Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΑΞΕΙΣ 15

Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας, ἐδίδασκον τοὺς ἀδελφοὺς ὅτι Ἐὰν μὴ 1⸂περιτέμνησθε⸃ τῷ ἔθει 2⸆ Μωϋσέως, οὐ δύνασθε σωθῆναι. Γενομένης 3⸂οὖν⸃ στάσεως καὶ 4⸂2ζητήσεως⸃ οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ πρὸς αὐτούς, ἔταξαν ἀναβαίνειν Παῦλον καὶ Βαρνάβαν καί τινας ἄλλους ἐξ αὐτῶν πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς Ἱερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου. Οἱ μὲν οὖν, προπεμφθέντες ὑπὸ τῆς ἐκκλησίας, διήρχοντο τὴν 5⸆ Φοινίκην καὶ Σαμάρειαν, ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν· καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσιν τοῖς ἀδελφοῖς. Παραγενόμενοι δὲ εἰς Ἱερουσαλήμ, 6⸂ἀπεδέχθησαν⸃ 7⸂2ὑπὸ⸃ τῆς ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα ὁ θεὸς ἐποίησεν μετ᾽ αὐτῶν. Ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες, λέγοντες ὅτι Δεῖ περιτέμνειν αὐτούς, παραγγέλλειν τε τηρεῖν τὸν νόμον Μωϋσέως.

Συνήχθησαν 8⸂δὲ⸃ οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου. Πολλῆς δὲ 9⸂συζητήσεως⸃ γενομένης, ἀναστὰς Πέτρος εἶπεν πρὸς αὐτούς,

Ἄνδρες ἀδελφοί, ὑμεῖς ἐπίστασθε ὅτι ἀφ᾽ ἡμερῶν ἀρχαίων 10⸂2ὁ θεὸς ἐν ἡμῖν ἐξελέξατο,⸃ διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου, καὶ πιστεῦσαι. Καὶ ὁ καρδιογνώστης θεὸς ἐμαρτύρησεν αὐτοῖς, δοὺς 11⸋αὐτοῖς⸌ τὸ πνεῦμα τὸ ἅγιον, καθὼς καὶ ἡμῖν· καὶ οὐδὲν διέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν. Νῦν οὖν τί πειράζετε τὸν θεόν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι; Ἀλλὰ διὰ τῆς χάριτος 12⸂τοῦ κυρίου Ἰησοῦ⸃ πιστεύομεν σωθῆναι, καθ᾽ ὃν τρόπον κἀκεῖνοι.

Ἐσίγησεν δὲ πᾶν τὸ πλῆθος, καὶ ἤκουον Βαρνάβα καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσιν δι᾽ αὐτῶν. Μετὰ δὲ τὸ σιγῆσαι αὐτούς, ἀπεκρίθη Ἰάκωβος λέγων,

Ἄνδρες ἀδελφοί, ἀκούσατέ μου· Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν 13⸋ἐπὶ⸌ τῷ ὀνόματι αὐτοῦ. Καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν, καθὼς γέγραπται, Μετὰ ταῦτα ἀναστρέψω, καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν· καὶ τὰ 14⸂κατεσκαμμένα⸃ αὐτῆς ἀνοικοδομήσω, καὶ ἀνορθώσω αὐτήν· ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν κύριον, καὶ πάντα τὰ ἔθνη, ἐφ᾽ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ᾽ αὐτούς, λέγει κύριος 15⸋ὁ⸌ ποιῶν ταῦτα 16⸋2πάντα.⸌ Γνωστὰ ἀπ᾽ αἰῶνός 17⸂ἐστιν τῷ θεῷ πάντα τὰ ἔργα αὐτοῦ.⸃ Διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶ τὸν θεόν· ἀλλὰ ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι 18⸋ἀπὸ⸌ τῶν ἀλισγημάτων τῶν εἰδώλων 19⸂καὶ τῆς πορνείας καὶ τοῦ πνικτοῦ καὶ τοῦ αἵματος.⸃ Μωϋσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει, ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος.

Τότε ἔδοξεν τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ, ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺν 20⸆ Παύλῳ καὶ Βαρνάβᾳ, Ἰούδαν τὸν 21⸂ἐπικαλούμενον⸃ Βαρσαββᾶν, καὶ Σίλαν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς, γράψαντες διὰ χειρὸς αὐτῶν 22⸋τάδε,⸌ Οἱ ἀπόστολοι 23⸂καὶ οἱ πρεσβύτεροι καὶ οἱ ἀδελφοὶ⸃ τοῖς κατὰ 24⸂2τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν⸃ ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν, χαίρειν· ἐπειδὴ ἠκούσαμεν ὅτι τινὲς ἐξ ἡμῶν 25⸋ἐξελθόντες⸌ ἐτάραξαν ὑμᾶς λόγοις, ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν, 26⸋2λέγοντες περιτέμνεσθαι καὶ τηρεῖν τὸν νόμον,⸌ οἷς οὐ διεστειλάμεθα· ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδόν, 27⸂ἐκλεξαμένους⸃ ἄνδρας πέμψαι πρὸς ὑμᾶς, σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρνάβᾳ καὶ Παύλῳ, ἀνθρώποις παραδεδωκόσιν τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ. Ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σίλαν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά. Ἔδοξεν γὰρ 28⸂τῷ ἁγίῳ πνεύματι,⸃ καὶ ἡμῖν, μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος, πλὴν 29⸉τῶν ἐπάναγκες τούτων,⸊ ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ 30⸂πνικτοῦ⸃ καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτούς, εὖ πράξετε. Ἔρρωσθε.

Οἱ μὲν οὖν ἀπολυθέντες 31⸂ἦλθον⸃ εἰς Ἀντιόχειαν· καὶ συναγαγόντες τὸ πλῆθος, ἐπέδωκαν τὴν ἐπιστολήν. Ἀναγνόντες δέ, ἐχάρησαν ἐπὶ τῇ παρακλήσει. Ἰούδας τε καὶ Σίλας, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφούς, καὶ ἐπεστήριξαν. Ποιήσαντες δὲ χρόνον, ἀπελύθησαν μετ᾽ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς 32⸂ἀποστόλους.⸃ 33⸆ Παῦλος δὲ καὶ Βαρνάβας διέτριβον ἐν Ἀντιοχείᾳ, διδάσκοντες καὶ εὐαγγελιζόμενοι, μετὰ καὶ ἑτέρων πολλῶν, τὸν λόγον τοῦ κυρίου.

Μετὰ δέ τινας ἡμέρας εἶπεν 34⸉Παῦλος πρὸς Βαρνάβαν,⸊ Ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς 35⸋ἡμῶν⸌ κατὰ 36⸉2πᾶσαν πόλιν,⸊ ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ κυρίου, πῶς ἔχουσιν. Βαρνάβας δὲ 37⸂ἐβουλεύσατο⸃ συμπαραλαβεῖν 38⸆ 39⸋τὸν⸌ Ἰωάννην, τὸν καλούμενον Μάρκον. Παῦλος δὲ ἠξίου, τὸν ἀποστάντα ἀπ᾽ αὐτῶν ἀπὸ Παμφυλίας, καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον, μὴ 40⸂συμπαραλαβεῖν⸃ τοῦτον. Ἐγένετο 41⸂οὖν⸃ παροξυσμός, ὥστε 42⸂2ἀποχωρισθῆναι⸃ αὐτοὺς ἀπ᾽ ἀλλήλων, τόν τε Βαρνάβαν παραλαβόντα τὸν Μάρκον ἐκπλεῦσαι εἰς Κύπρον· Παῦλος δὲ ἐπιλεξάμενος Σίλαν ἐξῆλθεν, παραδοθεὶς τῇ χάριτι 43⸂τοῦ θεοῦ⸃ ὑπὸ τῶν ἀδελφῶν. Διήρχετο δὲ 44⸂τὴν Συρίαν καὶ Κιλικίαν,⸃ ἐπιστηρίζων τὰς ἐκκλησίας.

Source notes (44)
  1. Footnote * ⸂ περιτέμνησθε RP f 35 TR ¦ περιτμηθῆτε TNT2 WH NA NIV SBL
  2. Footnote * ⸆ – RP f 35 TR ¦ τῷ TNT2 WH NA NIV SBL
  3. Footnote * ⸂ οὖν RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL
  4. Footnote * ⸂2 ζητήσεως RP f 35 TNT2 WH NA NIV SBL ¦ συζητήσεως TR
  5. Footnote * ⸆ – RP f 35 TR ¦ τε TNT2 WH NA NIV SBL
  6. Footnote * ⸂ ἀπεδέχθησαν RP f 35 TR ¦ παρεδέχθησαν TNT2 WH NA NIV SBL
  7. Footnote * ⸂2 ὑπὸ RP f 35 TR ¦ ἀπὸ TNT2 WH NA NIV SBL
  8. Footnote * ⸂ δὲ RP f 35 TR ¦ τε TNT2 WH NA NIV SBL
  9. Footnote * ⸂ συζητήσεως RP f 35 TR ¦ ζητήσεως TNT2 WH NA NIV SBL
  10. Footnote * ⸂2 ὁ θεὸς ἐν ἡμῖν ἐξελέξατο RP TR ¦ ὁ θεὸς ἐν ὑμῖν ἐξελέξατο f 35 ¦ ἐν ὑμῖν ἐξελέξατο ὁ θεὸς TNT2 WH NA NIV SBL
  11. Footnote * ⸋ αὐτοῖς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  12. Footnote * ⸂ τοῦ κυρίου Ἰησοῦ RP f 35 TNT2 WH NA NIV SBL ¦ κυρίου Ἰησοῦ χριστοῦ TR
  13. Footnote * ⸋ ἐπὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  14. Footnote * ⸂ κατεσκαμμένα RP f 35 TR NA27+28 NIV SBL ¦ κατεστρεμμένα TNT2 ¦ κατεστραμμένα WH NA25
  15. Footnote * ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  16. Footnote * ⸋2 πάντα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  17. Footnote * ⸂ ἐστιν τῷ θεῷ πάντα τὰ ἔργα αὐτοῦ RP f 35 ¦ ἐστι τῷ θεῷ πάντα τὰ ἔργα αὐτοῦ TR ¦ – TNT2 WH NA NIV SBL
  18. Footnote * ⸋ ἀπὸ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  19. Footnote * ⸂ καὶ τῆς πορνείας καὶ τοῦ πνικτοῦ καὶ τοῦ αἵματος RP f 35 TR NA27+28 NIV SBL ¦ καὶ τῆς πορνείας καὶ πνικτοῦ καὶ τοῦ αἵματος TNT2 WH NA25
  20. Footnote * ⸆ – RP f 35 ¦ τῷ TR TNT2 WH NA NIV SBL
  21. Footnote * ⸂ ἐπικαλούμενον RP f 35 TR ¦ καλούμενον TNT2 WH NA NIV SBL
  22. Footnote * ⸋ τάδε RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  23. Footnote * ⸂ καὶ οἱ πρεσβύτεροι καὶ οἱ ἀδελφοὶ RP f 35 TR ¦ καὶ οἱ πρεσβύτεροι, ἀδελφοὶ TNT2 WH NA NIV SBL
  24. Footnote * ⸂2 τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν RP TR TNT2 WH NA NIV SBL ¦ Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν f 35
  25. Footnote * ⸋ ἐξελθόντες RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25
  26. Footnote * ⸋2 λέγοντες περιτέμνεσθαι καὶ τηρεῖν τὸν νόμον RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  27. Footnote * ⸂ ἐκλεξαμένους RP TR NA25 ¦ ἐκλεξαμένοις f 35 TNT2 WH NA27+28 NIV SBL
  28. Footnote * ⸂ τῷ ἁγίῳ πνεύματι RP f 35 TR ¦ τῷ πνεύματι τῷ ἁγίῳ TNT2 WH NA NIV SBL
  29. Footnote * ⸉ τῶν ἐπάναγκες τούτων RP f 35 TR ¦ τούτων τῶν ἐπάναγκες TNT2 WH NA NIV SBL
  30. Footnote * ⸂ πνικτοῦ RP f 35 TR ¦ πνικτῶν TNT2 WH NA NIV SBL
  31. Footnote * ⸂ ἦλθον RP f 35 TR ¦ κατῆλθον TNT2 WH NA NIV SBL
  32. Footnote * ⸂ ἀποστόλους RP f 35 TR ¦ ἀποστείλαντας αὐτούς TNT2 WH NA NIV SBL
  33. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ Ἔδοξε δὲ τῷ Σίλᾳ ἐπιμεῖναι αὐτοῦ. TR
  34. Footnote * ⸉ Παῦλος πρὸς Βαρνάβαν RP f 35 TR ¦ πρὸς Βαρνάβαν Παῦλος TNT2 WH NA NIV SBL
  35. Footnote * ⸋ ἡμῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  36. Footnote * ⸉2 πᾶσαν πόλιν RP f 35 TR ¦ πόλιν πᾶσαν TNT2 WH NA NIV SBL
  37. Footnote * ⸂ ἐβουλεύσατο RP f 35 TR ¦ ἐβούλετο TNT2 WH NA NIV SBL
  38. Footnote * ⸆ – RP TR ¦ καὶ f 35 TNT2 WH NA NIV SBL
  39. Footnote * ⸋ τὸν RP TR TNT2 WH NA NIV SBL ¦ – f 35
  40. Footnote * ⸂ συμπαραλαβεῖν RP f 35 TR ¦ συμπαραλαμβάνειν TNT2 NA NIV SBL ¦ συνπαραλαμβάνειν WH
  41. Footnote * ⸂ οὖν RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL
  42. Footnote * ⸂2 ἀποχωρισθῆναι RP TR TNT2 WH NA NIV SBL ¦ χωρισθῆναι f 35
  43. Footnote * ⸂ τοῦ θεοῦ RP f 35 TR ¦ τοῦ κυρίου TNT2 WH NA NIV SBL
  44. Footnote * ⸂ τὴν Συρίαν καὶ Κιλικίαν RP f 35 TR TNT2 NA25 ¦ τὴν Συρίαν καὶ τὴν Κιλικίαν WH NA27+28 NIV SBL

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.