Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΜΑΡΚΟΝ 12

Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς 1⸂λέγειν,⸃ Ἀμπελῶνα 2⸉ἐφύτευσεν ἄνθρωπος,⸊ καὶ περιέθηκεν φραγμόν, καὶ ὤρυξεν ὑπολήνιον, καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδοτο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. Καὶ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ 3⸂τοῦ καρποῦ⸃ τοῦ ἀμπελῶνος. 4⸂Οἱ δὲ λαβόντες αὐτὸν⸃ ἔδειραν, καὶ ἀπέστειλαν κενόν. Καὶ πάλιν ἀπέστειλεν πρὸς αὐτοὺς ἄλλον δοῦλον· κἀκεῖνον 5⸋λιθοβολήσαντες⸌ ἐκεφαλαίωσαν, καὶ 6⸂ἀπέστειλαν ἠτιμωμένον.⸃ Καὶ 7⸋πάλιν⸌ ἄλλον ἀπέστειλεν· κἀκεῖνον ἀπέκτειναν· καὶ πολλοὺς ἄλλους, 8⸂τοὺς μὲν δέροντες, τοὺς⸃ δὲ ἀποκτένοντες. Ἔτι 9⸋οὖν⸌ 10⸉ἕνα υἱὸν ἔχων ἀγαπητὸν 11⸋2αὐτοῦ,⸊⸌ ἀπέστειλεν 12⸋3καὶ⸌ αὐτὸν 13⸉2πρὸς αὐτοὺς ἔσχατον,⸊ λέγων ὅτι Ἐντραπήσονται τὸν υἱόν μου. Ἐκεῖνοι δὲ οἱ γεωργοὶ 14⸉εἶπον πρὸς ἑαυτοὺς⸊ ὅτι Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία. Καὶ λαβόντες 15⸉αὐτὸν ἀπέκτειναν,⸊ καὶ ἐξέβαλον 16⸆ ἔξω τοῦ ἀμπελῶνος. Τί 17⸋οὖν⸌ ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; Ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. Οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε, Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν; Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον· ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπεν· καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.

Καὶ ἀποστέλλουσιν πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν, ἵνα αὐτὸν ἀγρεύσωσιν λόγῳ. 18⸂Οἱ δὲ ἐλθόντες⸃ λέγουσιν αὐτῷ, Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ᾽ ἐπ᾽ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις· ἔξεστιν 19⸉κῆνσον Καίσαρι δοῦναι⸊ ἢ οὔ; Δῶμεν, ἢ μὴ δῶμεν; Ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς, Τί με πειράζετε; Φέρετέ μοι δηνάριον, ἵνα ἴδω. Οἱ δὲ ἤνεγκαν. Καὶ λέγει αὐτοῖς, Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; Οἱ δὲ εἶπον αὐτῷ, Καίσαρος. 20⸂Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς⸃ εἶπεν 21⸋αὐτοῖς,⸌ 22⸉Ἀπόδοτε τὰ Καίσαρος⸊ Καίσαρι, καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. Καὶ 23⸂2ἐθαύμασαν⸃ ἐπ᾽ αὐτῷ.

Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι· καὶ 24⸂ἐπηρώτησαν⸃ αὐτόν, λέγοντες, Διδάσκαλε, Μωσῆς ἔγραψεν ἡμῖν, ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ, καὶ καταλίπῃ γυναῖκα, καὶ 25⸂τέκνα μὴ ἀφῇ,⸃ ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα 26⸋αὐτοῦ,⸌ καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ· ἑπτὰ ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος ἔλαβεν γυναῖκα, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκεν σπέρμα· καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανεν, 27⸂καὶ οὐδὲ αὐτὸς ἀφῆκεν⸃ σπέρμα· καὶ ὁ τρίτος ὡσαύτως. Καὶ 28⸂ἔλαβον αὐτὴν οἱ ἑπτά, καὶ⸃ οὐκ ἀφῆκαν σπέρμα. 29⸂2Ἐσχάτη⸃ πάντων 30⸉ἀπέθανεν καὶ ἡ γυνή.⸊ Ἐν τῇ 31⸆ ἀναστάσει, 32⸂ὅταν ἀναστῶσιν,⸃ τίνος αὐτῶν ἔσται γυνή; Οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα. 33⸂Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς,⸃ Οὐ διὰ τοῦτο πλανᾶσθε, μὴ εἰδότες τὰς γραφάς, μηδὲ τὴν δύναμιν τοῦ θεοῦ; Ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν, οὔτε γαμίσκονται, ἀλλ᾽ εἰσὶν ὡς ἄγγελοι 34⸋οἱ⸌ ἐν τοῖς οὐρανοῖς. Περὶ δὲ τῶν νεκρῶν, ὅτι ἐγείρονται, οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωσέως, ἐπὶ 35⸂τοῦ⸃ βάτου, 36⸂2ὡς⸃ εἶπεν αὐτῷ ὁ θεός, λέγων, Ἐγὼ 37⸂3ὁ θεὸς Ἀβραάμ, καὶ ὁ θεὸς Ἰσαάκ, καὶ ὁ θεὸς Ἰακώβ;⸃ Οὐκ ἔστιν 38⸋ὁ⸌ θεὸς νεκρῶν, ἀλλὰ 39⸋2θεὸς⸌ ζώντων· 40⸋3ὑμεῖς οὖν⸌ πολὺ πλανᾶσθε.

Καὶ προσελθὼν εἷς τῶν γραμματέων, ἀκούσας αὐτῶν συζητούντων, 41⸂εἰδὼς⸃ ὅτι καλῶς 42⸉αὐτοῖς ἀπεκρίθη,⸊ ἐπηρώτησεν αὐτόν, Ποία ἐστὶν 43⸂2πρώτη πάντων ἐντολή;⸃ 44⸂Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη⸃ 45⸋αὐτῷ⸌ ὅτι Πρώτη 46⸂2πάντων⸃ τῶν ἐντολῶν, 47⸆ Ἄκουε, Ἰσραήλ· κύριος ὁ θεὸς 48⸂3ἡμῶν,⸃ κύριος εἷς ἐστίν· καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης 49⸋τῆς⸌ καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. 50⸋2Αὕτη πρώτη ἐντολή.⸌ 51⸋Καὶ⸌ δευτέρα 52⸋2ὁμοία⸌ αὕτη, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. Μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν. 53⸋Καὶ⸌ εἶπεν αὐτῷ ὁ γραμματεύς, Καλῶς, διδάσκαλε, ἐπ᾽ ἀληθείας εἶπας ὅτι εἷς ἐστιν, 54⸆ καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ· καὶ τὸ ἀγαπᾷν αὐτὸν ἐξ ὅλης 55⸋τῆς⸌ καρδίας, καὶ ἐξ ὅλης τῆς συνέσεως, 56⸋2καὶ ἐξ ὅλης τῆς ψυχῆς,⸌ καὶ ἐξ ὅλης τῆς ἰσχύος, καὶ τὸ ἀγαπᾷν τὸν πλησίον ὡς ἑαυτόν, 57⸂πλεῖόν⸃ ἐστιν πάντων τῶν ὁλοκαυτωμάτων καὶ 58⸆ θυσιῶν. Καὶ ὁ Ἰησοῦς ἰδὼν 59⸋αὐτὸν⸌ ὅτι νουνεχῶς ἀπεκρίθη, εἶπεν αὐτῷ, Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ θεοῦ. Καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι. Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγεν, διδάσκων ἐν τῷ ἱερῷ, Πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ χριστὸς υἱός 60⸉ἐστιν Δαυίδ;⸊ Αὐτὸς 61⸋γὰρ⸌ Δαυὶδ εἶπεν ἐν 62⸂πνεύματι ἁγίῳ,⸃ 63⸂2Λέγει⸃ 64⸋2ὁ⸌ κύριος τῷ κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου 65⸂3ὑποπόδιον⸃ τῶν ποδῶν σου. Αὐτὸς 66⸋οὖν⸌ Δαυὶδ λέγει αὐτὸν κύριον· καὶ πόθεν 67⸉υἱὸς αὐτοῦ ἐστιν;⸊ Καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.

Καὶ 68⸂ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ,⸃ Βλέπετε ἀπὸ τῶν γραμματέων, τῶν θελόντων ἐν στολαῖς περιπατεῖν, καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς, καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς, καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις· οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι· οὗτοι λήψονται περισσότερον κρίμα.

Καὶ καθίσας 69⸋ὁ Ἰησοῦς⸌ 70⸂κατέναντι⸃ τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον· καὶ πολλοὶ πλούσιοι 71⸂2ἔβαλλον⸃ πολλά. Καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλεν λεπτὰ δύο, ὅ ἐστιν κοδράντης. Καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ, 72⸂λέγει⸃ αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάντων 73⸂2βέβληκεν⸃ τῶν 74⸂3βαλλόντων⸃ εἰς τὸ γαζοφυλάκιον· πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον· αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.

Source notes (74)
  1. Footnote * ⸂ λέγειν RP f 35 TR ¦ λαλεῖν TNT2 WH NA NIV SBL
  2. Footnote * ⸉ ἐφύτευσεν ἄνθρωπος RP f 35 TR TNT2 ¦ ἄνθρωπος ἐφύτευσεν WH NA NIV SBL
  3. Footnote * ⸂ τοῦ καρποῦ RP f 35 TR ¦ τῶν καρπῶν TNT2 WH NA NIV SBL
  4. Footnote * ⸂ Οἱ δὲ λαβόντες αὐτὸν RP f 35 TR ¦ Καὶ λαβόντες αὐτὸν TNT2 WH NA NIV SBL
  5. Footnote * ⸋ λιθοβολήσαντες RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  6. Footnote * ⸂ ἀπέστειλαν ἠτιμωμένον RP f 35 TR ¦ ἠτίμησαν TNT2 ¦ ἠτίμασαν WH NA NIV SBL
  7. Footnote * ⸋ πάλιν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  8. Footnote * ⸂ τοὺς … τοὺς RP f 35 TR ¦ οὓς … οὓς TNT2 WH NA NIV SBL
  9. Footnote * ⸋ οὖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  10. Footnote * ⸉ ἕνα υἱὸν ἔχων ἀγαπητὸν RP f 35 TR ¦ ἕνα εἶχεν, υἱὸν ἀγαπητόν TNT2 WH NA NIV SBL
  11. Footnote * ⸋2 αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  12. Footnote * ⸋3 καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  13. Footnote * ⸉2 πρὸς αὐτοὺς ἔσχατον RP f 35 TR ¦ ἔσχατον πρὸς αὐτοὺς TNT2 WH NA NIV SBL
  14. Footnote * ⸉ εἶπον πρὸς ἑαυτοὺς RP f 35 TR ¦ πρὸς ἑαυτοὺς εἶπαν TNT2 WH NA NIV SBL
  15. Footnote * ⸉ αὐτὸν ἀπέκτειναν RP f 35 TR ¦ ἀπέκτειναν αὐτόν TNT2 WH NA NIV SBL
  16. Footnote * ⸆ – RP f 35 TR ¦ αὐτὸν TNT2 WH NA NIV SBL
  17. Footnote * ⸋ οὖν RP f 35 TR TNT2 NA27+28 NIV ¦ – WH NA25 SBL
  18. Footnote * ⸂ Οἱ δὲ ἐλθόντες RP f 35 TR ¦ Καὶ ἐλθόντες TNT2 WH NA NIV SBL
  19. Footnote * ⸉ κῆνσον Καίσαρι δοῦναι RP f 35 TR ¦ δοῦναι κῆνσον Καίσαρι TNT2 WH NA NIV SBL
  20. Footnote * ⸂ Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς RP f 35 TR ¦ Ὁ δὲ Ἰησοῦς TNT2 WH NA NIV SBL
  21. Footnote * ⸋ αὐτοῖς RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH
  22. Footnote * ⸉ Ἀπόδοτε τὰ Καίσαρος RP f 35 TR ¦ Τὰ Καίσαρος ἀπόδοτε TNT2 WH NA NIV SBL
  23. Footnote * ⸂2 ἐθαύμασαν RP f 35 TR ¦ ἐθαύμαζον TNT2 ¦ ἐξεθαύμαζον WH NA NIV SBL
  24. Footnote * ⸂ ἐπηρώτησαν RP f 35 TR ¦ ἐπηρώτων TNT2 WH NA NIV SBL
  25. Footnote * ⸂ τέκνα μὴ ἀφῇ RP f 35 TR TNT2 ¦ μὴ ἀφῇ τέκνον WH NA NIV SBL
  26. Footnote * ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  27. Footnote * ⸂ καὶ οὐδὲ αὐτὸς ἀφῆκεν RP f 35 ¦ καὶ οὐδὲ αὐτὸς ἀφῆκε TR ¦ μὴ καταλιπὼν TNT2 WH NA NIV SBL
  28. Footnote * ⸂ ἔλαβον αὐτὴν οἱ ἑπτά καὶ RP f 35 TR ¦ οἱ ἑπτὰ TNT2 WH NA NIV SBL
  29. Footnote * ⸂2 Ἐσχάτη RP f 35 TR ¦ Ἔσχατον TNT2 WH NA NIV SBL
  30. Footnote * ⸉ ἀπέθανεν καὶ ἡ γυνή RP f 35 ¦ ἀπέθανε καὶ ἡ γυνή TR ¦ καὶ ἡ γυνὴ ἀπέθανεν TNT2 WH NA NIV SBL
  31. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ οὖν TR
  32. Footnote * ⸂ ὅταν ἀναστῶσιν RP f 35 NA SBL ¦ ὅταν ἀναστῶσι TR ¦ – TNT2 WH NIV
  33. Footnote * ⸂ Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς RP f 35 TR ¦ Ἔφη αὐτοῖς ὁ Ἰησοῦς TNT2 WH NA NIV SBL
  34. Footnote * ⸋ οἱ RP TR TNT2 ¦ – f 35 WH NA NIV SBL
  35. Footnote * ⸂ τοῦ RP f 35 TNT2 WH NA NIV SBL ¦ τῆς TR
  36. Footnote * ⸂2 ὡς RP f 35 TR ¦ πῶς TNT2 WH NA NIV SBL
  37. Footnote * ⸂3 ὁ θεὸς Ἀβραάμ, καὶ ὁ θεὸς Ἰσαάκ, καὶ ὁ θεὸς Ἰακώβ RP f 35 TR NA27+28 NIV SBL ¦ ὁ θεὸς Ἀβραάμ, καὶ θεὸς Ἰσαάκ, καὶ θεὸς Ἰακώβ TNT2 WH NA25
  38. Footnote * ⸋ ὁ RP f 35 TR NIV73 ¦ – TNT2 WH NA NIV11 SBL
  39. Footnote * ⸋2 θεὸς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  40. Footnote * ⸋3 ὑμεῖς οὖν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  41. Footnote * ⸂ εἰδὼς RP f 35 TR WH NA25 ¦ ἰδὼν TNT2 NA27+28 NIV SBL
  42. Footnote * ⸉ αὐτοῖς ἀπεκρίθη RP f 35 TR ¦ ἀπεκρίθη αὐτοῖς TNT2 WH NA NIV SBL
  43. Footnote * ⸂2 πρώτη πάντων ἐντολή RP ¦ πρώτη πασῶν ἐντολή f 35 TR ¦ ἐντολὴ πρώτη πάντων TNT2 WH NA NIV SBL
  44. Footnote * ⸂ Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη RP f 35 TR ¦ Ἀπεκρίθη ὁ Ἰησοῦς TNT2 WH NA NIV SBL
  45. Footnote * ⸋ αὐτῷ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  46. Footnote * ⸂2 πάντων RP ¦ πασῶν f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  47. Footnote * ⸆ – RP f 35 TR ¦ ἐστίν TNT2 WH NA NIV SBL
  48. Footnote * ⸂3 ἡμῶν RP TR TNT2 WH NA NIV SBL ¦ υμῶν f 35
  49. Footnote * ⸋ τῆς RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH
  50. Footnote * ⸋2 αὕτη πρώτη ἐντολή RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  51. Footnote * ⸋ Καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  52. Footnote * ⸋2 ὁμοία RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  53. Footnote * ⸋ καὶ RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH
  54. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ θεὸς TR
  55. Footnote * ⸋ τῆς RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH
  56. Footnote * ⸋2 καὶ ἐξ ὅλης τῆς ψυχῆς RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  57. Footnote * ⸂ πλεῖόν RP f 35 TR ¦ περισσότερόν TNT2 WH NA NIV SBL
  58. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τῶν TR
  59. Footnote * ⸋ αὐτὸν RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ – NIV73
  60. Footnote * ⸉ ἐστιν Δαυίδ RP f 35 ¦ ἐστι Δαβίδ TR ¦ Δαυείδ ἐστιν TNT2 WH ¦ Δαυίδ ἐστιν NA NIV SBL
  61. Footnote * ⸋ γὰρ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  62. Footnote * ⸂ πνεύματι ἁγίῳ RP f 35 ¦ τῷ πνεύματι τῷ ἁγίῳ TR TNT2 WH NA NIV SBL
  63. Footnote * ⸂2 Λέγει RP f 35 TNT2 ¦ Εἶπεν TR WH NA NIV SBL
  64. Footnote * ⸋2 ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  65. Footnote * ⸂3 ὑποπόδιον RP f 35 TR TNT2 ¦ ὑποκάτω WH NA NIV SBL
  66. Footnote * ⸋ οὖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  67. Footnote * ⸉ υἱὸς αὐτοῦ ἐστιν RP f 35 ¦ υἱὸς αὐτοῦ ἐστι TR ¦ αὐτοῦ ἐστιν υἱός TNT2 WH NA NIV SBL
  68. Footnote * ⸂ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ RP f 35 TR ¦ ἐν τῇ διδαχῇ αὐτοῦ ἔλεγεν TNT2 WH NA NIV SBL
  69. Footnote * ⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  70. Footnote * ⸂ κατέναντι RP f 35 TR WH NA NIV SBL ¦ ἀπέναντι TNT2
  71. Footnote * ⸂2 ἔβαλλον RP TR TNT2 WH NA NIV SBL ¦ ἔβαλον f 35
  72. Footnote * ⸂ λέγει RP f 35 TR ¦ εἶπεν TNT2 WH NA NIV SBL
  73. Footnote * ⸂2 βέβληκεν RP f 35 ¦ βέβληκε TR ¦ ἔβαλεν TNT2 WH NA NIV SBL
  74. Footnote * ⸂3 βαλλόντων RP f 35 TNT2 WH NA NIV SBL ¦ βαλόντων TR

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.