Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΜΑΡΚΟΝ 11

Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱερουσαλήμ, εἰς Βηθσφαγὴ καὶ Βηθανίαν, πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ, καὶ λέγει αὐτοῖς, Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν· καὶ 1⸂εὐθέως⸃ εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον, ἐφ᾽ ὃν οὐδεὶς 2⸆ ἀνθρώπων 3⸂2κεκάθικεν·⸃ 4⸂3λύσαντες αὐτὸν ἀγάγετε.⸃ Καὶ ἐάν τις ὑμῖν εἴπῃ, Τί ποιεῖτε τοῦτο; εἴπατε, 5⸋ὅτι⸌ Ὁ κύριος αὐτοῦ χρείαν ἔχει· καὶ 6⸂εὐθέως⸃ αὐτὸν 7⸂2ἀποστέλλει⸃ 8⸆ ὧδε. 9⸂Ἀπῆλθον δὲ⸃ καὶ εὗρον 10⸆ πῶλον δεδεμένον πρὸς 11⸋τὴν⸌ θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν. Καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς, Τί ποιεῖτε λύοντες τὸν πῶλον; Οἱ δὲ εἶπον αὐτοῖς καθὼς 12⸂ἐνετείλατο⸃ ὁ Ἰησοῦς· καὶ ἀφῆκαν αὐτούς. Καὶ 13⸂ἤγαγον⸃ τὸν πῶλον πρὸς τὸν Ἰησοῦν, καὶ 14⸂2ἐπέβαλον⸃ αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπ᾽ 15⸂3αὐτῷ.⸃ 16⸂Πολλοὶ δὲ⸃ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν· ἄλλοι δὲ στοιβάδας 17⸂2ἔκοπτον ἐκ τῶν δένδρων,⸃ 18⸋καὶ ἐστρώννυον εἰς τὴν ὁδόν.⸌ Καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον, 19⸋λέγοντες,⸌ Ὡσαννά. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. Εὐλογημένη ἡ ἐρχομένη βασιλεία 20⸋ἐν ὀνόματι κυρίου⸌ τοῦ πατρὸς ἡμῶν Δαυίδ. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.

Καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμα 21⸋ὁ Ἰησοῦς,⸌ 22⸋2καὶ⸌ εἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος πάντα, 23⸂ὀψίας⸃ ἤδη οὔσης τῆς ὥρας, ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα.

Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας, ἐπείνασεν. Καὶ ἰδὼν συκῆν 24⸆ μακρόθεν, ἔχουσαν φύλλα, ἦλθεν εἰ ἄρα 25⸉εὑρήσει τι⸊ ἐν αὐτῇ· καὶ ἐλθὼν ἐπ᾽ αὐτήν, οὐδὲν εὗρεν εἰ μὴ φύλλα· 26⸂οὐ γὰρ ἦν καιρὸς⸃ σύκων. Καὶ ἀποκριθεὶς 27⸋ὁ Ἰησοῦς⸌ εἶπεν αὐτῇ, Μηκέτι 28⸉ἐκ σοῦ εἰς τὸν αἰῶνα⸊ μηδεὶς καρπὸν 29⸂φάγοι.⸃ Καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ.

Καὶ ἔρχονται εἰς Ἱεροσόλυμα· καὶ εἰσελθὼν 30⸋ὁ Ἰησοῦς⸌ εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ 31⸆ ἀγοράζοντας ἐν τῷ ἱερῷ· καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν, καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν· καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ. Καὶ ἐδίδασκεν, 32⸂λέγων⸃ 33⸋αὐτοῖς,⸌ Οὐ γέγραπται ὅτι Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν; Ὑμεῖς δὲ 34⸂2ἐποιήσατε⸃ αὐτὸν σπήλαιον λῃστῶν. Καὶ ἤκουσαν 35⸉οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς,⸊ καὶ ἐζήτουν πῶς αὐτὸν 36⸂ἀπολέσωσιν·⸃ ἐφοβοῦντο γὰρ αὐτόν, 37⸂2ὅτι πᾶς⸃ ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.

Καὶ 38⸂ὅτε⸃ ὀψὲ ἐγένετο, 39⸂2ἐξεπορεύετο⸃ ἔξω τῆς πόλεως.

Καὶ 40⸉πρωῒ παραπορευόμενοι,⸊ εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν. Καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ, Ῥαββί, ἴδε, ἡ συκῆ ἣν κατηράσω ἐξήρανται. Καὶ ἀποκριθεὶς 41⸋ὁ⸌ Ἰησοῦς λέγει αὐτοῖς, Ἔχετε πίστιν θεοῦ. Ἀμὴν 42⸋γὰρ⸌ λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ, Ἄρθητι, καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ, ἀλλὰ 43⸂πιστεύσῃ⸃ ὅτι 44⸂2ἃ⸃ 45⸂3λέγει⸃ γίνεται· ἔσται αὐτῷ 46⸋2ὃ ἐὰν εἴπῃ.⸌ Διὰ τοῦτο λέγω ὑμῖν, Πάντα ὅσα 47⸂ἂν προσευχόμενοι αἰτῆσθε,⸃ πιστεύετε ὅτι 48⸂2λαμβάνετε,⸃ καὶ ἔσται ὑμῖν. Καὶ ὅταν 49⸂στήκητε⸃ προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος· ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν. 50⸋Εἰ δὲ ὑμεῖς οὐκ ἀφίετε, οὐδὲ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφήσει τὰ παραπτώματα ὑμῶν.⸌

Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα· καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ, ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι, καὶ 51⸂λέγουσιν⸃ αὐτῷ, Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; 52⸂2Καὶ⸃ τίς σοι 53⸉τὴν ἐξουσίαν ταύτην ἔδωκεν⸊ ἵνα ταῦτα ποιῇς; Ὁ δὲ Ἰησοῦς 54⸋ἀποκριθεὶς⸌ εἶπεν αὐτοῖς, Ἐπερωτήσω ὑμᾶς 55⸂καὶ ἐγὼ⸃ ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. Τὸ βάπτισμα 56⸆ Ἰωάννου ἐξ οὐρανοῦ ἦν, ἢ ἐξ ἀνθρώπων; 57⸋Ἀποκρίθητέ μοι.⸌ Καὶ 58⸂ἐλογίζοντο⸃ πρὸς ἑαυτούς, λέγοντες, 59⸆ Ἐὰν εἴπωμεν, Ἐξ οὐρανοῦ, ἐρεῖ, Διὰ τί 60⸋οὖν⸌ οὐκ ἐπιστεύσατε αὐτῷ; Ἀλλ᾽ 61⸆ εἴπωμεν, Ἐξ ἀνθρώπων, ἐφοβοῦντο τὸν 62⸂λαόν·⸃ ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην, 63⸉ὅτι ὄντως⸊ προφήτης ἦν. Καὶ ἀποκριθέντες 64⸉λέγουσιν τῷ Ἰησοῦ,⸊ Οὐκ οἴδαμεν. Καὶ ὁ Ἰησοῦς 65⸋ἀποκριθεὶς⸌ λέγει αὐτοῖς, Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

Source notes (65)
  1. Footnote * ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL
  2. Footnote * ⸆ – RP f 35 TR ¦ οὔπω TNT2 WH NA NIV SBL
  3. Footnote * ⸂2 κεκάθικεν RP f 35 TNT2 ¦ κεκάθικε TR ¦ ἐκάθισεν WH NA NIV SBL
  4. Footnote * ⸂3 λύσαντες αὐτὸν ἀγάγετε RP f 35 TR ¦ λύσατε αὐτὸν καὶ φέρετε TNT2 WH NA NIV SBL
  5. Footnote * ⸋ ὅτι RP f 35 TR SBL ¦ – TNT2 WH NA NIV
  6. Footnote * ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL
  7. Footnote * ⸂2 ἀποστέλλει RP f 35 TNT2 WH NA NIV SBL ¦ ἀποστελεῖ TR
  8. Footnote * ⸆ – RP f 35 TR ¦ πάλιν TNT2 WH NA NIV SBL
  9. Footnote * ⸂ Ἀπῆλθον δὲ RP f 35 TR ¦ Καὶ ἀπῆλθον TNT2 WH NA NIV SBL
  10. Footnote * ⸆ – RP TNT2 WH NA NIV SBL ¦ τὸν f 35 TR
  11. Footnote * ⸋ τὴν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  12. Footnote * ⸂ ἐνετείλατο RP f 35 TR ¦ εἶπεν TNT2 WH NA NIV SBL
  13. Footnote * ⸂ ἤγαγον RP f 35 TR ¦ φέρουσιν TNT2 WH NA NIV SBL
  14. Footnote * ⸂2 ἐπέβαλον RP f 35 TR ¦ ἐπιβάλλουσιν TNT2 WH NA NIV SBL
  15. Footnote * ⸂3 αὐτῷ RP f 35 TR ¦ αὐτόν TNT2 WH NA NIV SBL
  16. Footnote * ⸂ Πολλοὶ δὲ RP f 35 TR ¦ Καὶ πολλοὶ TNT2 WH NA NIV SBL
  17. Footnote * ⸂2 ἔκοπτον ἐκ τῶν δένδρων RP f 35 TR ¦ κόψαντες ἐκ τῶν ἀγρῶν TNT2 WH NA NIV SBL
  18. Footnote * ⸋ καὶ ἐστρώννυον εἰς τὴν ὁδόν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  19. Footnote * ⸋ λέγοντες RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  20. Footnote * ⸋ ἐν ὀνόματι κυρίου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  21. Footnote * ⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  22. Footnote * ⸋2 καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  23. Footnote * ⸂ ὀψίας RP f 35 TR TNT2 NA27+28 NIV ¦ ὀψὲ WH NA25 SBL
  24. Footnote * ⸆ – RP f 35 TR ¦ ἀπὸ TNT2 WH NA NIV SBL
  25. Footnote * ⸉ εὑρήσει τι RP f 35 TR ¦ τι εὑρήσει TNT2 WH NA NIV SBL
  26. Footnote * ⸂ οὐ γὰρ ἦν καιρὸς RP f 35 TR ¦ ὁ γὰρ καιρὸς οὐκ ἦν TNT2 WH NA NIV SBL
  27. Footnote * ⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  28. Footnote * ⸉ ἐκ σοῦ εἰς τὸν αἰῶνα RP f 35 TR ¦ εἰς τὸν αἰῶνα ἐκ σοῦ TNT2 WH NA NIV SBL
  29. Footnote * ⸂ φάγοι RP TR TNT2 WH NA NIV SBL ¦ φάγῃ f 35
  30. Footnote * ⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  31. Footnote * ⸆ – RP f 35 TR ¦ τοὺς TNT2 WH NA NIV SBL
  32. Footnote * ⸂ λέγων RP f 35 TR ¦ καὶ ἔλεγεν TNT2 WH NA NIV SBL
  33. Footnote * ⸋ αὐτοῖς RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH
  34. Footnote * ⸂2 ἐποιήσατε RP f 35 TR ¦ πεποιήκατε TNT2 WH NA NIV SBL
  35. Footnote * ⸉ οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς RP f 35 TR ¦ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς TNT2 WH NA NIV SBL
  36. Footnote * ⸂ ἀπολέσωσιν RP TNT2 WH NA NIV SBL ¦ ἀπολέσουσιν f 35 TR
  37. Footnote * ⸂2 ὅτι πᾶς RP f 35 TR ¦ πᾶς γὰρ TNT2 WH NA NIV SBL
  38. Footnote * ⸂ ὅτε RP f 35 TR ¦ ὅταν TNT2 WH NA NIV SBL
  39. Footnote * ⸂2 ἐξεπορεύετο RP f 35 TR ¦ ἐξεπορεύοντο TNT2 WH NA NIV SBL
  40. Footnote * ⸉ πρωῒ παραπορευόμενοι RP f 35 TR ¦ παραπορευόμενοι πρωῒ TNT2 WH NA NIV SBL
  41. Footnote * ⸋ ὁ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR
  42. Footnote * ⸋ γὰρ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  43. Footnote * ⸂ πιστεύσῃ RP f 35 TR TNT2 ¦ πιστεύῃ WH NA NIV SBL
  44. Footnote * ⸂2 ἃ RP f 35 TR ¦ ὃ TNT2 WH NA NIV SBL
  45. Footnote * ⸂3 λέγει RP f 35 TR ¦ λαλεῖ TNT2 WH NA NIV SBL
  46. Footnote * ⸋2 ὃ ἐὰν εἴπῃ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  47. Footnote * ⸂ ἂν προσευχόμενοι αἰτῆσθε RP f 35 ¦ ἂν προσευχόμενοι αἰτεῖσθε TR ¦ προσεύχεσθε καὶ αἰτεῖσθε TNT2 WH NA NIV SBL
  48. Footnote * ⸂2 λαμβάνετε RP f 35 TR ¦ ἐλάβετε TNT2 WH NA NIV SBL
  49. Footnote * ⸂ στήκητε RP f 35 TR ¦ στήκετε TNT2 WH NA NIV SBL
  50. Footnote * ⸋ Εἰ δὲ ὑμεῖς … τὰ παραπτώματα ὑμῶν. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  51. Footnote * ⸂ λέγουσιν RP f 35 TR ¦ ἔλεγον TNT2 WH NA NIV SBL
  52. Footnote * ⸂2 Καὶ RP f 35 TR TNT2 ¦ Ἢ WH NA NIV SBL
  53. Footnote * ⸉ τὴν ἐξουσίαν ταύτην ἔδωκεν RP f 35 TR ¦ ἔδωκεν τὴν ἐξουσίαν ταύτην TNT2 WH NA NIV SBL
  54. Footnote * ⸋ ἀποκριθεὶς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  55. Footnote * ⸂ καὶ ἐγὼ RP f 35 ¦ κἀγὼ TR ¦ – TNT2 WH NA NIV SBL
  56. Footnote * ⸆ – RP f 35 TR ¦ τὸ TNT2 WH NA NIV SBL
  57. Footnote * ⸋ Ἀποκρίθητέ μοι RP TR TNT2 WH NA NIV SBL ¦ – f 35
  58. Footnote * ⸂ ἐλογίζοντο RP f 35 TR ¦ διελογίζοντο TNT2 WH NA NIV SBL
  59. Footnote * ⸆ – RP f 35 TR TNT2 WH NA NIV ¦ Τί εἴπωμεν; SBL
  60. Footnote * ⸋ οὖν RP f 35 TR WH NA NIV SBL ¦ – TNT2
  61. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐὰν TR
  62. Footnote * ⸂ λαόν RP f 35 TR TNT2 ¦ ὄχλον WH NA NIV SBL
  63. Footnote * ⸉ ὅτι ὄντως RP f 35 TR ¦ ὄντως ὅτι TNT2 WH NA NIV SBL
  64. Footnote * ⸉ λέγουσιν τῷ Ἰησοῦ RP f 35 ¦ λέγουσι τῷ Ἰησοῦ TR ¦ τῷ Ἰησοῦ λέγουσιν TNT2 WH NA NIV SBL
  65. Footnote * ⸋ ἀποκριθεὶς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.