNT2 WH NA NIV SBL
  12. Footnote * ⸂ ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθ᾽ ἑαυτῶν RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ μεθ᾽ ἑαυτῶν εἰ μὴ τὸν Ἰησοῦν μόνον WH ¦ εἰ μὴ τὸν Ἰησοῦν μόνον μεθ᾽ ἑαυτῶν NA25
  13. Footnote * ⸂ Καταβαινόντων δὲ RP f 35 TR ¦ Καὶ καταβαινόντων TNT2 WH NA NIV SBL
  14. Footnote * ⸂2 ἀπὸ RP f 35 TR TNT2 ¦ ἐκ WH NA NIV SBL
  15. Footnote * ⸉ διηγήσωνται ἃ εἶδον RP f 35 TR ¦ ἃ εἶδον διηγήσωνται TNT2 WH NA NIV SBL
  16. Footnote * ⸋ ἀποκριθείς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  17. Footnote * ⸂ εἶπεν RP f 35 TR ¦ ἔφη TNT2 WH NA NIV SBL
  18. Footnote * ⸂ ἠθέλησαν RP f 35 TR ¦ ἤθελον TNT2 WH NA NIV SBL
  19. Footnote * ⸂ ἐλθὼν … εἶδεν RP f 35 TR ¦ ἐλθόντες … εἶδον TNT2 NA NIV SBL ¦ ἐλθόντες … εἶδαν WH
  20. Footnote * ⸂2 αὐτοῖς RP f 35 TR ¦ πρὸς αὐτούς TNT2 WH NA NIV SBL
  21. Footnote * ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL
  22. Footnote * ⸂2 ἰδὼν αὐτὸν ἐξεθαμβήθη RP f 35 TR ¦ ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν TNT2 WH NA NIV SBL
  23. Footnote * ⸂ τοὺς γραμματεῖς RP f 35 TR ¦ αὐτούς TNT2 WH NA NIV SBL
  24. Footnote * ⸂2 αὐτούς RP f 35 TR TNT2 WH NA NIV ¦ αὑτούς SBL
  25. Footnote * ⸂ ἀποκριθεὶς εἷς ἐκ τοῦ ὄχλου εἶπεν RP f 35 ¦ ἀποκριθεὶς εἷς ἐκ τοῦ ὄχλου εἶπε TR ¦ ἀπεκρίθη αὐτῷ εἷς ἐκ τοῦ ὄχλου TNT2 WH NA NIV SBL
  26. Footnote * ⸂ ἂν RP f 35 TR ¦ ἐὰν TNT2 WH NA NIV SBL
  27. Footnote * ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  28. Footnote * ⸂ αὐτῷ RP f 35 TR ¦ αὐτοῖς TNT2 WH NA NIV SBL
  29. Footnote * ⸂ ἰδὼν RP TR TNT2 WH NA NIV SBL ¦ ἰδὸν f 35
  30. Footnote * ⸂2 εὐθέως τὸ πνεῦμα RP f 35 TR ¦ τὸ πνεῦμα εὐθὺς TNT2 WH NA NIV SBL
  31. Footnote * ⸂3 ἐσπάραξεν RP f 35 TR TNT2 ¦ συνεσπάραξεν WH NA NIV SBL
  32. Footnote * ⸆ – RP f 35 TR ¦ Ἐκ TNT2 WH NA NIV SBL
  33. Footnote * ⸂ αὐτὸν καὶ εἰς τὸ πῦρ RP ¦ αὐτὸν καὶ εἰς πῦρ f 35 TR TNT2 ¦ καὶ εἰς πῦρ αὐτὸν WH NA NIV SBL
  34. Footnote * ⸂2 δύνασαι RP f 35 TR ¦ δύνῃ TNT2 WH NA NIV SBL
  35. Footnote * ⸂ δύνασαι RP f 35 TR ¦ δύνῃ TNT2 WH NA NIV SBL
  36. Footnote * ⸋ πιστεῦσαι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  37. Footnote * ⸋ Καὶ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  38. Footnote * ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL
  39. Footnote * ⸋2 μετὰ δακρύων RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  40. Footnote * ⸋3 κύριε RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  41. Footnote * ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ ὁ f 35
  42. Footnote * ⸂ Τὸ πνεῦμα τὸ ἄλαλον καὶ κωφόν RP f 35 TR ¦ Τὸ ἄλαλον καὶ κωφόν πνεῦμα TNT2 WH NA NIV SBL
  43. Footnote * ⸉ σοι ἐπιτάσσω RP f 35 TR ¦ ἐπιτάσσω σοι TNT2 WH NA NIV SBL
  44. Footnote * ⸂ κράξαν, καὶ πολλὰ σπαράξαν RP f 35 TR ¦ κράξας, καὶ πολλὰ σπαράξας TNT2 WH NA NIV SBL
  45. Footnote * ⸋ αὐτόν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  46. Footnote * ⸆ – RP f 35 TR ¦ τοὺς TNT2 WH NA NIV SBL
  47. Footnote * ⸂ αὐτὸν τῆς χειρός RP f 35 TR ¦ τῆς χειρὸς αὐτοῦ TNT2 WH NA NIV SBL
  48. Footnote * ⸂ εἰσελθόντα αὐτὸν RP f 35 TR ¦ εἰσελθόντος αὐτοῦ TNT2 WH NA NIV SBL
  49. Footnote * ⸉ ἐπηρώτων αὐτὸν κατ᾽ ἰδίαν RP f 35 TR ¦ κατ᾽ ἰδίαν ἐπηρώτων αὐτόν TNT2 WH NA NIV SBL
  50. Footnote * ⸋ καὶ νηστείᾳ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  51. Footnote * ⸂ παρεπορεύοντο RP f 35 TR NA NIV SBL ¦ ἐπορεύοντο TNT2 WH
  52. Footnote * ⸂ τῇ τρίτῃ ἡμέρᾳ RP f 35 TR ¦ μετὰ τρεῖς ἡμέρας TNT2 WH NA NIV SBL
  53. Footnote * ⸂ ἦλθεν RP f 35 TR ¦ ἦλθον TNT2 WH NA NIV SBL
  54. Footnote * ⸋ πρὸς ἑαυτοὺς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  55. Footnote * ⸂ ἐὰν … ἐὰν RP f 35 TR ¦ ἂν … ἂν TNT2 WH NA NIV SBL
  56. Footnote * ⸂2 δέξηται RP f 35 TR ¦ δέχηται TNT2 WH NA NIV SBL
  57. Footnote * ⸂ Ἀπεκρίθη RP f 35 TR ¦ Ἔφη TNT2 WH NA NIV SBL
  58. Footnote * ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  59. Footnote * ⸆ – RP ¦ ὁ f 35 TR TNT2 WH NA NIV SBL
  60. Footnote * ⸋2 λέγων RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  61. Footnote * ⸆2 – RP f 35 TR ¦ ἐν TNT2 WH NA NIV SBL
  62. Footnote * ⸋3 ὃς οὐκ ἀκολουθεῖ ἡμῖν RP f 35 TR TNT2 NA25 ¦ – WH NA27+28 NIV SBL
  63. Footnote * ⸂2 ἐκωλύσαμεν RP f 35 TR ¦ ἐκωλύομεν TNT2 WH NA NIV SBL
  64. Footnote * ⸂3 ἀκολουθεῖ RP f 35 TR TNT2 ¦ ἠκολούθει WH NA NIV SBL
  65. Footnote * ⸂ καθ᾽ ὑμῶν, ὑπὲρ ὑμῶν RP f 35 TR ¦ καθ᾽ ἡμῶν, ὑπὲρ ἡμῶν TNT2 WH NA NIV SBL
  66. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τῷ TR
  67. Footnote * ⸋ μου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  68. Footnote * ⸆2 – RP f 35 TR ¦ ὅτι TNT2 WH NA NIV SBL
  69. Footnote * ⸂ ἀπολέσῃ RP f 35 TR WH NA NIV SBL ¦ ἀπολέσει TNT2
  70. Footnote * ⸂ ἐὰν RP f 35 ¦ ἂν TR TNT2 WH NA NIV SBL
  71. Footnote * ⸆ – RP f 35 TR ¦ τούτων TNT2 WH NA NIV SBL
  72. Footnote * ⸋ εἰς ἐμέ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25
  73. Footnote * ⸂2 λίθος μυλικὸς RP f 35 TR ¦ μύλος ὀνικὸς TNT2 WH NA NIV SBL
  74. Footnote * ⸂ σκανδαλίζῃ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ σκανδαλίσῃ WH NA25
  75. Footnote * ⸂2 σοι ἐστὶν RP f 35 ¦ σοι ἐστὶ TR ¦ ἐστίν σε TNT2 WH NA NIV SBL
  76. Footnote * ⸉ εἰς τὴν ζωὴν εἰσελθεῖν RP f 35 TR ¦ εἰσελθεῖν εἰς τὴν ζωὴν TNT2 WH NA NIV SBL
  77. Footnote * ⸋ ὅπου … οὐ σβέννυται RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  78. Footnote * ⸂ σοι RP f 35 TR ¦ σε TNT2 WH NA NIV SBL
  79. Footnote * ⸋ εἰς τὸ πῦρ … οὐ σβέννυται RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  80. Footnote * ⸂ σοι RP f 35 TR ¦ σέ TNT2 WH NA NIV SBL
  81. Footnote * ⸋ τὴν RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH
  82. Footnote * ⸋2 τοῦ πυρός RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  83. Footnote * ⸋ αὐτῶν RP TR TNT2 WH NA NIV SBL ¦ – f 35
  84. Footnote * ⸋ καὶ πᾶσα θυσία ἁλὶ ἁλισθήσεται RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  85. Footnote * ⸂ ἅλας RP f 35 TR ¦ ἅλα TNT2 WH NA NIV SBL

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.