Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΑΞΕΙΣ 14

Ἐγένετο δὲ ἐν Ἰκονίῳ, κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων, καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος. Οἱ δὲ 1⸂ἀπειθοῦντες⸃ Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν. Ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῷ κυρίῳ τῷ μαρτυροῦντι 2⸆ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, 3⸆2 διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν. Ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως· καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς ἀποστόλοις. Ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν, ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς, συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας, Λύστραν καὶ Δέρβην, καὶ τὴν περίχωρον· κἀκεῖ 4⸉ἦσαν εὐαγγελιζόμενοι.⸊

Καί τις ἀνὴρ 5⸉ἐν Λύστροις ἀδύνατος⸊ τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ 6⸋ὑπάρχων,⸌ ὃς οὐδέποτε 7⸂περιπεπατήκει.⸃ Οὗτος 8⸂ἤκουσεν⸃ τοῦ Παύλου λαλοῦντος· ὃς ἀτενίσας αὐτῷ, καὶ ἰδὼν ὅτι 9⸉πίστιν ἔχει⸊ τοῦ σωθῆναι, εἶπεν μεγάλῃ 10⸋τῇ⸌ φωνῇ, Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου 11⸂ὀρθῶς.⸃ Καὶ ἥλλετο καὶ περιεπάτει. Οἱ 12⸂δὲ⸃ ὄχλοι, ἰδόντες ὃ ἐποίησεν 13⸋ὁ⸌ Παῦλος, ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες, Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς. Ἐκάλουν τε 14⸂τὸν μὲν Βαρνάβαν, Δία· τὸν δὲ Παῦλον, Ἑρμῆν,⸃ ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου. Ὁ 15⸂δὲ⸃ ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς πόλεως 16⸋αὐτῶν,⸌ ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας, σὺν τοῖς ὄχλοις ἤθελεν θύειν. Ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος, διαρρήξαντες τὰ ἱμάτια 17⸂αὐτῶν,⸃ 18⸂2εἰσεπήδησαν⸃ εἰς τὸν ὄχλον, κράζοντες καὶ λέγοντες, Ἄνδρες, τί ταῦτα ποιεῖτε; Καὶ ἡμεῖς ὁμοιοπαθεῖς 19⸉ἐσμεν ὑμῖν⸊ ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ 20⸂τὸν θεὸν τὸν ζῶντα,⸃ ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· ὃς ἐν ταῖς παρῳχημέναις γενεαῖς εἴασεν πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν. 21⸂Καίτοιγε⸃ οὐκ ἀμάρτυρον 22⸂2ἑαυτὸν⸃ ἀφῆκεν 23⸂3ἀγαθοποιῶν,⸃ οὐρανόθεν 24⸂4ὑμῖν ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ἡμῶν.⸃ Καὶ ταῦτα λέγοντες, μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς.

Ἐπῆλθον δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ πείσαντες τοὺς ὄχλους, καὶ λιθάσαντες τὸν Παῦλον, ἔσυρον ἔξω τῆς πόλεως, 25⸂νομίσαντες⸃ αὐτὸν τεθνάναι. Κυκλωσάντων δὲ 26⸉αὐτὸν τῶν μαθητῶν,⸊ ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν· καὶ τῇ ἐπαύριον ἐξῆλθεν σὺν τῷ Βαρνάβᾳ εἰς Δέρβην. 27⸂Εὐαγγελισάμενοί⸃ τε τὴν πόλιν ἐκείνην, καὶ μαθητεύσαντες ἱκανούς, ὑπέστρεψαν 28⸂2εἰς τὴν Λύστραν καὶ Ἰκόνιον καὶ Ἀντιόχειαν,⸃ ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει, καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ. Χειροτονήσαντες δὲ αὐτοῖς 29⸉πρεσβυτέρους κατ᾽ ἐκκλησίαν,⸊ προσευξάμενοι μετὰ νηστειῶν, παρέθεντο αὐτοὺς τῷ κυρίῳ εἰς ὃν πεπιστεύκεισαν. Καὶ διελθόντες τὴν Πισιδίαν ἦλθον εἰς 30⸆ Παμφυλίαν. Καὶ λαλήσαντες 31⸂ἐν Πέργῃ⸃ τὸν λόγον, κατέβησαν εἰς Ἀττάλειαν· κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν. Παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν, 32⸂ἀνήγγειλαν⸃ ὅσα ἐποίησεν ὁ θεὸς μετ᾽ αὐτῶν, καὶ ὅτι ἤνοιξεν τοῖς ἔθνεσιν θύραν πίστεως. Διέτριβον δὲ 33⸋ἐκεῖ⸌ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.

Source notes (33)
  1. Footnote * ⸂ ἀπειθοῦντες RP f 35 TR ¦ ἀπειθήσαντες TNT2 WH NA NIV SBL
  2. Footnote * ⸆ – RP f 35 TR TNT2 WH SBL ¦ ἐπὶ NA NIV
  3. Footnote * ⸆2 – RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ TR
  4. Footnote * ⸉ ἦσαν εὐαγγελιζόμενοι RP f 35 TR ¦ εὐαγγελιζόμενοι ἦσαν TNT2 WH NA NIV SBL
  5. Footnote * ⸉ ἐν Λύστροις ἀδύνατος RP f 35 TR TNT2 ¦ ἀδύνατος ἐν Λύστροις WH NA NIV SBL
  6. Footnote * ⸋ ὑπάρχων RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  7. Footnote * ⸂ περιπεπατήκει RP f 35 TR ¦ περιεπάτησεν TNT2 WH NA NIV SBL
  8. Footnote * ⸂ ἤκουσεν RP TNT2 NA27+28 NIV SBL ¦ ἤκουεν f 35 WH NA25 ¦ ἤκουε TR
  9. Footnote * ⸉ πίστιν ἔχει RP f 35 TR ¦ ἔχει πίστιν TNT2 WH NA NIV SBL
  10. Footnote * ⸋ τῇ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  11. Footnote * ⸂ ὀρθῶς RP ¦ ὀρθός f 35 TR TNT2 WH NA NIV SBL
  12. Footnote * ⸂ δὲ RP f 35 TR TNT2 ¦ τε WH NA NIV SBL
  13. Footnote * ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  14. Footnote * ⸂ τὸν μὲν Βαρνάβαν, Δία· τὸν δὲ Παῦλον, Ἑρμῆν RP f 35 TR ¦ τὸν Βαρνάβαν, Δία· τὸν δὲ Παῦλον, Ἑρμῆν TNT2 WH NA NIV SBL
  15. Footnote * ⸂ δὲ RP f 35 TR ¦ τε TNT2 WH NA NIV SBL
  16. Footnote * ⸋ αὐτῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  17. Footnote * ⸂ αὐτῶν RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ἑαυτῶν WH NA25
  18. Footnote * ⸂2 εἰσεπήδησαν RP f 35 TR ¦ ἐξεπήδησαν TNT2 WH NA NIV SBL
  19. Footnote * ⸉ ἐσμεν ὑμῖν RP TR TNT2 WH NA NIV SBL ¦ ὑμῖν ἐσμεν f 35
  20. Footnote * ⸂ τὸν θεὸν τὸν ζῶντα RP f 35 TR ¦ θεὸν ζῶντα TNT2 WH NA NIV SBL
  21. Footnote * ⸂ Καίτοιγε RP f 35 TR ¦ Καίτοι TNT2 WH NA NIV SBL
  22. Footnote * ⸂2 ἑαυτὸν RP f 35 TR ¦ αὐτὸν TNT2 NA27+28 NIV ¦ αὑτὸν WH NA25 SBL
  23. Footnote * ⸂3 ἀγαθοποιῶν RP f 35 TR ¦ ἀγαθουργῶν TNT2 WH NA NIV SBL
  24. Footnote * ⸂4 ὑμῖν … ἡμῶν RP f 35 ¦ ἡμῖν … ἡμῶν TR ¦ ὑμῖν … ὑμῶν TNT2 WH NA NIV SBL
  25. Footnote * ⸂ νομίσαντες RP f 35 TR ¦ νομίζοντες TNT2 WH NA NIV SBL
  26. Footnote * ⸉ αὐτὸν τῶν μαθητῶν RP TR ¦ τῶν μαθητῶν αὐτὸν f 35 TNT2 WH NA NIV SBL
  27. Footnote * ⸂ Εὐαγγελισάμενοί RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ Εὐαγγελιζόμενοί NA25
  28. Footnote * ⸂2 εἰς τὴν Λύστραν καὶ Ἰκόνιον καὶ Ἀντιόχειαν RP TR ¦ εἰς Λύστραν καὶ Ἰκόνιον καὶ Ἀντιόχειαν f 35 ¦ εἰς τὴν Λύστραν καὶ εἰς Ἰκόνιον καὶ εἰς Ἀντιόχειαν TNT2 WH NA NIV SBL
  29. Footnote * ⸉ πρεσβυτέρους κατ᾽ ἐκκλησίαν RP f 35 TR ¦ κατ᾽ ἐκκλησίαν πρεσβυτέρους TNT2 WH NA NIV SBL
  30. Footnote * ⸆ – RP f 35 TR ¦ τὴν TNT2 WH NA NIV SBL
  31. Footnote * ⸂ ἐν Πέργῃ RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ εἰς τὴν Πέργην NA25
  32. Footnote * ⸂ ἀνήγγειλαν RP f 35 TR ¦ ἀνήγγελλον TNT2 WH NA NIV SBL
  33. Footnote * ⸋ ἐκεῖ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.