Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΑΞΕΙΣ 5

Ἀνὴρ δέ τις Ἀνανίας ὀνόματι, σὺν Σαπφείρῃ τῇ γυναικὶ αὐτοῦ, ἐπώλησεν κτῆμα, καὶ ἐνοσφίσατο ἀπὸ τῆς τιμῆς, συνειδυίας καὶ τῆς γυναικὸς 1⸋αὐτοῦ,⸌ καὶ ἐνέγκας μέρος τι παρὰ τοὺς πόδας τῶν ἀποστόλων ἔθηκεν. Εἶπεν δὲ 2⸆ Πέτρος, Ἀνανία, διὰ τί ἐπλήρωσεν ὁ Σατανᾶς τὴν καρδίαν σου, ψεύσασθαί σε τὸ πνεῦμα τὸ ἅγιον, καὶ νοσφίσασθαί 3⸋σε⸌ ἀπὸ τῆς τιμῆς τοῦ χωρίου; Οὐχὶ μένον σοὶ ἔμενεν, καὶ πραθὲν ἐν τῇ σῇ ἐξουσίᾳ ὑπῆρχεν; Τί ὅτι ἔθου ἐν τῇ καρδίᾳ σου τὸ πρᾶγμα τοῦτο; Οὐκ ἐψεύσω ἀνθρώποις, ἀλλὰ τῷ θεῷ. Ἀκούων δὲ 4⸋ὁ⸌ Ἀνανίας τοὺς λόγους τούτους, πεσὼν ἐξέψυξεν· καὶ ἐγένετο φόβος μέγας ἐπὶ πάντας τοὺς ἀκούοντας 5⸋2ταῦτα.⸌ Ἀναστάντες δὲ οἱ νεώτεροι συνέστειλαν αὐτόν, καὶ ἐξενέγκαντες ἔθαψαν.

Ἐγένετο δὲ ὡς ὡρῶν τριῶν διάστημα, καὶ ἡ γυνὴ αὐτοῦ μὴ εἰδυῖα τὸ γεγονὸς εἰσῆλθεν. Ἀπεκρίθη δὲ 6⸂αὐτῇ⸃ 7⸋ὁ⸌ Πέτρος, Εἰπέ μοι, εἰ τοσούτου τὸ χωρίον ἀπέδοσθε; Ἡ δὲ εἶπεν, Ναί, τοσούτου. Ὁ δὲ Πέτρος 8⸂εἶπεν⸃ πρὸς αὐτήν, Τί ὅτι συνεφωνήθη ὑμῖν πειράσαι τὸ πνεῦμα κυρίου; Ἰδού, οἱ πόδες τῶν θαψάντων τὸν ἄνδρα σου ἐπὶ τῇ θύρᾳ, καὶ ἐξοίσουσίν σε. Ἔπεσεν δὲ παραχρῆμα 9⸂παρὰ⸃ τοὺς πόδας αὐτοῦ, καὶ ἐξέψυξεν· εἰσελθόντες δὲ οἱ νεανίσκοι εὗρον αὐτὴν νεκράν, καὶ ἐξενέγκαντες ἔθαψαν πρὸς τὸν ἄνδρα αὐτῆς. Καὶ ἐγένετο φόβος μέγας ἐφ᾽ ὅλην τὴν ἐκκλησίαν, καὶ ἐπὶ πάντας τοὺς ἀκούοντας ταῦτα.

Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων 10⸂ἐγίνετο⸃ σημεῖα καὶ τέρατα 11⸉ἐν τῷ λαῷ πολλά·⸊ καὶ ἦσαν ὁμοθυμαδὸν 12⸂2ἅπαντες⸃ ἐν τῇ στοᾷ Σολομῶντος. Τῶν δὲ λοιπῶν οὐδεὶς ἐτόλμα κολλᾶσθαι αὐτοῖς, ἀλλ᾽ ἐμεγάλυνεν αὐτοὺς ὁ λαός· μᾶλλον δὲ προσετίθεντο πιστεύοντες τῷ κυρίῳ, πλήθη ἀνδρῶν τε καὶ γυναικῶν· ὥστε 13⸆ 14⸂κατὰ⸃ τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς, καὶ τιθέναι ἐπὶ 15⸂2κλινῶν⸃ καὶ κραββάτων, ἵνα ἐρχομένου 16⸆2 Πέτρου κἂν ἡ σκιὰ 17⸂3ἐπισκιάσῃ⸃ τινὶ αὐτῶν. Συνήρχετο δὲ καὶ τὸ πλῆθος τῶν πέριξ πόλεων 18⸋εἰς⸌ Ἱερουσαλήμ, φέροντες ἀσθενεῖς καὶ ὀχλουμένους ὑπὸ πνευμάτων ἀκαθάρτων, 19⸂οἵτινες⸃ ἐθεραπεύοντο ἅπαντες.

Ἀναστὰς δὲ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ σὺν αὐτῷ—ἡ οὖσα αἵρεσις τῶν Σαδδουκαίων—ἐπλήσθησαν ζήλου, καὶ ἐπέβαλον τὰς χεῖρας 20⸋αὐτῶν⸌ ἐπὶ τοὺς ἀποστόλους, καὶ ἔθεντο αὐτοὺς ἐν τηρήσει δημοσίᾳ. Ἄγγελος δὲ κυρίου διὰ 21⸋τῆς⸌ νυκτὸς 22⸂ἤνοιξεν⸃ τὰς θύρας τῆς φυλακῆς, ἐξαγαγών τε αὐτοὺς εἶπεν, Πορεύεσθε, καὶ σταθέντες λαλεῖτε ἐν τῷ ἱερῷ τῷ λαῷ πάντα τὰ ῥήματα τῆς ζωῆς ταύτης. Ἀκούσαντες δὲ εἰσῆλθον ὑπὸ τὸν ὄρθρον εἰς τὸ ἱερόν, καὶ ἐδίδασκον. Παραγενόμενος δὲ ὁ ἀρχιερεὺς καὶ οἱ σὺν αὐτῷ, συνεκάλεσαν τὸ συνέδριον καὶ πᾶσαν τὴν γερουσίαν τῶν υἱῶν Ἰσραήλ, καὶ ἀπέστειλαν εἰς τὸ δεσμωτήριον, ἀχθῆναι αὐτούς. Οἱ δὲ 23⸉ὑπηρέται παραγενόμενοι⸊ οὐχ εὗρον αὐτοὺς ἐν τῇ φυλακῇ· ἀναστρέψαντες δὲ ἀπήγγειλαν, λέγοντες ὅτι Τὸ 24⸋μὲν⸌ δεσμωτήριον εὕρομεν κεκλεισμένον ἐν πάσῃ ἀσφαλείᾳ, καὶ τοὺς φύλακας 25⸆ ἑστῶτας 26⸂πρὸ⸃ τῶν θυρῶν· ἀνοίξαντες δέ, ἔσω οὐδένα εὕρομεν. Ὡς δὲ ἤκουσαν τοὺς λόγους τούτους 27⸂ὅ τε ἱερεὺς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ⸃ καὶ οἱ ἀρχιερεῖς, διηπόρουν περὶ αὐτῶν, τί ἂν γένοιτο τοῦτο. Παραγενόμενος δέ τις ἀπήγγειλεν αὐτοῖς 28⸆ ὅτι Ἰδού, οἱ ἄνδρες οὓς ἔθεσθε ἐν τῇ φυλακῇ εἰσὶν ἐν τῷ ἱερῷ ἑστῶτες καὶ διδάσκοντες τὸν λαόν. Τότε ἀπελθὼν ὁ στρατηγὸς σὺν τοῖς ὑπηρέταις 29⸂ἤγαγεν⸃ αὐτούς, οὐ μετὰ βίας, ἐφοβοῦντο γὰρ τὸν λαόν, 30⸋ἵνα⸌ μὴ λιθασθῶσιν. Ἀγαγόντες δὲ αὐτοὺς ἔστησαν ἐν τῷ συνεδρίῳ. Καὶ ἐπηρώτησεν αὐτοὺς ὁ ἀρχιερεύς, λέγων, 31⸋Οὐ⸌ παραγγελίᾳ παρηγγείλαμεν ὑμῖν μὴ διδάσκειν ἐπὶ τῷ ὀνόματι τούτῳ; Καὶ ἰδοὺ πεπληρώκατε τὴν Ἱερουσαλὴμ τῆς διδαχῆς ὑμῶν, καὶ βούλεσθε ἐπαγαγεῖν ἐφ᾽ ἡμᾶς τὸ αἷμα τοῦ ἀνθρώπου τούτου. Ἀποκριθεὶς δὲ 32⸆ Πέτρος καὶ οἱ ἀπόστολοι εἶπον, Πειθαρχεῖν δεῖ θεῷ μᾶλλον ἢ ἀνθρώποις. Ὁ θεὸς τῶν πατέρων ἡμῶν ἤγειρεν Ἰησοῦν, ὃν ὑμεῖς διεχειρίσασθε, κρεμάσαντες ἐπὶ ξύλου. Τοῦτον ὁ θεὸς ἀρχηγὸν καὶ σωτῆρα ὕψωσεν τῇ δεξιᾷ αὐτοῦ, 33⸆ δοῦναι μετάνοιαν τῷ Ἰσραὴλ καὶ ἄφεσιν ἁμαρτιῶν. Καὶ ἡμεῖς ἐσμεν 34⸋αὐτοῦ⸌ μάρτυρες τῶν ῥημάτων τούτων, καὶ τὸ πνεῦμα 35⸋2δὲ⸌ τὸ ἅγιον, ὃ ἔδωκεν ὁ θεὸς τοῖς πειθαρχοῦσιν αὐτῷ.

Οἱ δὲ 36⸂ἀκούοντες⸃ διεπρίοντο, καὶ 37⸂2ἐβουλεύοντο⸃ ἀνελεῖν αὐτούς. Ἀναστὰς δέ τις ἐν τῷ συνεδρίῳ Φαρισαῖος, ὀνόματι Γαμαλιήλ, νομοδιδάσκαλος, τίμιος παντὶ τῷ λαῷ, ἐκέλευσεν ἔξω βραχύ 38⸋τι⸌ τοὺς 39⸂ἀποστόλους⸃ ποιῆσαι. Εἶπέν τε πρὸς αὐτούς, Ἄνδρες Ἰσραηλῖται, προσέχετε ἑαυτοῖς ἐπὶ τοῖς ἀνθρώποις τούτοις, τί μέλλετε πράσσειν. Πρὸ γὰρ τούτων τῶν ἡμερῶν ἀνέστη Θευδᾶς, λέγων εἶναί τινα ἑαυτόν, ᾧ προσεκλήθη 40⸉ἀριθμὸς ἀνδρῶν⸊ 41⸂ὡσεὶ⸃ τετρακοσίων· ὃς ἀνῃρέθη, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διελύθησαν καὶ ἐγένοντο εἰς οὐδέν. Μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς ἀπογραφῆς, καὶ ἀπέστησεν λαὸν 42⸋ἱκανὸν⸌ ὀπίσω αὐτοῦ· κἀκεῖνος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείθοντο αὐτῷ διεσκορπίσθησαν. Καὶ τὰ νῦν λέγω ὑμῖν, ἀπόστητε ἀπὸ τῶν ἀνθρώπων τούτων, καὶ 43⸂ἐάσατε⸃ αὐτούς· ὅτι ἐὰν ᾖ ἐξ ἀνθρώπων ἡ βουλὴ 44⸆ ἢ τὸ ἔργον τοῦτο, καταλυθήσεται· εἰ δὲ ἐκ θεοῦ ἐστιν, οὐ 45⸂δύνασθε⸃ καταλῦσαι 46⸂2αὐτό,⸃ μήποτε καὶ θεομάχοι εὑρεθῆτε. Ἐπείσθησαν δὲ αὐτῷ· καὶ προσκαλεσάμενοι τοὺς ἀποστόλους, δείραντες παρήγγειλαν μὴ λαλεῖν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ, καὶ ἀπέλυσαν 47⸋αὐτούς.⸌ Οἱ μὲν οὖν ἐπορεύοντο χαίροντες ἀπὸ προσώπου τοῦ συνεδρίου, ὅτι 48⸂ὑπὲρ τοῦ ὀνόματος τοῦ Ἰησοῦ κατηξιώθησαν⸃ ἀτιμασθῆναι. Πᾶσάν τε ἡμέραν, ἐν τῷ ἱερῷ καὶ κατ᾽ οἶκον, οὐκ ἐπαύοντο διδάσκοντες καὶ εὐαγγελιζόμενοι 49⸉Ἰησοῦν τὸν χριστόν.⸊

Source notes (49)
  1. Footnote * ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  2. Footnote * ⸆ – RP f 35 TR ¦ ὁ TNT2 WH NA NIV SBL
  3. Footnote * ⸋ σε RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL
  4. Footnote * ⸋ ὁ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR
  5. Footnote * ⸋2 ταῦτα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  6. Footnote * ⸂ αὐτῇ RP f 35 TR ¦ πρὸς αὐτὴν TNT2 WH NA NIV SBL
  7. Footnote * ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  8. Footnote * ⸂ εἶπεν RP f 35 ¦ εἶπε TR ¦ – TNT2 WH NA NIV SBL
  9. Footnote * ⸂ παρὰ RP f 35 TR ¦ πρὸς TNT2 WH NA NIV SBL
  10. Footnote * ⸂ ἐγίνετο RP TNT2 WH NA NIV SBL ¦ ἐγένετο f 35 TR
  11. Footnote * ⸉ ἐν τῷ λαῷ πολλά RP f 35 TR ¦ πολλά ἐν τῷ λαῷ TNT2 WH NA NIV SBL
  12. Footnote * ⸂2 ἅπαντες RP f 35 TR NA27+28 NIV SBL ¦ πάντες TNT2 WH NA25
  13. Footnote * ⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL
  14. Footnote * ⸂ κατὰ RP f 35 TR ¦ εἰς TNT2 WH NA NIV SBL
  15. Footnote * ⸂2 κλινῶν RP f 35 TR ¦ κλιναρίων TNT2 WH NA NIV SBL
  16. Footnote * ⸆2 – RP TR TNT2 WH NA NIV SBL ¦ τοῦ f 35
  17. Footnote * ⸂3 ἐπισκιάσῃ RP f 35 TR NA NIV SBL ¦ ἐπισκιάσει TNT2 WH
  18. Footnote * ⸋ εἰς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  19. Footnote * ⸂ οἵτινες RP TR TNT2 WH NA NIV SBL ¦ καὶ f 35
  20. Footnote * ⸋ αὐτῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  21. Footnote * ⸋ τῆς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  22. Footnote * ⸂ ἤνοιξεν RP f 35 TNT2 ¦ ἤνοιξε TR WH NA25 SBL ¦ ἀνοίξας NA27+28 NIV
  23. Footnote * ⸉ ὑπηρέται παραγενόμενοι RP TR ¦ παραγενόμενοι ὑπηρέται f 35 TNT2 WH NA NIV SBL
  24. Footnote * ⸋ μὲν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  25. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἔξω TR
  26. Footnote * ⸂ πρὸ RP f 35 TR ¦ ἐπὶ TNT2 WH NA NIV SBL
  27. Footnote * ⸂ ὅ τε ἱερεὺς καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ RP f 35 TR ¦ ὅ τε στρατηγὸς τοῦ ἱεροῦ TNT2 WH NA NIV SBL
  28. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ λέγων TR
  29. Footnote * ⸂ ἤγαγεν RP f 35 TR TNT2 SBL ¦ ἦγεν WH NA NIV
  30. Footnote * ⸋ ἵνα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  31. Footnote * ⸋ Οὐ RP f 35 TR NA27+28 ¦ – TNT2 WH NA25 NIV SBL
  32. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR
  33. Footnote * ⸆ – RP f 35 TR TNT2 ¦ τοῦ WH NA NIV SBL
  34. Footnote * ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  35. Footnote * ⸋2 δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  36. Footnote * ⸂ ἀκούοντες RP f 35 ¦ ἀκούσαντες TR TNT2 WH NA NIV SBL
  37. Footnote * ⸂2 ἐβουλεύοντο RP f 35 TR ¦ ἐβούλοντο TNT2 WH NA NIV SBL
  38. Footnote * ⸋ τι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  39. Footnote * ⸂ ἀποστόλους RP f 35 TR ¦ ἀνθρώπους TNT2 WH NA NIV SBL
  40. Footnote * ⸉ ἀριθμὸς ἀνδρῶν RP f 35 TR ¦ ἀνδρῶν ἀριθμὸς TNT2 WH NA NIV SBL
  41. Footnote * ⸂ ὡσεὶ RP TR ¦ ὡς f 35 TNT2 WH NA NIV SBL
  42. Footnote * ⸋ ἱκανὸν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  43. Footnote * ⸂ ἐάσατε RP f 35 TR ¦ ἄφετε TNT2 WH NA NIV SBL
  44. Footnote * ⸆ – RP f 35 ¦ αὕτη TR TNT2 WH NA NIV SBL
  45. Footnote * ⸂ δύνασθε RP TR ¦ δυνήσεσθε f 35 TNT2 WH NA NIV SBL
  46. Footnote * ⸂2 αὐτό RP f 35 TR ¦ αὐτούς TNT2 WH NA NIV SBL
  47. Footnote * ⸋ αὐτούς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  48. Footnote * ⸂ ὑπὲρ τοῦ ὀνόματος τοῦ Ἰησοῦ κατηξιώθησαν RP ¦ κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος τοῦ χριστοῦ f 35 ¦ ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ κατηξιώθησαν TR ¦ κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος TNT2 WH NA NIV SBL
  49. Footnote * ⸉ Ἰησοῦν τὸν χριστόν RP TR ¦ τὸν χριστόν Ἰησοῦν f 35 TNT2 WH NA NIV SBL

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.