Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΜΑΡΚΟΝ 14

Ἦν δὲ τὸ Πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας· καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν· ἔλεγον 1⸂δέ,⸃ Μὴ ἐν τῇ ἑορτῇ, μήποτε 2⸉θόρυβος ἔσται⸊ τοῦ λαοῦ.

Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ, ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, κατακειμένου αὐτοῦ, ἦλθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς· 3⸋καὶ⸌ συντρίψασα 4⸂τὸ⸃ ἀλάβαστρον, κατέχεεν αὐτοῦ 5⸋2κατὰ⸌ τῆς κεφαλῆς. Ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ἑαυτούς, 6⸋καὶ λέγοντες,⸌ Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν; Ἠδύνατο γὰρ τοῦτο 7⸆ πραθῆναι ἐπάνω 8⸉τριακοσίων δηναρίων,⸊ καὶ δοθῆναι τοῖς πτωχοῖς. Καὶ ἐνεβριμῶντο αὐτῇ. Ὁ δὲ Ἰησοῦς εἶπεν, Ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; Καλὸν ἔργον εἰργάσατο 9⸂ἐν ἐμοί.⸃ Πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾽ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε 10⸂αὐτοὺς⸃ 11⸆ εὖ ποιῆσαι· ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. Ὃ 12⸂ἔσχεν⸃ 13⸋αὕτη⸌ ἐποίησεν· προέλαβεν μυρίσαι 14⸉μου τὸ σῶμα⸊ εἰς τὸν ἐνταφιασμόν. Ἀμὴν 15⸋δὲ⸌ λέγω ὑμῖν, ὅπου 16⸂ἐὰν⸃ κηρυχθῇ τὸ εὐαγγέλιον 17⸋2τοῦτο⸌ εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.

Καὶ 18⸋ὁ⸌ Ἰούδας ὁ Ἰσκαριώτης, 19⸆ εἷς τῶν δώδεκα, ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς, ἵνα 20⸉παραδῷ αὐτὸν⸊ αὐτοῖς. Οἱ δὲ ἀκούσαντες ἐχάρησαν, καὶ ἐπηγγείλαντο αὐτῷ 21⸂ἀργύριον⸃ δοῦναι· καὶ ἐζήτει πῶς 22⸉εὐκαίρως αὐτὸν παραδῷ.⸊

Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ Πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, Ποῦ θέλεις ἀπελθόντες 23⸂ἑτοιμάσωμεν⸃ ἵνα φάγῃς τὸ Πάσχα; Καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ, καὶ λέγει αὐτοῖς, Ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ, καὶ ὅπου 24⸂ἐὰν⸃ εἰσέλθῃ, εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι Ὁ διδάσκαλος λέγει, Ποῦ ἐστιν τὸ κατάλυμα, 25⸆ ὅπου τὸ Πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; Καὶ αὐτὸς ὑμῖν δείξει ἀνώγεον μέγα ἐστρωμένον ἕτοιμον· 26⸆ ἐκεῖ ἑτοιμάσατε ἡμῖν. Καὶ ἐξῆλθον οἱ μαθηταὶ 27⸋αὐτοῦ,⸌ καὶ ἦλθον εἰς τὴν πόλιν, καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ Πάσχα.

Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα. Καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων, 28⸉εἶπεν ὁ Ἰησοῦς,⸊ Ἀμὴν λέγω ὑμῖν, ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετ᾽ ἐμοῦ. 29⸋Οἱ δὲ⸌ ἤρξαντο λυπεῖσθαι, καὶ λέγειν αὐτῷ εἷς καθ᾽ εἷς, Μήτι ἐγώ; 30⸋2Καὶ ἄλλος, Μήτι ἐγώ;⸌ Ὁ δὲ 31⸋ἀποκριθεὶς⸌ εἶπεν αὐτοῖς, Εἷς 32⸋2ἐκ⸌ τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετ᾽ ἐμοῦ εἰς τὸ 33⸆ τρυβλίον. 34⸆ Ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει, καθὼς γέγραπται περὶ αὐτοῦ· οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν 35⸋ἦν⸌ αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.

Καὶ ἐσθιόντων αὐτῶν, λαβὼν 36⸋ὁ Ἰησοῦς⸌ ἄρτον 37⸆ εὐλογήσας ἔκλασεν, καὶ ἔδωκεν αὐτοῖς, καὶ εἶπεν, Λάβετε, 38⸋2φάγετε·⸌ τοῦτό ἐστιν τὸ σῶμά μου. Καὶ λαβὼν 39⸋τὸ⸌ ποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς· καὶ ἔπιον ἐξ αὐτοῦ πάντες. Καὶ εἶπεν αὐτοῖς, Τοῦτό ἐστιν τὸ αἷμά μου, 40⸋τὸ⸌ τῆς 41⸋2καινῆς⸌ διαθήκης, τὸ 42⸂περὶ πολλῶν ἐκχυνόμενον.⸃ Ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου, ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.

Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν Ἐλαιῶν.

Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι Πάντες σκανδαλισθήσεσθε 43⸋ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ·⸌ ὅτι γέγραπται, Πατάξω τὸν ποιμένα, καὶ 44⸂διασκορπισθήσεται τὰ πρόβατα.⸃ 45⸂Ἀλλὰ μετὰ⸃ τὸ ἐγερθῆναί με, προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. Ὁ δὲ Πέτρος ἔφη αὐτῷ, 46⸉Καὶ εἰ⸊ πάντες σκανδαλισθήσονται, ἀλλ᾽ οὐκ ἐγώ. Καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς, Ἀμὴν λέγω σοι, ὅτι 47⸋σὺ⸌ σήμερον 48⸋2ἐν⸌ 49⸉τῇ νυκτὶ ταύτῃ,⸊ πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι, τρὶς 50⸉2ἀπαρνήσῃ με.⸊ Ὁ δὲ 51⸂ἐκπερισσοῦ ἔλεγεν μᾶλλον,⸃ Ἐάν 52⸉με δέῃ⸊ συναποθανεῖν σοι, οὐ μή σε 53⸂2ἀπαρνήσωμαι.⸃ Ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.

Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανῆ· καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ, Καθίσατε ὧδε, ἕως 54⸂προσεύξωμαι.⸃ Καὶ παραλαμβάνει 55⸂τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην⸃ 56⸂2μεθ᾽ ἑαυτοῦ,⸃ καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν. Καὶ λέγει αὐτοῖς, Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε. Καὶ 57⸂προσελθὼν⸃ μικρόν, 58⸂2ἔπεσεν⸃ ἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα, εἰ δυνατόν ἐστιν, παρέλθῃ ἀπ᾽ αὐτοῦ ἡ ὥρα. Καὶ ἔλεγεν, Ἀββᾶ, ὁ πατήρ, πάντα δυνατά σοι. Παρένεγκε τὸ ποτήριον 59⸉ἀπ᾽ ἐμοῦ τοῦτο·⸊ ἀλλ᾽ οὐ τί ἐγὼ θέλω, ἀλλὰ τί σύ. Καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ, Σίμων, καθεύδεις; Οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι; Γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ 60⸂εἰσέλθητε⸃ εἰς πειρασμόν. Τὸ μὲν πνεῦμα πρόθυμον, ἡ δὲ σὰρξ ἀσθενής. Καὶ πάλιν ἀπελθὼν προσηύξατο, τὸν αὐτὸν λόγον εἰπών. Καὶ 61⸂ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν⸃ καθεύδοντας· ἦσαν γὰρ 62⸉οἱ ὀφθαλμοὶ αὐτῶν⸊ 63⸂2βεβαρημένοι,⸃ καὶ οὐκ ᾔδεισαν τί 64⸉2αὐτῷ ἀποκριθῶσιν.⸊ Καὶ ἔρχεται τὸ τρίτον, καὶ λέγει αὐτοῖς, Καθεύδετε 65⸆ λοιπὸν καὶ ἀναπαύεσθε. Ἀπέχει· ἦλθεν ἡ ὥρα· ἰδού, παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν. Ἐγείρεσθε, ἄγωμεν· ἰδού, ὁ παραδιδούς με ἤγγικεν.

Καὶ 66⸂εὐθέως,⸃ ἔτι αὐτοῦ λαλοῦντος, παραγίνεται 67⸆ Ἰούδας, 68⸆2 εἷς 69⸋ὢν⸌ τῶν δώδεκα, καὶ μετ᾽ αὐτοῦ ὄχλος 70⸋2πολὺς⸌ μετὰ μαχαιρῶν καὶ ξύλων, παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων. Δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς, λέγων, Ὃν ἂν φιλήσω, αὐτός ἐστιν· κρατήσατε αὐτόν, καὶ 71⸂ἀπαγάγετε⸃ ἀσφαλῶς. Καὶ ἐλθών, 72⸂εὐθέως⸃ προσελθὼν αὐτῷ λέγει 73⸋αὐτῷ,⸌ Ῥαββί, 74⸋2ῥαββί·⸌ καὶ κατεφίλησεν αὐτόν. Οἱ δὲ ἐπέβαλον 75⸂ἐπ᾽ αὐτὸν τὰς χεῖρας αὐτῶν,⸃ καὶ ἐκράτησαν αὐτόν. Εἷς δέ 76⸋τις⸌ τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως, καὶ ἀφεῖλεν αὐτοῦ τὸ 77⸂ὠτίον.⸃ Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Ὡς ἐπὶ λῃστὴν ἐξήλθετε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; Καθ᾽ ἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με· ἀλλ᾽ ἵνα πληρωθῶσιν αἱ γραφαί. Καὶ ἀφέντες αὐτὸν 78⸉πάντες ἔφυγον.⸊

Καὶ 79⸋εἷς⸌ 80⸉τις νεανίσκος⸊ 81⸂ἠκολούθησεν⸃ αὐτῷ, περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ. Καὶ κρατοῦσιν αὐτὸν 82⸋2οἱ νεανίσκοι·⸌ ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ἔφυγεν 83⸋ἀπ᾽ αὐτῶν.⸌

Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα· καὶ συνέρχονται 84⸋αὐτῷ⸌ πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς. Καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως· καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν, καὶ θερμαινόμενος πρὸς τὸ φῶς. Οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν, εἰς τὸ θανατῶσαι αὐτόν· καὶ οὐχ εὕρισκον. Πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν. Καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατ᾽ αὐτοῦ, λέγοντες ὅτι Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι Ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον, καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω. Καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν. Καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς 85⸆ μέσον ἐπηρώτησεν τὸν Ἰησοῦν, λέγων, Οὐκ ἀποκρίνῃ οὐδέν; Τί οὗτοί σου καταμαρτυροῦσιν; Ὁ δὲ ἐσιώπα, καὶ 86⸂οὐδὲν ἀπεκρίνατο.⸃ Πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτόν, καὶ λέγει αὐτῷ, Σὺ εἶ ὁ χριστός, ὁ υἱὸς τοῦ εὐλογητοῦ; Ὁ δὲ Ἰησοῦς εἶπεν, Ἐγώ εἰμι. Καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου 87⸉ἐκ δεξιῶν καθήμενον⸊ τῆς δυνάμεως, καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ. Ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει, Τί ἔτι χρείαν ἔχομεν μαρτύρων; Ἠκούσατε τῆς βλασφημίας· τί ὑμῖν φαίνεται; Οἱ δὲ πάντες κατέκριναν αὐτὸν 88⸉εἶναι ἔνοχον⸊ θανάτου. Καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ, καὶ περικαλύπτειν 89⸉τὸ πρόσωπον αὐτοῦ,⸊ καὶ κολαφίζειν αὐτόν, καὶ λέγειν αὐτῷ, Προφήτευσον· καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν 90⸂ἔβαλλον.⸃

Καὶ ὄντος τοῦ Πέτρου 91⸉ἐν τῇ αὐλῇ κάτω,⸊ ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως, καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον, ἐμβλέψασα αὐτῷ λέγει, Καὶ σὺ 92⸂μετὰ τοῦ Ναζαρηνοῦ Ἰησοῦ ἦσθα.⸃ Ὁ δὲ ἠρνήσατο, λέγων, 93⸂Οὐκ⸃ οἶδα, 94⸂2οὐδὲ⸃ ἐπίσταμαι 95⸉τί σὺ⸊ λέγεις. Καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον· 96⸂3καὶ ἀλέκτωρ ἐφώνησεν.⸃ Καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν 97⸉πάλιν ἤρξατο⸊ λέγειν τοῖς παρεστηκόσιν ὅτι Οὗτος ἐξ αὐτῶν ἐστίν. Ὁ δὲ πάλιν ἠρνεῖτο. Καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ, Ἀληθῶς ἐξ αὐτῶν εἶ· καὶ γὰρ Γαλιλαῖος εἶ, 98⸋καὶ ἡ λαλιά σου ὁμοιάζει.⸌ Ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ 99⸂ὀμνύναι⸃ ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε. Καὶ 100⸆ ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν. Καὶ ἀνεμνήσθη ὁ Πέτρος 101⸂τὸ ῥῆμα ὃ⸃ εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Πρὶν ἀλέκτορα 102⸉φωνῆσαι δίς,⸊ 103⸉2ἀπαρνήσῃ με τρίς.⸊ Καὶ ἐπιβαλὼν ἔκλαιεν.

Source notes (103)
  1. Footnote * ⸂ δέ RP f 35 TR ¦ γάρ TNT2 WH NA NIV SBL
  2. Footnote * ⸉ θόρυβος ἔσται RP f 35 TR ¦ ἔσται θόρυβος TNT2 WH NA NIV SBL
  3. Footnote * ⸋ καὶ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  4. Footnote * ⸂ τὸ RP f 35 TR ¦ τὴν TNT2 WH NA NIV SBL
  5. Footnote * ⸋2 κατὰ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  6. Footnote * ⸋ καὶ λέγοντες RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  7. Footnote * ⸆ – RP f 35 TR ¦ τὸ μύρον TNT2 WH NA NIV SBL
  8. Footnote * ⸉ τριακοσίων δηναρίων RP f 35 TR ¦ δηναρίων τριακοσίων TNT2 WH NA NIV SBL
  9. Footnote * ⸂ ἐν ἐμοί RP f 35 TNT2 WH NA NIV SBL ¦ εἰς ἐμέ TR
  10. Footnote * ⸂ αὐτοὺς RP f 35 TR ¦ αὐτοῖς TNT2 WH NA NIV SBL
  11. Footnote * ⸆ – RP f 35 TR TNT2 NA NIV SBL ¦ πάντοτε WH
  12. Footnote * ⸂ ἔσχεν RP f 35 TNT2 WH NA NIV SBL ¦ εἶχεν TR
  13. Footnote * ⸋ αὕτη RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  14. Footnote * ⸉ μου τὸ σῶμα RP f 35 TR ¦ τὸ σῶμά μου TNT2 WH NA NIV SBL
  15. Footnote * ⸋ δὲ TNT2 WH NA NIV SBL ¦ – RP f 35 TR
  16. Footnote * ⸂ ἐὰν RP f 35 WH NA NIV SBL ¦ ἂν TR TNT2
  17. Footnote * ⸋2 τοῦτο RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  18. Footnote * ⸋ ὁ RP TR ¦ – f 35 TNT2 WH NA NIV SBL
  19. Footnote * ⸆ – RP f 35 TR ¦ ὁ TNT2 WH NA NIV SBL
  20. Footnote * ⸉ παραδῷ αὐτὸν RP f 35 TR ¦ αὐτὸν παραδοῖ TNT2 WH NA NIV SBL
  21. Footnote * ⸂ ἀργύριον RP TR TNT2 WH NA NIV SBL ¦ ἀργύρια f 35
  22. Footnote * ⸉ εὐκαίρως αὐτὸν παραδῷ RP f 35 TR ¦ αὐτὸν εὐκαίρως παραδοῖ TNT2 WH NA NIV SBL
  23. Footnote * ⸂ ἑτοιμάσωμεν RP TR TNT2 WH NA NIV SBL ¦ ἑτοιμάσομεν f 35
  24. Footnote * ⸂ ἐὰν RP f 35 TR WH NA NIV SBL ¦ ἂν TNT2
  25. Footnote * ⸆ – RP f 35 TR ¦ μου TNT2 WH NA NIV SBL
  26. Footnote * ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL
  27. Footnote * ⸋ αὐτοῦ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  28. Footnote * ⸉ εἶπεν ὁ Ἰησοῦς RP f 35 TR TNT2 ¦ ὁ Ἰησοῦς εἶπεν WH NA NIV SBL
  29. Footnote * ⸋ Οἱ δὲ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  30. Footnote * ⸋2 Καὶ ἄλλος, Μήτι ἐγώ; RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  31. Footnote * ⸋ ἀποκριθεὶς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  32. Footnote * ⸋2 ἐκ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  33. Footnote * ⸆ – RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ἓν WH NA25
  34. Footnote * ⸆ – RP f 35 TR ¦ Ὅτι TNT2 WH NA NIV SBL
  35. Footnote * ⸋ ἦν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  36. Footnote * ⸋ ὁ Ἰησοῦς RP f 35 TR TNT2 NIV73 ¦ – WH NA NIV11 SBL
  37. Footnote * ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ καὶ f 35
  38. Footnote * ⸋2 φάγετε RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  39. Footnote * ⸋ τὸ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  40. Footnote * ⸋ τὸ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  41. Footnote * ⸋2 καινῆς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  42. Footnote * ⸂ περὶ πολλῶν ἐκχυνόμενον RP f 35 TR ¦ ἐκχυννόμενον ὑπὲρ πολλῶν TNT2 WH NA NIV SBL
  43. Footnote * ⸋ ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  44. Footnote * ⸂ διασκορπισθήσεται τὰ πρόβατα RP f 35 TR ¦ τὰ πρόβατα διασκορπισθήσονται TNT2 WH NA NIV SBL
  45. Footnote * ⸂ Ἀλλὰ μετὰ RP TR TNT2 WH NA NIV SBL ¦ Μετὰ δὲ f 35
  46. Footnote * ⸉ Καὶ εἰ RP f 35 TR ¦ Εἰ καὶ TNT2 WH NA NIV SBL
  47. Footnote * ⸋ σὺ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR
  48. Footnote * ⸋2 ἐν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  49. Footnote * ⸉ τῇ νυκτὶ ταύτῃ RP f 35 TR ¦ ταύτῃ τῇ νυκτὶ TNT2 WH NA NIV SBL
  50. Footnote * ⸉2 ἀπαρνήσῃ με RP f 35 TR ¦ με ἀπαρνήσῃ TNT2 WH NA NIV SBL
  51. Footnote * ⸂ ἐκπερισσοῦ ἔλεγεν μᾶλλον RP f 35 ¦ ἐκπερισσοῦ ἔλεγε μᾶλλον TR ¦ ἐκπερισσῶς ἐλάλει TNT2 WH NA NIV SBL
  52. Footnote * ⸉ με δέῃ RP f 35 TR ¦ δέῃ με TNT2 WH NA NIV SBL
  53. Footnote * ⸂2 ἀπαρνήσωμαι RP f 35 ¦ ἀπαρνήσομαι TR TNT2 WH NA NIV SBL
  54. Footnote * ⸂ προσεύξωμαι RP TR TNT2 WH NA NIV SBL ¦ προσεύξομαι f 35
  55. Footnote * ⸂ τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην RP f 35 TNT2 NIV73 SBL ¦ τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ Ἰωάννην TR ¦ τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάνην WH ¦ τὸν Πέτρον καὶ τὸν Ἰάκωβον καὶ τὸν Ἰωάννην NA NIV11
  56. Footnote * ⸂2 μεθ᾽ ἑαυτοῦ RP f 35 TR ¦ μετ᾽ αὐτοῦ TNT2 WH NA NIV SBL
  57. Footnote * ⸂ προσελθὼν RP ¦ προελθὼν f 35 TR TNT2 WH NA NIV SBL
  58. Footnote * ⸂2 ἔπεσεν RP f 35 TR TNT2 ¦ ἔπιπτεν WH NA NIV SBL
  59. Footnote * ⸉ ἀπ᾽ ἐμοῦ τοῦτο RP f 35 TR ¦ τοῦτο ἀπ᾽ ἐμοῦ TNT2 WH NA NIV SBL
  60. Footnote * ⸂ εἰσέλθητε RP f 35 TR TNT2 ¦ ἔλθητε WH NA NIV SBL
  61. Footnote * ⸂ ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν RP f 35 TR ¦ ἐλθὼν εὗρεν αὐτοὺς TNT2 ¦ πάλιν ἐλθὼν εὗρεν αὐτοὺς WH NA NIV SBL
  62. Footnote * ⸉ οἱ ὀφθαλμοὶ αὐτῶν RP f 35 TR TNT2 ¦ αὐτῶν οἱ ὀφθαλμοὶ WH NA NIV SBL
  63. Footnote * ⸂2 βεβαρημένοι RP TR ¦ καταβαρυνόμενοι f 35 TNT2 WH NA NIV SBL
  64. Footnote * ⸉2 αὐτῷ ἀποκριθῶσιν RP f 35 ¦ αὐτῷ ἀποκριθῶσι TR ¦ ἀποκριθῶσιν αὐτῷ TNT2 WH NA NIV SBL
  65. Footnote * ⸆ – RP f 35 TNT2 ¦ τὸ TR WH NA NIV SBL
  66. Footnote * ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL
  67. Footnote * ⸆ – RP f 35 TR NA27+28 NIV SBL ¦ ὁ TNT2 WH NA25
  68. Footnote * ⸆2 – RP f 35 TR WH NA NIV SBL ¦ ὁ Ἰσκαριώτης TNT2
  69. Footnote * ⸋ ὢν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  70. Footnote * ⸋2 πολὺς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  71. Footnote * ⸂ ἀπαγάγετε RP f 35 TR ¦ ἀπάγετε TNT2 WH NA NIV SBL
  72. Footnote * ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL
  73. Footnote * ⸋ αὐτῷ RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL
  74. Footnote * ⸋2 ῥαββί RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  75. Footnote * ⸂ ἐπ᾽ αὐτὸν τὰς χεῖρας αὐτῶν RP f 35 TR ¦ τὰς χεῖρας αὐτῷ TNT2 WH NA NIV SBL
  76. Footnote * ⸋ τις RP f 35 TR WH NA NIV SBL ¦ – TNT2
  77. Footnote * ⸂ ὠτίον RP f 35 TR ¦ ὠτάριον TNT2 WH NA NIV SBL
  78. Footnote * ⸉ πάντες ἔφυγον RP f 35 TR ¦ ἔφυγον πάντες TNT2 WH NA NIV SBL
  79. Footnote * ⸋ εἷς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  80. Footnote * ⸉ τις νεανίσκος RP f 35 TR ¦ νεανίσκος τις TNT2 WH NA NIV SBL
  81. Footnote * ⸂ ἠκολούθησεν RP f 35 ¦ ἠκολούθει TR ¦ συνηκολούθει TNT2 WH NA NIV SBL
  82. Footnote * ⸋2 οἱ νεανίσκοι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  83. Footnote * ⸋ ἀπ᾽ αὐτῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  84. Footnote * ⸋ αὐτῷ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  85. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τὸ TR
  86. Footnote * ⸂ οὐδὲν ἀπεκρίνατο RP f 35 TR ¦ οὐκ ἀπεκρίνατο οὐδέν TNT2 WH NA NIV SBL
  87. Footnote * ⸉ ἐκ δεξιῶν καθήμενον RP f 35 TNT2 WH NA NIV SBL ¦ καθήμενον ἐκ δεξιῶν TR
  88. Footnote * ⸉ εἶναι ἔνοχον RP f 35 TR ¦ ἔνοχον εἶναι TNT2 WH NA NIV SBL
  89. Footnote * ⸉ τὸ πρόσωπον αὐτοῦ RP f 35 TR ¦ αὐτοῦ τὸ πρόσωπον TNT2 WH NA NIV SBL
  90. Footnote * ⸂ ἔβαλλον RP f 35 TR ¦ ἔλαβον TNT2 WH NA NIV SBL
  91. Footnote * ⸉ ἐν τῇ αὐλῇ κάτω RP f 35 TR ¦ κάτω ἐν τῇ αὐλῇ TNT2 WH NA NIV SBL
  92. Footnote * ⸂ μετὰ τοῦ Ναζαρηνοῦ Ἰησοῦ ἦσθα RP f 35 TR ¦ μετὰ τοῦ Ναζαρηνοῦ ἦσθα, τοῦ Ἰησοῦ TNT2 WH NA NIV SBL
  93. Footnote * ⸂ Οὐκ RP f 35 TR ¦ Οὔτε TNT2 WH NA NIV SBL
  94. Footnote * ⸂2 οὐδὲ RP TR ¦ οὔτε f 35 TNT2 WH NA NIV SBL
  95. Footnote * ⸉ τί σὺ RP f 35 TR ¦ σὺ τί TNT2 WH NA NIV SBL
  96. Footnote * ⸂3 καὶ ἀλέκτωρ ἐφώνησεν RP f 35 TNT2 NA27+28 SBL ¦ καὶ ἀλέκτωρ ἐφώνησε TR ¦ – WH NA25 NIV
  97. Footnote * ⸉ πάλιν ἤρξατο RP f 35 TR TNT2 ¦ ἤρξατο πάλιν WH NA NIV SBL
  98. Footnote * ⸋ καὶ ἡ λαλιά σου ὁμοιάζει RP f 35 TR SBL ¦ – TNT2 WH NA NIV
  99. Footnote * ⸂ ὀμνύναι RP f 35 TNT2 WH NA NIV SBL ¦ ὀμνύειν TR
  100. Footnote * ⸆ – RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL
  101. Footnote * ⸂ τὸ ῥῆμα ὃ RP f 35 ¦ τοῦ ῥήματος οὖ TR ¦ τὸ ῥῆμα ὡς TNT2 WH NA NIV SBL
  102. Footnote * ⸉ φωνῆσαι δίς RP f 35 TR NA27+28 NIV SBL ¦ δὶς φωνῆσαι TNT2 WH NA25
  103. Footnote * ⸉2 ἀπαρνήσῃ με τρίς RP f 35 TR ¦ τρίς με ἀπαρνήσῃ TNT2 WH NA NIV SBL

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.