Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΑΞΕΙΣ 4

Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαόν, ἐπέστησαν αὐτοῖς οἱ 1⸂ἱερεῖς⸃ καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ Σαδδουκαῖοι, διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαόν, καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ 2⸂τὴν ἀνάστασιν τῶν νεκρῶν.⸃ Καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας, καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον· ἦν γὰρ ἑσπέρα ἤδη. Πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν· καὶ ἐγενήθη 3⸋ὁ⸌ ἀριθμὸς τῶν ἀνδρῶν 4⸂ὡσεὶ⸃ χιλιάδες πέντε.

Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν 5⸂τοὺς ἄρχοντας καὶ πρεσβυτέρους καὶ γραμματεῖς⸃ 6⸂2εἰς⸃ Ἱερουσαλήμ, καὶ 7⸂Ἄνναν τὸν ἀρχιερέα, καὶ Καϊάφαν, καὶ Ἰωάννην, καὶ Ἀλέξανδρον,⸃ καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ. Καὶ στήσαντες αὐτοὺς ἐν 8⸆ μέσῳ ἐπυνθάνοντο, Ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς; Τότε Πέτρος πλησθεὶς πνεύματος ἁγίου εἶπεν πρὸς αὐτούς, Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι 9⸋τοῦ Ἰσραήλ,⸌ εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται· γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραήλ, ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής. Οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ᾽ ὑμῶν τῶν 10⸂οἰκοδομούντων,⸃ ὁ γενόμενος εἰς κεφαλὴν γωνίας. Καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία· 11⸂οὔτε⸃ γὰρ ὄνομά 12⸉ἐστιν ἕτερον⸊ 13⸆ τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.

Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου, καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσιν καὶ ἰδιῶται, ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν. Τὸν 14⸂δὲ⸃ ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα 15⸋τὸν⸌ τεθεραπευμένον, οὐδὲν εἶχον ἀντειπεῖν. Κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν, 16⸂συνέβαλλον⸃ πρὸς ἀλλήλους, λέγοντες, Τί 17⸂ποιήσομεν⸃ τοῖς ἀνθρώποις τούτοις; Ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονεν δι᾽ αὐτῶν, πᾶσιν τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ φανερόν, καὶ οὐ δυνάμεθα 18⸂2ἀρνήσασθαι.⸃ Ἀλλ᾽ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν, 19⸋ἀπειλῇ⸌ 20⸂ἀπειλησώμεθα⸃ αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ 21⸂2ἀνθρώπων.⸃ Καὶ καλέσαντες αὐτούς, παρήγγειλαν 22⸋αὐτοῖς⸌ 23⸋2τὸ⸌ καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ. Ὁ δὲ Πέτρος καὶ Ἰωάννης ἀποκριθέντες 24⸉πρὸς αὐτοὺς εἶπον,⸊ Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ θεοῦ, κρίνατε. Οὐ δυνάμεθα γὰρ ἡμεῖς, 25⸂ἃ εἴδομεν καὶ ἠκούσαμεν,⸃ μὴ λαλεῖν. Οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς, μηδὲν εὑρίσκοντες τὸ πῶς 26⸂κολάσονται⸃ αὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν θεὸν ἐπὶ τῷ γεγονότι. Ἐτῶν γὰρ ἦν πλειόνων τεσσαράκοντα ὁ ἄνθρωπος ἐφ᾽ ὃν ἐγεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως.

Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους, καὶ 27⸂ἀπήγγειλαν⸃ ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπον. Οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν θεόν, καὶ εἶπον, Δέσποτα, σὺ 28⸋ὁ θεὸς⸌ ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· ὁ 29⸆ 30⸂διὰ στόματος⸃ Δαυὶδ 31⸆2 παιδός σου εἰπών, Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου, καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ· συνήχθησαν γὰρ ἐπ᾽ ἀληθείας 32⸆ ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρῴδης τε καὶ Πόντιος Πιλάτος, σὺν ἔθνεσιν καὶ λαοῖς Ἰσραήλ, ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ βουλή 33⸋σου⸌ προώρισεν γενέσθαι. Καὶ τὰ νῦν, κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου, ἐν τῷ τὴν χεῖρά 34⸋σου⸌ ἐκτείνειν σε εἰς ἴασιν, καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου Ἰησοῦ. Καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες 35⸆ 36⸉πνεύματος ἁγίου,⸊ καὶ ἐλάλουν τὸν λόγον τοῦ θεοῦ μετὰ παρρησίας.

Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν 37⸂ἡ καρδία καὶ ἡ ψυχὴ μία·⸃ καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων 38⸂2αὐτῶν⸃ ἔλεγεν ἴδιον εἶναι, ἀλλ᾽ ἦν αὐτοῖς 39⸂3ἅπαντα⸃ κοινά. Καὶ 40⸉μεγάλῃ δυνάμει⸊ ἀπεδίδουν 41⸉2τὸ μαρτύριον οἱ ἀπόστολοι⸊ 42⸉3τῆς ἀναστάσεως τοῦ κυρίου Ἰησοῦ,⸊ χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς. Οὐδὲ γὰρ ἐνδεής τις 43⸂ὑπῆρχεν ἐν αὐτοῖς· ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον,⸃ πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων, καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων· διεδίδοτο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν.

Ἰωσῆς δέ, ὁ ἐπικληθεὶς Βαρνάβας 44⸂ἀπὸ⸃ τῶν ἀποστόλων—ὅ ἐστιν, μεθερμηνευόμενον, υἱὸς παρακλήσεως—Λευΐτης, Κύπριος τῷ γένει, ὑπάρχοντος αὐτῷ ἀγροῦ, πωλήσας ἤνεγκεν τὸ χρῆμα, καὶ ἔθηκεν 45⸂παρὰ⸃ τοὺς πόδας τῶν ἀποστόλων.

Source notes (45)
  1. Footnote * ⸂ ἱερεῖς RP f 35 TR TNT2 NA NIV SBL ¦ ἀρχιερεῖς WH
  2. Footnote * ⸂ τὴν ἀνάστασιν τῶν νεκρῶν RP f 35 ¦ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν TR TNT2 WH NA NIV SBL
  3. Footnote * ⸋ ὁ RP f 35 TR TNT2 NA27+28 NIV73 SBL ¦ – WH NA25 NIV11
  4. Footnote * ⸂ ὡσεὶ RP f 35 TR ¦ ὡς TNT2 WH NA NIV SBL
  5. Footnote * ⸂ τοὺς ἄρχοντας καὶ πρεσβυτέρους καὶ γραμματεῖς RP f 35 TR ¦ τοὺς ἄρχοντας καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς TNT2 WH NA NIV SBL
  6. Footnote * ⸂2 εἰς RP TR ¦ ἐν f 35 TNT2 WH NA NIV SBL
  7. Footnote * ⸂ Ἄνναν τὸν ἀρχιερέα, καὶ Καϊάφαν, καὶ Ἰωάννην, καὶ Ἀλέξανδρον RP f 35 TR ¦ Ἅννας ὁ ἀρχιερεὺς, καὶ Καϊάφας, καὶ Ἰωάννης, καὶ Ἀλέξανδρος TNT2 WH NA NIV SBL
  8. Footnote * ⸆ – RP f 35 ¦ τῷ TR TNT2 WH NA NIV SBL
  9. Footnote * ⸋ τοῦ Ἰσραήλ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  10. Footnote * ⸂ οἰκοδομούντων RP f 35 TR ¦ οἰκοδόμων TNT2 WH NA NIV SBL
  11. Footnote * ⸂ οὔτε RP TR ¦ οὐδὲ f 35 TNT2 WH NA NIV SBL
  12. Footnote * ⸉ ἐστιν ἕτερον RP TR TNT2 WH NA NIV SBL ¦ ἕτερόν ἐστιν f 35
  13. Footnote * ⸆ – RP ¦ ὑπὸ τὸν οὐρανὸν f 35 TR TNT2 WH NA NIV SBL
  14. Footnote * ⸂ δὲ RP f 35 TR ¦ τε TNT2 WH NA NIV SBL
  15. Footnote * ⸋ τὸν RP TR TNT2 WH NA NIV SBL ¦ – f 35
  16. Footnote * ⸂ συνέβαλλον RP f 35 TNT2 WH NA NIV SBL ¦ συνέβαλον TR
  17. Footnote * ⸂ ποιήσομεν RP f 35 TR ¦ ποιήσωμεν TNT2 WH NA NIV SBL
  18. Footnote * ⸂2 ἀρνήσασθαι RP f 35 TR ¦ ἀρνεῖσθαι TNT2 WH NA NIV SBL
  19. Footnote * ⸋ ἀπειλῇ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  20. Footnote * ⸂ ἀπειλησόμεθα RP ¦ ἀπειλησώμεθα f 35 TR TNT2 WH NA NIV SBL
  21. Footnote * ⸂2 ἀνθρώπων RP TR TNT2 WH NA NIV SBL ¦ ἀνθρώπῳ f 35
  22. Footnote * ⸋ αὐτοῖς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  23. Footnote * ⸋2 τὸ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25
  24. Footnote * ⸉ πρὸς αὐτοὺς εἶπον RP f 35 TR ¦ εἶπαν πρὸς αὐτοὺς TNT2 WH ¦ εἶπον πρὸς αὐτοὺς NA NIV SBL
  25. Footnote * ⸂ ἃ εἴδομεν καὶ ἠκούσαμεν RP TR ¦ ἃ εἴδομεν καὶ ἃ ἠκούσαμεν f 35 ¦ ἃ εἴδαμεν καὶ ἠκούσαμεν TNT2 WH NA NIV SBL
  26. Footnote * ⸂ κολάσονται RP f 35 ¦ κολάσωνται TR TNT2 WH NA NIV SBL
  27. Footnote * ⸂ ἀπήγγειλαν RP TR TNT2 WH NA NIV SBL ¦ ἀνήγγειλαν f 35
  28. Footnote * ⸋ ὁ θεὸς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  29. Footnote * ⸆ – RP f 35 TR ¦ τοῦ πατρὸς ἡμῶν TNT2 WH NA NIV SBL
  30. Footnote * ⸂ διὰ στόματος RP f 35 TR ¦ διὰ πνεύματος ἁγίου, στόματος TNT2 WH NA NIV SBL
  31. Footnote * ⸆2 – RP f 35 TNT2 WH NA NIV SBL ¦ τοῦ TR
  32. Footnote * ⸆ – RP f 35 TR ¦ ἐν τῇ πόλει ταύτῃ TNT2 WH NA NIV SBL
  33. Footnote * ⸋ σου RP f 35 TR TNT2 NA27+28 NIV73 ¦ – WH NA25 NIV11 SBL
  34. Footnote * ⸋ σου RP f 35 TR NA27+28 NIV73 SBL ¦ – TNT2 WH NA25 NIV11
  35. Footnote * ⸆ – RP f 35 TR ¦ τοῦ TNT2 WH NA NIV SBL
  36. Footnote * ⸉ πνεύματος ἁγίου RP f 35 TR ¦ ἁγίου πνεύματος TNT2 WH NA NIV SBL
  37. Footnote * ⸂ ἡ καρδία καὶ ἡ ψυχὴ μία RP f 35 TR ¦ καρδία καὶ ψυχὴ μία TNT2 WH NA NIV SBL
  38. Footnote * ⸂2 αὐτῶν RP ¦ αὐτῷ f 35 TR TNT2 WH NA NIV SBL
  39. Footnote * ⸂3 ἅπαντα RP f 35 TR TNT2 NA27+28 NIV ¦ πάντα WH NA25 SBL
  40. Footnote * ⸉ μεγάλῃ δυνάμει RP TR ¦ δυνάμει μεγάλῃ f 35 TNT2 WH NA NIV SBL
  41. Footnote * ⸉2 τὸ μαρτύριον οἱ ἀπόστολοι RP TR TNT2 WH NA NIV SBL ¦ οἱ ἀπόστολοι τὸ μαρτύριον f 35
  42. Footnote * ⸉3 τῆς ἀναστάσεως τοῦ κυρίου Ἰησοῦ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ τοῦ κυρίου Ἰησοῦ τῆς ἀναστάσεως WH NA25
  43. Footnote * ⸂ ὑπῆρχεν … ὑπῆρχον RP TR ¦ ἦν … ὑπῆρχον f 35 TNT2 WH NA NIV SBL
  44. Footnote * ⸂ ἀπὸ RP f 35 TNT2 WH NA NIV SBL ¦ ὑπὸ TR
  45. Footnote * ⸂ παρὰ RP f 35 TR TNT2 WH SBL ¦ πρὸς NA NIV

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.