Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΜΑΡΚΟΝ 13

Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ, λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ, Διδάσκαλε, ἴδε, ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί. Καὶ 1⸂ὁ Ἰησοῦς ἀποκριθεὶς⸃ εἶπεν αὐτῷ, Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; Οὐ μὴ ἀφεθῇ 2⸆ λίθος ἐπὶ 3⸂2λίθῳ,⸃ ὃς οὐ μὴ καταλυθῇ.

Καὶ καθημένου αὐτοῦ εἰς τὸ ὄρος τῶν ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ, 4⸂ἐπηρώτων⸃ αὐτὸν κατ᾽ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας, Εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται; Καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ 5⸉πάντα ταῦτα συντελεῖσθαι;⸊ Ὁ δὲ Ἰησοῦς 6⸋ἀποκριθεὶς⸌ 7⸉αὐτοῖς ἤρξατο λέγειν,⸊ Βλέπετε μή τις ὑμᾶς πλανήσῃ. Πολλοὶ 8⸋γὰρ⸌ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου, λέγοντες ὅτι Ἐγώ εἰμι· καὶ πολλοὺς πλανήσουσιν. Ὅταν δὲ 9⸂ἀκούσητε⸃ πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· δεῖ 10⸋γὰρ⸌ γενέσθαι· ἀλλ᾽ οὔπω τὸ τέλος. Ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος, καὶ βασιλεία ἐπὶ βασιλείαν· 11⸂καὶ ἔσονται σεισμοὶ κατὰ τόπους, καὶ ἔσονται⸃ λιμοὶ 12⸋καὶ ταραχαί·⸌ 13⸂2ἀρχαὶ⸃ ὠδίνων ταῦτα.

Βλέπετε δὲ ὑμεῖς ἑαυτούς· παραδώσουσιν 14⸋γὰρ⸌ ὑμᾶς εἰς συνέδρια, καὶ εἰς συναγωγὰς δαρήσεσθε, καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων 15⸂σταθήσεσθε⸃ ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς. Καὶ εἰς πάντα τὰ ἔθνη 16⸉δεῖ πρῶτον⸊ κηρυχθῆναι τὸ εὐαγγέλιον. 17⸂Ὅταν δὲ⸃ 18⸂2ἀγάγωσιν⸃ ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί 19⸂3λαλήσητε,⸃ 20⸋μηδὲ μελετᾶτε·⸌ ἀλλ᾽ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ, τοῦτο λαλεῖτε· οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον. 21⸂Παραδώσει δὲ⸃ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς· καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.

Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, 22⸋τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου,⸌ 23⸂ἑστὼς⸃ ὅπου οὐ δεῖ—ὁ ἀναγινώσκων νοείτω—τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη· ὁ 24⸋δὲ⸌ ἐπὶ τοῦ δώματος μὴ καταβάτω 25⸋2εἰς τὴν οἰκίαν,⸌ μηδὲ εἰσελθέτω 26⸉ἆραί τι⸊ ἐκ τῆς οἰκίας αὐτοῦ· καὶ ὁ εἰς τὸν ἀγρὸν 27⸋ὢν⸌ μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω, ἆραι τὸ ἱμάτιον αὐτοῦ. Οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. Προσεύχεσθε δὲ ἵνα μὴ γένηται 28⸋ἡ φυγὴ ὑμῶν⸌ χειμῶνος. Ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλίψις, οἵα οὐ γέγονεν τοιαύτη ἀπ᾽ ἀρχῆς κτίσεως 29⸂ἧς⸃ ἔκτισεν ὁ θεὸς ἕως τοῦ νῦν, καὶ οὐ μὴ γένηται. Καὶ εἰ μὴ 30⸉κύριος ἐκολόβωσεν⸊ τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· ἀλλὰ διὰ τοὺς ἐκλεκτούς, οὓς ἐξελέξατο, ἐκολόβωσεν τὰς ἡμέρας. 31⸆ Τότε ἐάν τις ὑμῖν εἴπῃ, 32⸂Ἰδού, ὧδε ὁ χριστός, 33⸋ἢ⸌ Ἰδού,⸃ ἐκεῖ, μὴ 34⸂2πιστεύετε.⸃ Ἐγερθήσονται 35⸂γὰρ⸃ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ 36⸂2δώσουσιν⸃ σημεῖα καὶ τέρατα, πρὸς τὸ ἀποπλανᾷν, εἰ δυνατόν, 37⸋καὶ⸌ τοὺς ἐκλεκτούς. Ὑμεῖς δὲ βλέπετε· 38⸋ἰδού,⸌ προείρηκα ὑμῖν πάντα.

Ἀλλ᾽ ἐν ἐκείναις ταῖς ἡμέραις, μετὰ τὴν θλίψιν ἐκείνην, ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ 39⸂οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔσονται ἐκπίπτοντες,⸃ καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται. Καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης. Καὶ τότε ἀποστελεῖ τοὺς ἀγγέλους 40⸋αὐτοῦ,⸌ καὶ ἐπισυνάξει τοὺς ἐκλεκτοὺς 41⸋2αὐτοῦ⸌ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ᾽ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ.

Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν 42⸉αὐτῆς ἤδη ὁ κλάδος⸊ ἁπαλὸς γένηται καὶ ἐκφύῃ τὰ φύλλα, 43⸂γινώσκετε⸃ ὅτι ἐγγὺς τὸ θέρος ἐστίν· οὕτως καὶ ὑμεῖς, ὅταν 44⸉ταῦτα ἴδητε⸊ γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. Ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη, μέχρι οὗ 45⸉πάντα ταῦτα⸊ γένηται. Ὁ οὐρανὸς καὶ ἡ γῆ 46⸂παρελεύσεται·⸃ οἱ δὲ λόγοι μου οὐ 47⸋μὴ⸌ 48⸂2παρέλθωσιν.⸃ Περὶ δὲ τῆς ἡμέρας ἐκείνης 49⸂ἢ⸃ 50⸆ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι 51⸋οἱ⸌ ἐν 52⸆2 οὐρανῷ, οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ. Βλέπετε, ἀγρυπνεῖτε 53⸂καὶ προσεύχεσθε·⸃ οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν. Ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ, καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, 54⸋καὶ⸌ ἑκάστῳ τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ. Γρηγορεῖτε οὖν· οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, 55⸆ ὀψέ, ἢ 56⸂μεσονυκτίου,⸃ ἢ ἀλεκτοροφωνίας, ἢ πρωΐ· μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας. 57⸂Ἃ⸃ δὲ ὑμῖν λέγω πᾶσιν λέγω, Γρηγορεῖτε.

Source notes (57)
  1. Footnote * ⸂ ὁ Ἰησοῦς ἀποκριθεὶς RP TR ¦ ἀποκριθεὶς ὁ Ἰησοῦς f 35 ¦ ὁ Ἰησοῦς TNT2 WH NA NIV SBL
  2. Footnote * ⸆ – RP TR NA25 ¦ ὧδε f 35 TNT2 WH NA27+28 NIV SBL
  3. Footnote * ⸂2 λίθῳ RP f 35 TR ¦ λίθον TNT2 WH NA NIV SBL
  4. Footnote * ⸂ ἐπηρώτων RP f 35 TR ¦ ἐπηρώτα TNT2 WH NA NIV SBL
  5. Footnote * ⸉ πάντα ταῦτα συντελεῖσθαι RP f 35 TR ¦ ταῦτα συντελεῖσθαι πάντα TNT2 WH NA NIV SBL
  6. Footnote * ⸋ ἀποκριθεὶς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  7. Footnote * ⸉ αὐτοῖς ἤρξατο λέγειν RP f 35 TR ¦ ἤρξατο λέγειν αὐτοῖς TNT2 WH NA NIV SBL
  8. Footnote * ⸋ γὰρ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  9. Footnote * ⸂ ἀκούσητε RP f 35 TR WH NA NIV SBL ¦ ἀκούετε TNT2
  10. Footnote * ⸋ γὰρ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  11. Footnote * ⸂ καὶ ἔσονται … καὶ ἔσονται RP f 35 TR ¦ ἔσονται … καὶ ἔσονται TNT2 ¦ ἔσονται … ἔσονται WH NA NIV SBL
  12. Footnote * ⸋ καὶ ταραχαί RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  13. Footnote * ⸂2 ἀρχαὶ RP f 35 TR ¦ ἀρχὴ TNT2 WH NA NIV SBL
  14. Footnote * ⸋ γὰρ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  15. Footnote * ⸂ σταθήσεσθε RP TR TNT2 WH NA NIV SBL ¦ ἀχθήσεσθε f 35
  16. Footnote * ⸉ δεῖ πρῶτον RP f 35 TR ¦ πρῶτον δεῖ TNT2 WH NA NIV SBL
  17. Footnote * ⸂ Ὅταν δὲ RP f 35 TR ¦ Καὶ ὅταν TNT2 WH NA NIV SBL
  18. Footnote * ⸂2 ἀγάγωσιν RP TR ¦ ἄγωσιν f 35 TNT2 WH NA NIV SBL
  19. Footnote * ⸂3 λαλήσητε RP TR TNT2 WH NA NIV SBL ¦ λαλήσετε f 35
  20. Footnote * ⸋ μηδὲ μελετᾶτε RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  21. Footnote * ⸂ Παραδώσει δὲ RP f 35 TR ¦ Καὶ παραδώσει TNT2 WH NA NIV SBL
  22. Footnote * ⸋ τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  23. Footnote * ⸂ ἑστὼς RP f 35 ¦ ἑστὸς TR ¦ ἑστηκότα TNT2 WH NA NIV SBL
  24. Footnote * ⸋ δὲ RP f 35 TR TNT2 NA27+28 NIV11 ¦ – WH NA25 NIV73 SBL
  25. Footnote * ⸋2 εἰς τὴν οἰκίαν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  26. Footnote * ⸉ ἆραί τι RP f 35 TR NA27+28 NIV ¦ τι ἆραι TNT2 WH NA25 SBL
  27. Footnote * ⸋ ὢν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  28. Footnote * ⸋ ἡ φυγὴ ὑμῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  29. Footnote * ⸂ ἧς RP f 35 TR ¦ ἣν TNT2 WH NA NIV SBL
  30. Footnote * ⸉ κύριος ἐκολόβωσεν RP f 35 TNT2 ¦ κύριος ἐκολόβωσε TR ¦ ἐκολόβωσεν κύριος WH NA NIV SBL
  31. Footnote * ⸆ – RP f 35 ¦ Καὶ TR TNT2 WH NA NIV SBL
  32. Footnote * ⸂ Ἰδού … Ἰδού RP f 35 TR ¦ Ἴδε … Ἴδε TNT2 WH NA NIV SBL
  33. Footnote * ⸋ ἢ RP TR TNT2 ¦ – f 35 WH NA NIV SBL
  34. Footnote * ⸂2 πιστεύετε RP TNT2 WH NA NIV SBL ¦ πιστεύσητε f 35 TR
  35. Footnote * ⸂ γὰρ RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ δὲ NA25
  36. Footnote * ⸂2 δώσουσιν RP f 35 TNT2 WH NA27+28 NIV SBL ¦ δώσουσι TR ¦ ποιήσουσιν NA25
  37. Footnote * ⸋ καὶ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  38. Footnote * ⸋ ἰδού RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  39. Footnote * ⸂ οἱ ἀστέρες τοῦ οὐρανοῦ ἔσονται ἐκπίπτοντες RP f 35 TR ¦ οἱ ἀστέρες ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες TNT2 WH NA NIV SBL
  40. Footnote * ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  41. Footnote * ⸋2 αὐτοῦ RP f 35 TR WH NA NIV ¦ – TNT2 SBL
  42. Footnote * ⸉ αὐτῆς ἤδη ὁ κλάδος RP TR ¦ ἤδη ὁ κλάδος αὐτῆς f 35 TNT2 WH NA NIV SBL
  43. Footnote * ⸂ γινώσκετε RP TR TNT2 WH NA NIV SBL ¦ γινώσκεται f 35
  44. Footnote * ⸉ ταῦτα ἴδητε RP f 35 TR ¦ ἴδητε ταῦτα TNT2 WH NA NIV SBL
  45. Footnote * ⸉ πάντα ταῦτα RP f 35 TR ¦ ταῦτα πάντα TNT2 WH NA NIV SBL
  46. Footnote * ⸂ παρελεύσεται RP f 35 ¦ παρελεύσονται TR TNT2 WH NA NIV SBL
  47. Footnote * ⸋ μὴ RP f 35 TR NA27+28 NIV SBL ¦ – TNT2 WH NA25
  48. Footnote * ⸂2 παρέλθωσιν RP f 35 ¦ παρέλθωσι TR ¦ παρελεύσονται TNT2 WH NA NIV SBL
  49. Footnote * ⸂ ἢ RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ TR
  50. Footnote * ⸆ – RP f 35 ¦ τῆς TR TNT2 WH NA NIV SBL
  51. Footnote * ⸋ οἱ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  52. Footnote * ⸆2 – RP TR TNT2 WH NA NIV SBL ¦ τῷ f 35
  53. Footnote * ⸂ καὶ προσεύχεσθε RP TR TNT2 ¦ προσεύχεσθε f 35 ¦ – WH NA NIV SBL
  54. Footnote * ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  55. Footnote * ⸆ – RP f 35 TR ¦ ἢ TNT2 WH NA NIV SBL
  56. Footnote * ⸂ μεσονυκτίου RP f 35 TR ¦ μεσονύκτιον TNT2 WH NA NIV SBL
  57. Footnote * ⸂ Ἃ RP f 35 TR ¦ Ὃ TNT2 WH NA NIV SBL

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.