Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΛΟΥΚΑΝ 6

Ἐγένετο δὲ ἐν σαββάτῳ 1⸋δευτεροπρώτῳ⸌ διαπορεύεσθαι αὐτὸν διὰ 2⸋2τῶν⸌ σπορίμων· καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ 3⸉τοὺς στάχυας, καὶ ἤσθιον,⸊ ψώχοντες ταῖς χερσίν. Τινὲς δὲ τῶν Φαρισαίων εἶπον 4⸋αὐτοῖς,⸌ Τί ποιεῖτε ὃ οὐκ ἔξεστιν 5⸋2ποιεῖν ἐν⸌ τοῖς σάββασιν; Καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ Ἰησοῦς, Οὐδὲ τοῦτο ἀνέγνωτε, ὃ ἐποίησεν Δαυίδ, 6⸂ὁπότε⸃ ἐπείνασεν αὐτὸς καὶ οἱ μετ᾽ αὐτοῦ 7⸋ὄντες;⸌ 8⸋Ὡς⸌ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ, καὶ τοὺς ἄρτους τῆς προθέσεως 9⸂ἔλαβεν, καὶ⸃ ἔφαγεν, καὶ ἔδωκεν 10⸋2καὶ⸌ τοῖς μετ᾽ αὐτοῦ, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς; Καὶ ἔλεγεν αὐτοῖς 11⸋ὅτι⸌ 12⸂Κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.⸃

Ἐγένετο δὲ 13⸋καὶ⸌ ἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν· καὶ ἦν 14⸉ἐκεῖ ἄνθρωπος,⸊ καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά. 15⸂Παρετήρουν⸃ δὲ 16⸆ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι, εἰ 17⸋ἐν⸌ τῷ σαββάτῳ 18⸂2θεραπεύσει·⸃ ἵνα εὕρωσιν 19⸂3κατηγορίαν⸃ αὐτοῦ. Αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν, 20⸂καὶ εἶπεν⸃ τῷ 21⸂2ἀνθρώπῳ⸃ τῷ ξηρὰν ἔχοντι τὴν χεῖρα, 22⸂3Ἔγειραι,⸃ καὶ στῆθι εἰς τὸ μέσον. 23⸂4Ὁ δὲ⸃ ἀναστὰς ἔστη. Εἶπεν 24⸂οὖν⸃ ὁ Ἰησοῦς πρὸς αὐτούς, 25⸂2Ἐπερωτήσω⸃ ὑμᾶς 26⸂3τί,⸃ Ἔξεστιν 27⸂4τοῖς σάββασιν,⸃ ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι; Ψυχὴν σῶσαι ἢ 28⸂5ἀποκτεῖναι;⸃ Καὶ περιβλεψάμενος πάντας αὐτούς, εἶπεν 29⸂αὐτῷ,⸃ Ἔκτεινον τὴν χεῖρά σου. Ὁ δὲ ἐποίησεν 30⸆ καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ 31⸂2ὑγιὴς ὡς ἡ ἄλλη.⸃ Αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας· καὶ διελάλουν πρὸς ἀλλήλους, τί ἂν ποιήσειαν τῷ Ἰησοῦ.

Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις 32⸂ἐξῆλθεν⸃ εἰς τὸ ὄρος προσεύξασθαι· καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ θεοῦ. Καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησεν τοὺς μαθητὰς αὐτοῦ· καὶ ἐκλεξάμενος ἀπ᾽ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασεν, Σίμωνα ὃν καὶ ὠνόμασεν Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, 33⸆ Ἰάκωβον καὶ Ἰωάννην, 34⸆2 Φίλιππον καὶ Βαρθολομαῖον, 35⸆ Ματθαῖον καὶ Θωμᾶν, 36⸆2 Ἰάκωβον 37⸋τὸν⸌ 38⸋2τοῦ⸌ Ἁλφαίου, καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτήν, 39⸆ Ἰούδαν Ἰακώβου, καὶ Ἰούδαν Ἰσκαριώτην, ὃς 40⸋καὶ⸌ ἐγένετο προδότης, Καὶ καταβὰς μετ᾽ αὐτῶν, ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος 41⸆ μαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ 42⸂ὀχλούμενοι ὑπὸ⸃ πνευμάτων ἀκαθάρτων, 43⸋καὶ⸌ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος 44⸂ἐζήτει⸃ ἅπτεσθαι αὐτοῦ· ὅτι δύναμις παρ᾽ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.

Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγεν, Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ. Μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. Μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε. Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου. 45⸂Χάρητε⸃ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε· ἰδοὺ γάρ, ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ 46⸂2ταῦτα⸃ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν.

Πλὴν οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν. 47⸂Οὐαὶ ὑμῖν, οἱ ἐμπεπλησμένοι, 48⸆ ὅτι πεινάσετε. Οὐαὶ ὑμῖν, οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε. Οὐαὶ⸃ ὅταν 49⸉καλῶς ὑμᾶς εἴπωσιν⸊ 50⸆ οἱ ἄνθρωποι· κατὰ 51⸂ταῦτα⸃ γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν.

Ἀλλ᾽ ὑμῖν λέγω τοῖς ἀκούουσιν, Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς, εὐλογεῖτε τοὺς καταρωμένους 52⸂ὑμῖν,⸃ 53⸆ προσεύχεσθε 54⸂2ὑπὲρ⸃ τῶν ἐπηρεαζόντων ὑμᾶς. Τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα, πάρεχε καὶ τὴν ἄλλην· καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον, καὶ τὸν χιτῶνα μὴ κωλύσῃς. Παντὶ 55⸋δὲ⸌ 56⸋2τῷ⸌ αἰτοῦντί σε δίδου· καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει. Καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, 57⸋καὶ ὑμεῖς⸌ ποιεῖτε αὐτοῖς ὁμοίως. Καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; Καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσιν. Καὶ 58⸆ ἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; Καὶ 59⸋γὰρ⸌ οἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσιν. Καὶ ἐὰν 60⸂δανείζητε⸃ παρ᾽ ὧν ἐλπίζετε 61⸂2ἀπολαβεῖν,⸃ ποία ὑμῖν χάρις ἐστίν; Καὶ 62⸋γὰρ⸌ 63⸆ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσιν, ἵνα ἀπολάβωσιν τὰ ἴσα. Πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καὶ ἀγαθοποιεῖτε, καὶ δανείζετε, μηδὲν ἀπελπίζοντες· καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ 64⸆ ὑψίστου· ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς. Γίνεσθε 65⸋οὖν⸌ οἰκτίρμονες, καθὼς 66⸋2καὶ⸌ ὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν. 67⸂Καὶ μὴ κρίνετε, καὶ οὐ μὴ κριθῆτε. Μὴ καταδικάζετε,⸃ καὶ οὐ μὴ καταδικασθῆτε· ἀπολύετε, καὶ ἀπολυθήσεσθε· δίδοτε, καὶ δοθήσεται ὑμῖν· μέτρον καλόν, 68⸂πεπιεσμένον καὶ σεσαλευμένον καὶ ὑπερεκχυνόμενον⸃ δώσουσιν εἰς τὸν κόλπον ὑμῶν. 69⸂2Τῷ γὰρ αὐτῷ μέτρῳ ᾧ⸃ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν.

Εἶπεν δὲ 70⸆ παραβολὴν αὐτοῖς, Μήτι δύναται τυφλὸς τυφλὸν ὁδηγεῖν; Οὐχὶ ἀμφότεροι εἰς βόθυνον 71⸂πεσοῦνται;⸃ Οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον 72⸋αὐτοῦ·⸌ κατηρτισμένος δὲ πᾶς ἔσται ὡς ὁ διδάσκαλος αὐτοῦ. Τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ οὐ κατανοεῖς; 73⸋Ἢ⸌ πῶς δύνασαι λέγειν τῷ ἀδελφῷ σου, Ἀδελφέ, ἄφες ἐκβάλω τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ σου, αὐτὸς τὴν ἐν τῷ ὀφθαλμῷ σου δοκὸν οὐ βλέπων; Ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε διαβλέψεις 74⸉ἐκβαλεῖν τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου.⸊ Οὐ γάρ ἐστιν δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν· οὐδὲ 75⸆ δένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν. Ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται. Οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσιν σῦκα, οὐδὲ ἐκ βάτου 76⸉τρυγῶσιν σταφυλήν.⸊ Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας 77⸋αὐτοῦ⸌ προφέρει τὸ ἀγαθόν, καὶ ὁ πονηρὸς 78⸋2ἄνθρωπος⸌ ἐκ τοῦ πονηροῦ 79⸋3θησαυροῦ τῆς καρδίας αὐτοῦ⸌ προφέρει τὸ πονηρόν· ἐκ γὰρ 80⸋4τοῦ⸌ περισσεύματος 81⸋5τῆς⸌ καρδίας λαλεῖ τὸ στόμα αὐτοῦ.

Τί δέ με καλεῖτε, Κύριε, κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω; Πᾶς ὁ ἐρχόμενος πρός με καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν αὐτούς, ὑποδείξω ὑμῖν τίνι ἐστὶν ὅμοιος· ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν, ὃς ἔσκαψεν καὶ ἐβάθυνεν, καὶ ἔθηκεν θεμέλιον ἐπὶ τὴν πέτραν· πλημμύρας δὲ γενομένης, προσέρρηξεν ὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἴσχυσεν σαλεῦσαι αὐτήν· 82⸂τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν.⸃ Ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομήσαντι 83⸆ οἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θεμελίου· ᾗ προσέρρηξεν ὁ ποταμός, καὶ 84⸂εὐθέως⸃ 85⸂2ἔπεσεν,⸃ καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα.

Source notes (85)
  1. Footnote * ⸋ δευτεροπρώτῳ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  2. Footnote * ⸋2 τῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  3. Footnote * ⸉ τοὺς στάχυας, καὶ ἤσθιον RP f 35 TR ¦ καὶ ἤσθιον τοὺς στάχυας TNT2 WH NA NIV SBL
  4. Footnote * ⸋ αὐτοῖς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  5. Footnote * ⸋2 ποιεῖν ἐν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  6. Footnote * ⸂ ὁπότε RP f 35 TR NA25 SBL ¦ ὅτε TNT2 WH NA27+28 NIV
  7. Footnote * ⸋ ὄντες RP f 35 TR NA NIV73 SBL ¦ – TNT2 WH NIV11
  8. Footnote * ⸋ Ὡς RP f 35 TR TNT2 WH NA SBL ¦ – NIV
  9. Footnote * ⸂ ἔλαβεν καὶ RP f 35 ¦ ἔλαβε καὶ TR ¦ λαβὼν TNT2 WH NA NIV SBL
  10. Footnote * ⸋2 καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  11. Footnote * ⸋ ὅτι RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  12. Footnote * ⸂ Κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου. RP f 35 TR TNT2 ¦ Κύριός ἐστιν τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου. WH NA NIV SBL
  13. Footnote * ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  14. Footnote * ⸉ ἐκεῖ ἄνθρωπος RP f 35 TR ¦ ἄνθρωπος ἐκεῖ TNT2 WH NA NIV SBL
  15. Footnote * ⸂ Παρετήρουν RP f 35 TR ¦ Παρετηροῦντο TNT2 WH NA NIV SBL
  16. Footnote * ⸆ – RP f 35 TNT2 SBL ¦ αὐτὸν TR WH NA NIV
  17. Footnote * ⸋ ἐν RP TR TNT2 WH NA NIV SBL ¦ – f 35
  18. Footnote * ⸂2 θεραπεύσει RP f 35 TR ¦ θεραπεύει TNT2 WH NA NIV SBL
  19. Footnote * ⸂3 κατηγορίαν RP f 35 TR ¦ κατηγορεῖν TNT2 WH NA NIV SBL
  20. Footnote * ⸂ καὶ εἶπεν RP f 35 ¦ καὶ εἶπε TR ¦ εἶπεν δὲ TNT2 WH NA NIV SBL
  21. Footnote * ⸂2 ἀνθρώπῳ RP f 35 TR ¦ ἀνδρὶ TNT2 WH NA NIV SBL
  22. Footnote * ⸂3 Ἔγειραι RP f 35 TR ¦ Ἔγειρε TNT2 WH NA NIV SBL
  23. Footnote * ⸂4 Ὁ δὲ RP f 35 TR ¦ Καὶ TNT2 WH NA NIV SBL
  24. Footnote * ⸂ οὖν RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL
  25. Footnote * ⸂2 Ἐπερωτήσω RP f 35 TR ¦ Ἐπερωτῶ TNT2 WH NA NIV SBL
  26. Footnote * ⸂3 τί RP f 35 TR ¦ εἰ TNT2 WH NA NIV SBL
  27. Footnote * ⸂4 τοῖς σάββασιν RP f 35 TR ¦ τῷ σαββάτῳ TNT2 WH NA NIV SBL
  28. Footnote * ⸂5 ἀποκτεῖναι RP f 35 ¦ ἀπολέσαι TR TNT2 WH NA NIV SBL
  29. Footnote * ⸂ αὐτῷ RP f 35 TNT2 WH NA NIV SBL ¦ τῷ ἀνθρώπῳ TR
  30. Footnote * ⸆ – RP TNT2 WH NA NIV SBL ¦ οὕτως f 35 ¦ οὕτω TR
  31. Footnote * ⸂2 ὑγιὴς ὡς ἡ ἄλλη RP f 35 TR ¦ ὡς ἡ ἄλλη TNT2 ¦ – WH NA NIV SBL
  32. Footnote * ⸂ ἐξῆλθεν RP f 35 TR ¦ ἐξελθεῖν αὐτὸν TNT2 WH NA NIV SBL
  33. Footnote * ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL
  34. Footnote * ⸆2 – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL
  35. Footnote * ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL
  36. Footnote * ⸆2 – RP f 35 TR TNT2 ¦ καὶ WH NA NIV SBL
  37. Footnote * ⸋ τὸν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  38. Footnote * ⸋2 τοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  39. Footnote * ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL
  40. Footnote * ⸋ καὶ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  41. Footnote * ⸆ – RP f 35 TR TNT2 ¦ πολὺς WH NA NIV SBL
  42. Footnote * ⸂ ὀχλούμενοι ὑπὸ RP f 35 TR ¦ ἐνοχλούμενοι ἀπὸ TNT2 WH NA NIV SBL
  43. Footnote * ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  44. Footnote * ⸂ ἐζήτει RP f 35 TR ¦ ἐζήτουν TNT2 WH NA NIV SBL
  45. Footnote * ⸂ Χάρητε RP f 35 TNT2 WH NA NIV SBL ¦ Χαίρετε TR
  46. Footnote * ⸂2 ταῦτα RP f 35 TR ¦ τὰ αὐτὰ TNT2 WH NA NIV SBL
  47. Footnote * ⸂ Οὐαὶ ὑμῖν … Οὐαὶ ὑμῖν … Οὐαὶ RP f 35 ¦ Οὐαὶ ὑμῖν … Οὐαὶ ὑμῖν … Οὐαὶ ὑμῖν TR ¦ Οὐαὶ ὑμῖν … Οὐαὶ … Οὐαὶ TNT2 WH NA NIV SBL
  48. Footnote * ⸆ – RP f 35 TR ¦ νῦν TNT2 WH NA NIV SBL
  49. Footnote * ⸉ καλῶς ὑμᾶς εἴπωσιν RP TNT2 WH NA25 SBL ¦ καλῶς εἴπωσιν ὑμᾶς f 35 ¦ καλῶς ὑμᾶς εἴπωσι TR ¦ ὑμᾶς καλῶς εἴπωσιν NA27+28 NIV
  50. Footnote * ⸆ – RP ¦ πάντες f 35 TR TNT2 WH NA NIV SBL
  51. Footnote * ⸂ ταῦτα RP f 35 TR ¦ τὰ αὐτὰ TNT2 WH NA NIV SBL
  52. Footnote * ⸂ ὑμῖν RP TR ¦ ὑμᾶς f 35 TNT2 WH NA NIV SBL
  53. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ TR
  54. Footnote * ⸂2 ὑπὲρ RP f 35 TR TNT2 ¦ περὶ WH NA NIV SBL
  55. Footnote * ⸋ δὲ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  56. Footnote * ⸋2 τῷ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  57. Footnote * ⸋ καὶ ὑμεῖς RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  58. Footnote * ⸆ – RP f 35 TR TNT2 NIV SBL ¦ γὰρ WH NA
  59. Footnote * ⸋ γὰρ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  60. Footnote * ⸂ δανείζητε RP f 35 TR ¦ δανείζετε TNT2 ¦ δανίσητε WH NA27+28 NIV SBL ¦ δανείσητε NA25
  61. Footnote * ⸂2 ἀπολαβεῖν RP f 35 TR ¦ λαβεῖν TNT2 WH NA NIV SBL
  62. Footnote * ⸋ γὰρ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  63. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ οἱ TR
  64. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τοῦ TR
  65. Footnote * ⸋ οὖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  66. Footnote * ⸋2 καὶ RP f 35 TR TNT2 NA27+28 ¦ – WH NA25 NIV SBL
  67. Footnote * ⸂ Καὶ μὴ κρίνετε … Μὴ καταδικάζετε RP f 35 TR TNT2 ¦ Καὶ μὴ κρίνετε … Καὶ μὴ καταδικάζετε WH NA NIV SBL
  68. Footnote * ⸂ πεπιεσμένον καὶ σεσαλευμένον καὶ ὑπερεκχυνόμενον RP f 35 TR ¦ πεπιεσμένον, σεσαλευμένον, ὑπερεκχυννόμενον TNT2 WH NA NIV SBL
  69. Footnote * ⸂2 Τῷ γὰρ αὐτῷ μέτρῳ ᾧ RP f 35 TR ¦ ᾯ γὰρ μέτρῳ TNT2 WH NA NIV SBL
  70. Footnote * ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL
  71. Footnote * ⸂ πεσοῦνται RP f 35 TR ¦ ἐμπεσοῦνται TNT2 WH NA NIV SBL
  72. Footnote * ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  73. Footnote * ⸋ Ἢ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  74. Footnote * ⸉ ἐκβαλεῖν τὸ κάρφος … σου RP f 35 TR TNT2 ¦ τὸ κάρφος … σου ἐκβαλεῖν WH NA NIV SBL
  75. Footnote * ⸆ – RP f 35 TR ¦ πάλιν TNT2 WH NA NIV SBL
  76. Footnote * ⸉ τρυγῶσιν σταφυλήν RP f 35 ¦ τρυγῶσι σταφυλήν TR ¦ σταφυλὴν τρυγῶσιν TNT2 WH NA NIV SBL
  77. Footnote * ⸋ αὐτοῦ RP f 35 TR TNT2 SBL ¦ – WH NA NIV
  78. Footnote * ⸋2 ἄνθρωπος RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  79. Footnote * ⸋3 θησαυροῦ τῆς καρδίας αὐτοῦ RP f 35 TR NIV ¦ – TNT2 WH NA SBL
  80. Footnote * ⸋4 τοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  81. Footnote * ⸋5 τῆς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  82. Footnote * ⸂ τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν RP f 35 TR ¦ διὰ τὸ καλῶς οἰκοδομεῖσθαι αὐτήν TNT2 ¦ διὰ τὸ καλῶς οἰκοδομῆσθαι αὐτήν WH NA NIV SBL
  83. Footnote * ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ τὴν f 35
  84. Footnote * ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL
  85. Footnote * ⸂2 ἔπεσεν RP f 35 ¦ ἔπεσε TR ¦ συνέπεσεν TNT2 WH NA NIV SBL

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.