Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΛΟΥΚΑΝ 5

Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ 1⸆ 2⸋τοῦ⸌ ἀκούειν τὸν λόγον τοῦ θεοῦ, καὶ αὐτὸς ἦν ἑστὼς 3⸂παρὰ⸃ τὴν λίμνην Γεννησαρέτ· καὶ εἶδεν 4⸂δύο πλοῖα⸃ ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς 5⸉ἀποβάντες ἀπ᾽ αὐτῶν⸊ 6⸂2ἀπέπλυναν⸃ τὰ δίκτυα. Ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ἦν 7⸋τοῦ⸌ Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον. 8⸂Καὶ καθίσας⸃ 9⸉ἐδίδασκεν ἐκ τοῦ πλοίου⸊ τοὺς ὄχλους. Ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπεν πρὸς τὸν Σίμωνα, Ἐπανάγαγε εἰς τὸ βάθος, καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν. Καὶ ἀποκριθεὶς 10⸋ὁ⸌ Σίμων εἶπεν 11⸋2αὐτῷ,⸌ Ἐπιστάτα, δι᾽ ὅλης 12⸋3τῆς⸌ νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω 13⸂τὸ δίκτυον.⸃ Καὶ τοῦτο ποιήσαντες, συνέκλεισαν 14⸉πλῆθος ἰχθύων⸊ πολύ· διερρήγνυτο δὲ 15⸂τὸ δίκτυον⸃ αὐτῶν· καὶ κατένευσαν τοῖς μετόχοις 16⸋τοῖς⸌ ἐν τῷ ἑτέρῳ πλοίῳ, τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά. Ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσεν τοῖς γόνασιν 17⸆ Ἰησοῦ, λέγων, Ἔξελθε ἀπ᾽ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, κύριε. Θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ, ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων 18⸂ᾗ⸃ συνέλαβον· ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην, υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. Καὶ εἶπεν πρὸς τὸν Σίμωνα 19⸋ὁ⸌ Ἰησοῦς, Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν. Καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες 20⸂ἅπαντα,⸃ ἠκολούθησαν αὐτῷ.

Καὶ ἐγένετο, ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων, καὶ ἰδού, ἀνὴρ πλήρης λέπρας· 21⸂καὶ ἰδὼν⸃ τὸν Ἰησοῦν, πεσὼν ἐπὶ πρόσωπον, ἐδεήθη αὐτοῦ, λέγων, Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι. Καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ, 22⸂εἰπών,⸃ Θέλω, καθαρίσθητι. Καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπ᾽ αὐτοῦ. Καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν· ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ, καὶ 23⸂προσένεγκε⸃ περὶ τοῦ καθαρισμοῦ σου, καθὼς προσέταξεν Μωσῆς, εἰς μαρτύριον αὐτοῖς. Διήρχετο δὲ μᾶλλον ὁ λόγος περὶ αὐτοῦ· καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν, καὶ θεραπεύεσθαι 24⸋ὑπ᾽ αὐτοῦ⸌ ἀπὸ τῶν ἀσθενειῶν αὐτῶν. Αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις καὶ προσευχόμενος.

Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν, καὶ αὐτὸς ἦν διδάσκων· καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι, οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας καὶ Ἰουδαίας καὶ Ἱερουσαλήμ· καὶ δύναμις κυρίου ἦν εἰς τὸ ἰᾶσθαι 25⸂αὐτούς.⸃ Καὶ ἰδού, ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος, καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ θεῖναι 26⸆ ἐνώπιον αὐτοῦ· καὶ μὴ εὑρόντες 27⸂ποίας⸃ εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον, ἀναβάντες ἐπὶ τὸ δῶμα, διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μέσον ἔμπροσθεν τοῦ Ἰησοῦ. Καὶ ἰδὼν τὴν πίστιν αὐτῶν, εἶπεν 28⸋αὐτῷ,⸌ Ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. Καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι, λέγοντες, Τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας; Τίς δύναται 29⸉ἀφιέναι ἁμαρτίας,⸊ εἰ μὴ μόνος ὁ θεός; Ἐπιγνοὺς δὲ ὁ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς, Τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; Τί ἐστιν εὐκοπώτερον, εἰπεῖν, Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, ἢ εἰπεῖν, 30⸂Ἔγειραι⸃ καὶ περιπάτει; Ἵνα δὲ εἰδῆτε ὅτι 31⸉ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου⸊ ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας—εἶπεν τῷ παραλελυμένῳ—Σοὶ λέγω, 32⸂ἔγειραι,⸃ καὶ ἄρας τὸ κλινίδιόν σου, πορεύου εἰς τὸν οἶκόν σου. Καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν, ἄρας ἐφ᾽ 33⸂ὃ⸃ κατέκειτο, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, δοξάζων τὸν θεόν. Καὶ ἔκστασις ἔλαβεν ἅπαντας, καὶ ἐδόξαζον τὸν θεόν, καὶ ἐπλήσθησαν φόβου, λέγοντες ὅτι Εἴδομεν παράδοξα σήμερον.

Καὶ μετὰ ταῦτα ἐξῆλθεν, καὶ ἐθεάσατο τελώνην, ὀνόματι Λευΐν, καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ εἶπεν αὐτῷ, Ἀκολούθει μοι. Καὶ καταλιπὼν 34⸂ἅπαντα,⸃ ἀναστὰς 35⸂2ἠκολούθησεν⸃ αὐτῷ. Καὶ ἐποίησεν δοχὴν μεγάλην 36⸆ Λευῒς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ· καὶ ἦν ὄχλος 37⸉τελωνῶν πολύς,⸊ καὶ ἄλλων οἳ ἦσαν μετ᾽ αὐτῶν κατακείμενοι. Καὶ ἐγόγγυζον 38⸉οἱ γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι⸊ πρὸς τοὺς μαθητὰς αὐτοῦ, λέγοντες, Διὰ τί μετὰ 39⸋τῶν⸌ τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε; Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτούς, Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλ᾽ οἱ κακῶς ἔχοντες. Οὐκ ἐλήλυθα καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Οἱ δὲ εἶπον πρὸς αὐτόν, 40⸂Διὰ τί οἱ μαθηταὶ Ἰωάννου νηστεύουσιν πυκνά, καὶ δεήσεις ποιοῦνται, ὁμοίως καὶ οἱ τῶν Φαρισαίων· οἱ δὲ σοὶ ἐσθίουσιν καὶ πίνουσιν;⸃ 41⸂Ὁ δὲ⸃ εἶπεν πρὸς αὐτούς, Μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμφίος μετ᾽ αὐτῶν ἐστιν, ποιῆσαι 42⸂2νηστεύειν;⸃ Ἐλεύσονται δὲ ἡμέραι, 43⸋καὶ⸌ ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος, τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις. Ἔλεγεν δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι Οὐδεὶς ἐπίβλημα 44⸆ ἱματίου καινοῦ 45⸆2 ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μήγε, καὶ τὸ καινὸν 46⸂σχίζει,⸃ καὶ τῷ παλαιῷ οὐ 47⸂2συμφωνεῖ⸃ 48⸆3 τὸ ἀπὸ τοῦ καινοῦ. Καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήξει 49⸂ὁ νέος οἶνος⸃ τοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται, καὶ οἱ ἀσκοὶ ἀπολοῦνται. Ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον, 50⸋καὶ ἀμφότεροι συντηροῦνται.⸌ 51⸋Καὶ⸌ οὐδεὶς πιὼν παλαιὸν 52⸋2εὐθέως⸌ θέλει νέον· λέγει γάρ, Ὁ παλαιὸς 53⸂χρηστότερός⸃ ἐστιν.

Source notes (53)
  1. Footnote * ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL
  2. Footnote * ⸋ τοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  3. Footnote * ⸂ παρὰ RP TR TNT2 WH NA NIV SBL ¦ περὶ f 35
  4. Footnote * ⸂ δύο πλοῖα RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ πλοῖα δύο WH ¦ δύο πλοιάρια NA25
  5. Footnote * ⸉ ἀποβάντες ἀπ᾽ αὐτῶν RP f 35 TR ¦ ἀπ᾽ αὐτῶν ἀποβάντες TNT2 WH NA NIV SBL
  6. Footnote * ⸂2 ἀπέπλυναν RP f 35 TR ¦ ἔπλυνον TNT2 WH NA NIV SBL
  7. Footnote * ⸋ τοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  8. Footnote * ⸂ Καὶ καθίσας RP f 35 TR TNT2 ¦ Καθίσας δὲ WH NA NIV SBL
  9. Footnote * ⸉ ἐδίδασκεν ἐκ τοῦ πλοίου RP f 35 TR TNT2 ¦ ἐκ τοῦ πλοίου ἐδίδασκεν WH NA NIV SBL
  10. Footnote * ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  11. Footnote * ⸋2 αὐτῷ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  12. Footnote * ⸋3 τῆς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  13. Footnote * ⸂ τὸ δίκτυον RP f 35 TR ¦ τὰ δίκτυα TNT2 WH NA NIV SBL
  14. Footnote * ⸉ πλῆθος ἰχθύων RP f 35 TNT2 WH NA NIV SBL ¦ ἰχθύων πλῆθος TR
  15. Footnote * ⸂ τὸ δίκτυον RP f 35 TR ¦ τὰ δίκτυα TNT2 WH NA NIV SBL
  16. Footnote * ⸋ τοῖς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  17. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τοῦ TR
  18. Footnote * ⸂ ᾗ RP f 35 TR NA25 ¦ ὧν TNT2 WH NA27+28 NIV SBL
  19. Footnote * ⸋ ὁ RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH
  20. Footnote * ⸂ ἅπαντα RP f 35 TR ¦ πάντα TNT2 WH NA NIV SBL
  21. Footnote * ⸂ καὶ ἰδὼν RP f 35 TR TNT2 SBL ¦ ἰδὼν δὲ WH NA NIV
  22. Footnote * ⸂ εἰπών RP f 35 TR SBL ¦ λέγων TNT2 WH NA NIV
  23. Footnote * ⸂ προσένεγκε RP TR TNT2 WH NA NIV SBL ¦ προσένεγκαι f 35
  24. Footnote * ⸋ ὑπ᾽ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  25. Footnote * ⸂ αὐτούς RP f 35 TR TNT2 ¦ αὐτόν WH NA NIV SBL
  26. Footnote * ⸆ – RP f 35 TR TNT2 SBL ¦ αὐτὸν WH NA NIV
  27. Footnote * ⸂ ποίας RP TNT2 WH NA NIV SBL ¦ πῶς f 35 ¦ διὰ ποίας TR
  28. Footnote * ⸋ αὐτῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  29. Footnote * ⸉ ἀφιέναι ἁμαρτίας RP f 35 TR ¦ ἁμαρτίας ἀφιέναι TNT2 WH NA NIV SBL
  30. Footnote * ⸂ Ἔγειραι RP f 35 TR ¦ Ἔγειρε TNT2 WH NA NIV SBL
  31. Footnote * ⸉ ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου RP f 35 TR ¦ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐξουσίαν ἔχει TNT2 WH NA NIV SBL
  32. Footnote * ⸂ ἔγειραι RP f 35 TR ¦ ἔγειρε TNT2 WH NA NIV SBL
  33. Footnote * ⸂ ὃ RP TNT2 WH NA NIV SBL ¦ ᾧ f 35 TR
  34. Footnote * ⸂ ἅπαντα RP f 35 TR ¦ πάντα TNT2 WH NA NIV SBL
  35. Footnote * ⸂2 ἠκολούθησεν RP f 35 TR ¦ ἠκολούθει TNT2 WH NA NIV SBL
  36. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR
  37. Footnote * ⸉ τελωνῶν πολύς RP f 35 TR ¦ πολύς τελωνῶν TNT2 WH NA NIV SBL
  38. Footnote * ⸉ οἱ γραμματεῖς αὐτῶν καὶ οἱ Φαρισαῖοι RP f 35 TR ¦ οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς αὐτῶν TNT2 WH NA NIV SBL
  39. Footnote * ⸋ τῶν RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR
  40. Footnote * ⸂ Διὰ τί οἱ μαθηταὶ … ἐσθίουσιν καὶ πίνουσιν; RP f 35 TR TNT2 ¦ Οἱ μαθηταὶ … ἐσθίουσιν καὶ πίνουσιν. WH NA NIV SBL
  41. Footnote * ⸂ Ὁ δὲ RP f 35 TR SBL ¦ Ὁ δὲ Ἰησοῦς TNT2 WH NA NIV
  42. Footnote * ⸂2 νηστεύειν RP f 35 TR ¦ νηστεῦσαι TNT2 WH NA NIV SBL
  43. Footnote * ⸋ καὶ RP TR TNT2 WH NA NIV SBL ¦ – f 35
  44. Footnote * ⸆ – RP f 35 TR ¦ ἀπὸ TNT2 WH NA NIV SBL
  45. Footnote * ⸆2 – RP f 35 TR ¦ σχίσας TNT2 WH NA NIV SBL
  46. Footnote * ⸂ σχίζει RP f 35 TR ¦ σχίσει TNT2 WH NA NIV SBL
  47. Footnote * ⸂2 συμφωνεῖ RP f 35 TR ¦ συμφωνήσει TNT2 WH NA NIV SBL
  48. Footnote * ⸆3 – RP f 35 ¦ ἐπίβλημα TR ¦ τὸ ἐπίβλημα TNT2 WH NA NIV SBL
  49. Footnote * ⸂ ὁ νέος οἶνος RP f 35 TR ¦ ὁ οἶνος ὁ νέος TNT2 WH NA NIV SBL
  50. Footnote * ⸋ καὶ ἀμφότεροι συντηροῦνται RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  51. Footnote * ⸋ Καὶ RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH
  52. Footnote * ⸋2 εὐθέως RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  53. Footnote * ⸂ χρηστότερός RP f 35 TR NIV73 ¦ χρηστός TNT2 WH NA NIV11 SBL

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.