Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΑΞΕΙΣ 16

Κατήντησεν δὲ 1⸂εἰς Δέρβην καὶ Λύστραν·⸃ καὶ ἰδού, μαθητής τις ἦν ἐκεῖ, ὀνόματι Τιμόθεος, υἱὸς γυναικός 2⸋τινος⸌ Ἰουδαίας πιστῆς, πατρὸς δὲ Ἕλληνος· ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν. Τοῦτον ἠθέλησεν ὁ Παῦλος σὺν αὐτῷ ἐξελθεῖν, καὶ λαβὼν περιέτεμεν αὐτόν, διὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις· ᾔδεισαν γὰρ ἅπαντες 3⸂τὸν πατέρα αὐτοῦ, ὅτι Ἕλλην⸃ ὑπῆρχεν. Ὡς δὲ διεπορεύοντο τὰς πόλεις, παρεδίδουν αὐτοῖς φυλάσσειν τὰ δόγματα τὰ κεκριμένα ὑπὸ 4⸂τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων⸃ τῶν ἐν Ἱερουσαλήμ. Αἱ μὲν οὖν ἐκκλησίαι ἐστερεοῦντο τῇ πίστει, καὶ ἐπερίσσευον τῷ ἀριθμῷ καθ᾽ ἡμέραν. 5

⸂Διελθόντες⸃ δὲ 6⸂2τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν,⸃ κωλυθέντες ὑπὸ τοῦ ἁγίου πνεύματος λαλῆσαι τὸν λόγον ἐν τῇ Ἀσίᾳ, ἐλθόντες 7⸆ κατὰ τὴν Μυσίαν ἐπείραζον 8⸂κατὰ⸃ τὴν Βιθυνίαν 9⸂2πορεύεσθαι·⸃ καὶ οὐκ εἴασεν αὐτοὺς τὸ πνεῦμα· 10⸆2 παρελθόντες δὲ τὴν Μυσίαν κατέβησαν εἰς Τρῳάδα. Καὶ ὅραμα διὰ 11⸋τῆς⸌ νυκτὸς 12⸉ὤφθη τῷ Παύλῳ·⸊ ἀνήρ 13⸉2τις ἦν Μακεδὼν⸊ ἑστώς, 14⸂παρακαλῶν αὐτὸν καὶ λέγων,⸃ Διαβὰς εἰς 15⸆ Μακεδονίαν, βοήθησον ἡμῖν. Ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως ἐζητήσαμεν ἐξελθεῖν εἰς 16⸋τὴν⸌ Μακεδονίαν, συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς 17⸂ὁ κύριος⸃ εὐαγγελίσασθαι αὐτούς.

Ἀναχθέντες 18⸂οὖν⸃ ἀπὸ 19⸋τῆς⸌ Τρῳάδος, εὐθυδρομήσαμεν εἰς 20⸆ Σαμοθρᾴκην, τῇ 21⸂2τε⸃ ἐπιούσῃ εἰς Νεάπολιν, 22⸂ἐκεῖθέν τε⸃ εἰς Φιλίππους, ἥτις ἐστὶν 23⸂2πρώτη τῆς μερίδος⸃ 24⸋τῆς⸌ Μακεδονίας πόλις, κολωνεία· ἦμεν δὲ ἐν 25⸂3αὐτῇ⸃ τῇ πόλει διατρίβοντες ἡμέρας τινάς. Τῇ τε ἡμέρᾳ τῶν σαββάτων ἐξήλθομεν ἔξω τῆς 26⸂πόλεως⸃ παρὰ ποταμόν, οὗ 27⸂2ἐνομίζετο προσευχὴ⸃ εἶναι, καὶ καθίσαντες ἐλαλοῦμεν ταῖς συνελθούσαις γυναιξίν. Καί τις γυνὴ ὀνόματι Λυδία, πορφυρόπωλις πόλεως Θυατείρων, σεβομένη τὸν θεόν, ἤκουεν· ἧς ὁ κύριος διήνοιξεν τὴν καρδίαν, προσέχειν τοῖς λαλουμένοις ὑπὸ 28⸋τοῦ⸌ Παύλου. Ὡς δὲ ἐβαπτίσθη, 29⸆ καὶ ὁ οἶκος αὐτῆς, παρεκάλεσεν λέγουσα, Εἰ κεκρίκατέ με πιστὴν τῷ κυρίῳ εἶναι, εἰσελθόντες εἰς τὸν οἶκόν μου, 30⸂μείνατε.⸃ Καὶ παρεβιάσατο ἡμᾶς.

Ἐγένετο δὲ πορευομένων ἡμῶν εἰς 31⸆ προσευχήν, παιδίσκην τινὰ ἔχουσαν πνεῦμα 32⸂Πύθωνος⸃ 33⸂2ἀπαντῆσαι⸃ ἡμῖν, ἥτις ἐργασίαν πολλὴν παρεῖχεν τοῖς κυρίοις αὐτῆς, μαντευομένη. Αὕτη κατακολουθήσασα τῷ Παύλῳ καὶ 34⸂ἡμῖν,⸃ ἔκραζεν λέγουσα, Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν 35⸂2ἡμῖν⸃ ὁδὸν σωτηρίας. Τοῦτο δὲ ἐποίει ἐπὶ πολλὰς ἡμέρας. Διαπονηθεὶς δὲ 36⸋ὁ⸌ Παῦλος, καὶ ἐπιστρέψας, τῷ πνεύματι εἶπεν, Παραγγέλλω σοι ἐν 37⸋2τῷ⸌ ὀνόματι Ἰησοῦ χριστοῦ, ἐξελθεῖν ἀπ᾽ αὐτῆς. Καὶ ἐξῆλθεν αὐτῇ τῇ ὥρᾳ.

Ἰδόντες δὲ οἱ κύριοι αὐτῆς ὅτι ἐξῆλθεν ἡ ἐλπὶς τῆς ἐργασίας αὐτῶν, ἐπιλαβόμενοι τὸν Παῦλον καὶ τὸν Σίλαν, εἵλκυσαν εἰς τὴν ἀγορὰν ἐπὶ τοὺς ἄρχοντας, καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς εἶπον, Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν, Ἰουδαῖοι ὑπάρχοντες, καὶ καταγγέλλουσιν ἔθη ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν, Ῥωμαίοις οὖσιν. Καὶ συνεπέστη ὁ ὄχλος κατ᾽ αὐτῶν, καὶ οἱ στρατηγοὶ περιρρήξαντες αὐτῶν τὰ ἱμάτια ἐκέλευον ῥαβδίζειν. Πολλάς 38⸂τε⸃ ἐπιθέντες αὐτοῖς πληγὰς ἔβαλον εἰς φυλακήν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς· ὅς, παραγγελίαν τοιαύτην 39⸂εἰληφώς,⸃ ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακήν, καὶ τοὺς πόδας 40⸉αὐτῶν ἠσφαλίσατο⸊ εἰς τὸ ξύλον. Κατὰ δὲ τὸ μεσονύκτιον Παῦλος καὶ Σίλας προσευχόμενοι ὕμνουν τὸν θεόν, ἐπηκροῶντο δὲ αὐτῶν οἱ δέσμιοι· ἄφνω δὲ σεισμὸς ἐγένετο μέγας, ὥστε σαλευθῆναι τὰ θεμέλια τοῦ δεσμωτηρίου· ἀνεῴχθησάν 41⸂τε⸃ παραχρῆμα αἱ θύραι πᾶσαι, καὶ πάντων τὰ δεσμὰ ἀνέθη. Ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ, καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος 42⸆ μάχαιραν, ἔμελλεν ἑαυτὸν ἀναιρεῖν, νομίζων ἐκπεφευγέναι τοὺς δεσμίους. Ἐφώνησεν δὲ 43⸂φωνῇ μεγάλῃ ὁ Παῦλος⸃ λέγων, Μηδὲν πράξῃς σεαυτῷ κακόν· ἅπαντες γάρ ἐσμεν ἐνθάδε. Αἰτήσας δὲ φῶτα εἰσεπήδησεν, καὶ ἔντρομος γενόμενος προσέπεσεν 44⸂τῷ Παύλῳ καὶ τῷ Σίλᾳ,⸃ καὶ προαγαγὼν αὐτοὺς ἔξω ἔφη, Κύριοι, τί με δεῖ ποιεῖν ἵνα σωθῶ; Οἱ δὲ εἶπον, Πίστευσον ἐπὶ 45⸂τὸν κύριον Ἰησοῦν χριστόν,⸃ καὶ σωθήσῃ σὺ καὶ ὁ οἶκός σου. Καὶ ἐλάλησαν αὐτῷ τὸν λόγον 46⸂τοῦ κυρίου,⸃ 47⸂2καὶ⸃ πᾶσιν τοῖς ἐν τῇ οἰκίᾳ αὐτοῦ. Καὶ παραλαβὼν αὐτοὺς ἐν ἐκείνῃ τῇ ὥρᾳ τῆς νυκτὸς ἔλουσεν ἀπὸ τῶν πληγῶν, καὶ ἐβαπτίσθη αὐτὸς καὶ οἱ αὐτοῦ 48⸂πάντες⸃ παραχρῆμα. Ἀναγαγών τε αὐτοὺς εἰς τὸν οἶκον 49⸋αὐτοῦ⸌ παρέθηκεν τράπεζαν, καὶ 50⸂ἠγαλλιᾶτο⸃ πανοικὶ πεπιστευκὼς τῷ θεῷ.

Ἡμέρας δὲ γενομένης, ἀπέστειλαν οἱ στρατηγοὶ τοὺς ῥαβδούχους λέγοντες, Ἀπόλυσον τοὺς ἀνθρώπους ἐκείνους. Ἀπήγγειλεν δὲ ὁ δεσμοφύλαξ τοὺς λόγους 51⸋τούτους⸌ πρὸς τὸν Παῦλον ὅτι Ἀπεστάλκασιν οἱ στρατηγοί, ἵνα ἀπολυθῆτε· νῦν οὖν ἐξελθόντες πορεύεσθε ἐν εἰρήνῃ. Ὁ δὲ Παῦλος ἔφη πρὸς αὐτούς, Δείραντες ἡμᾶς δημοσίᾳ, ἀκατακρίτους, ἀνθρώπους Ῥωμαίους ὑπάρχοντας, ἔβαλον εἰς φυλακήν, καὶ νῦν λάθρᾳ ἡμᾶς ἐκβάλλουσιν; Οὐ γάρ· ἀλλὰ ἐλθόντες αὐτοὶ 52⸆ ἐξαγαγέτωσαν. 53⸂Ἀνήγγειλαν⸃ δὲ τοῖς στρατηγοῖς οἱ ῥαβδοῦχοι τὰ ῥήματα ταῦτα· 54⸂2καὶ ἐφοβήθησαν⸃ ἀκούσαντες ὅτι Ῥωμαῖοί εἰσιν, καὶ ἐλθόντες παρεκάλεσαν αὐτούς, καὶ ἐξαγαγόντες ἠρώτων 55⸂ἐξελθεῖν τῆς πόλεως. Ἐξελθόντες δὲ ἐκ τῆς φυλακῆς⸃ εἰσῆλθον 56⸂πρὸς⸃ τὴν Λυδίαν· καὶ 57⸂2ἰδόντες τοὺς ἀδελφούς, παρεκάλεσαν αὐτούς,⸃ καὶ ἐξῆλθον.

Source notes (57)
  1. Footnote * ⸂ εἰς Δέρβην καὶ Λύστραν RP f 35 TR ¦ καὶ εἰς Δέρβην καὶ εἰς Λύστραν TNT2 WH NA NIV SBL
  2. Footnote * ⸋ τινος RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  3. Footnote * ⸂ τὸν πατέρα αὐτοῦ, ὅτι Ἕλλην RP f 35 TR ¦ ὅτι Ἕλλην ὁ πατὴρ αὐτοῦ TNT2 WH NA NIV SBL
  4. Footnote * ⸂ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων RP f 35 TR ¦ τῶν ἀποστόλων καὶ πρεσβυτέρων TNT2 WH NA NIV SBL
  5. Footnote * ⸂ Διελθόντες RP f 35 TR ¦ Διῆλθον TNT2 WH NA NIV SBL
  6. Footnote * ⸂2 τὴν Φρυγίαν καὶ τὴν Γαλατικὴν χώραν RP f 35 TR ¦ τὴν Φρυγίαν καὶ Γαλατικὴν χώραν TNT2 WH NA NIV SBL
  7. Footnote * ⸆ – RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL
  8. Footnote * ⸂ κατὰ RP f 35 TR ¦ εἰς TNT2 WH NA NIV SBL
  9. Footnote * ⸂2 πορεύεσθαι RP f 35 TR ¦ πορευθῆναι TNT2 WH NA NIV SBL
  10. Footnote * ⸆2 – RP f 35 TR ¦ Ἰησοῦ TNT2 WH NA NIV SBL
  11. Footnote * ⸋ τῆς RP f 35 TR NA27+28 NIV73 ¦ – TNT2 WH NA25 NIV11 SBL
  12. Footnote * ⸉ ὤφθη τῷ Παύλῳ RP f 35 TR ¦ τῷ Παύλῳ ὤφθη TNT2 WH NA NIV SBL
  13. Footnote * ⸉2 τις ἦν Μακεδὼν RP f 35 TR ¦ Μακεδὼν τις ἦν TNT2 WH NA NIV SBL
  14. Footnote * ⸂ παρακαλῶν αὐτὸν καὶ λέγων RP f 35 TR ¦ καὶ παρακαλῶν αὐτὸν καὶ λέγων TNT2 WH NA NIV SBL
  15. Footnote * ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ τὴν f 35
  16. Footnote * ⸋ τὴν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  17. Footnote * ⸂ ὁ κύριος RP f 35 TR ¦ ὁ θεὸς TNT2 WH NA NIV SBL
  18. Footnote * ⸂ οὖν RP f 35 TR TNT2 WH SBL ¦ δὲ NA NIV
  19. Footnote * ⸋ τῆς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  20. Footnote * ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ τὴν f 35
  21. Footnote * ⸂2 τε RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL
  22. Footnote * ⸂ ἐκεῖθέν τε RP f 35 TR ¦ κἀκεῖθεν TNT2 WH NA NIV SBL
  23. Footnote * ⸂2 πρώτη τῆς μερίδος RP f 35 TR TNT2 WH NA25 NIV SBL ¦ πρώτης μερίδος NA27+28
  24. Footnote * ⸋ τῆς RP f 35 TR NA27+28 NIV ¦ – TNT2 WH NA25 SBL
  25. Footnote * ⸂3 αὐτῇ RP f 35 ¦ ταύτῃ TR TNT2 WH NA NIV SBL
  26. Footnote * ⸂ πόλεως RP f 35 TR ¦ πύλης TNT2 WH NA NIV SBL
  27. Footnote * ⸂2 ἐνομίζετο προσευχὴ RP f 35 TR ¦ ἐνομίζομεν προσευχὴν TNT2 WH NA NIV SBL
  28. Footnote * ⸋ τοῦ RP f 35 TR NA27+28 NIV SBL ¦ – TNT2 WH NA25
  29. Footnote * ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ ἀυτῇ f 35
  30. Footnote * ⸂ μείνατε RP f 35 TR ¦ μένετε TNT2 WH NA NIV SBL
  31. Footnote * ⸆ – RP f 35 TR ¦ τὴν TNT2 WH NA NIV SBL
  32. Footnote * ⸂ Πύθωνος RP f 35 TR ¦ Πύθωνα TNT2 WH NA NIV SBL
  33. Footnote * ⸂2 ἀπαντῆσαι RP f 35 TR ¦ ὑπαντῆσαι TNT2 WH NA NIV SBL
  34. Footnote * ⸂ ἡμῖν RP TR TNT2 WH NA NIV SBL ¦ τῷ Σίλᾳ f 35
  35. Footnote * ⸂2 ἡμῖν RP f 35 TR ¦ ὑμῖν TNT2 WH NA NIV SBL
  36. Footnote * ⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  37. Footnote * ⸋2 τῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  38. Footnote * ⸂ τε RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ δὲ WH NA25
  39. Footnote * ⸂ εἰληφώς RP f 35 TR ¦ λαβὼν TNT2 WH NA NIV SBL
  40. Footnote * ⸉ αὐτῶν ἠσφαλίσατο RP f 35 TR ¦ ἠσφαλίσατο αὐτῶν TNT2 WH NA NIV SBL
  41. Footnote * ⸂ τε RP TR ¦ δὲ f 35 TNT2 WH NA NIV SBL
  42. Footnote * ⸆ – RP f 35 TR ¦ τὴν TNT2 WH NA NIV SBL
  43. Footnote * ⸂ φωνῇ μεγάλῃ ὁ Παῦλος RP f 35 TR SBL ¦ φωνῇ μεγάλῃ Παῦλος TNT2 ¦ Παῦλος μεγάλῃ φωνῇ WH NA25 ¦ μεγάλῃ φωνῇ ὁ Παῦλος NA27+28 NIV73 ¦ μεγάλῃ φωνῇ Παῦλος NIV11
  44. Footnote * ⸂ τῷ Παύλῳ καὶ τῷ Σίλᾳ RP f 35 TR NA27+28 NIV73 SBL ¦ τῷ Παύλῳ καὶ Σίλᾳ TNT2 WH NA25 NIV11
  45. Footnote * ⸂ τὸν κύριον Ἰησοῦν χριστόν RP f 35 TR ¦ τὸν κύριον Ἰησοῦν TNT2 WH NA NIV SBL
  46. Footnote * ⸂ τοῦ κυρίου RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ τοῦ θεοῦ WH NA25
  47. Footnote * ⸂2 καὶ RP f 35 TR ¦ σὺν TNT2 WH NA NIV SBL
  48. Footnote * ⸂ πάντες RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ἅπαντες WH NA25
  49. Footnote * ⸋ αὐτοῦ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
  50. Footnote * ⸂ ἠγαλλιᾶτο RP f 35 ¦ ἠγαλλιάσατο TR TNT2 WH NA NIV SBL
  51. Footnote * ⸋ τούτους RP f 35 TR NA NIV SBL ¦ – TNT2 WH
  52. Footnote * ⸆ – RP f 35 ¦ ἡμᾶς TR TNT2 WH NA NIV SBL
  53. Footnote * ⸂ Ἀνήγγειλαν RP f 35 TR ¦ Ἀπήγγειλαν TNT2 WH NA NIV SBL
  54. Footnote * ⸂2 καὶ ἐφοβήθησαν RP TR ¦ ἐφοβήθησαν δὲ f 35 TNT2 WH NA NIV SBL
  55. Footnote * ⸂ ἐξελθεῖν τῆς πόλεως. Ἐξελθόντες δὲ ἐκ τῆς φυλακῆς RP TR ¦ ἐξελθεῖν τῆς πόλεως. Ἐξελθόντες δὲ ἀπὸ τῆς φυλακῆς f 35 ¦ ἀπελθεῖν ἀπὸ τῆς πόλεως. Ἐξελθόντες δὲ ἐκ τῆς φυλακῆς TNT2 ¦ ἀπελθεῖν ἀπὸ τῆς πόλεως. Ἐξελθόντες δὲ ἀπὸ τῆς φυλακῆς WH NA NIV SBL
  56. Footnote * ⸂ πρὸς RP f 35 TNT2 WH NA NIV SBL ¦ εἰς TR
  57. Footnote * ⸂2 ἰδόντες τοὺς ἀδελφούς, παρεκάλεσαν αὐτούς RP f 35 TR ¦ ἰδόντες, παρεκάλεσαν τοὺς ἀδελφοὺς TNT2 WH NA NIV SBL

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.