Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΑΞΕΙΣ 17

Διοδεύσαντες δὲ 1⸂τὴν Ἀμφίπολιν καὶ Ἀπολλωνίαν,⸃ ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ἦν 2⸋ἡ⸌ συναγωγὴ τῶν Ἰουδαίων· κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ εἰσῆλθεν πρὸς αὐτούς, καὶ ἐπὶ σάββατα τρία 3⸂διελέξατο⸃ αὐτοῖς ἀπὸ τῶν γραφῶν, διανοίγων καὶ παρατιθέμενος, ὅτι Τὸν χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι Οὗτός ἐστιν 4⸂ὁ χριστὸς Ἰησοῦς,⸃ ὃν ἐγὼ καταγγέλλω ὑμῖν. Καί τινες ἐξ αὐτῶν ἐπείσθησαν, καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σίλᾳ, τῶν τε σεβομένων Ἑλλήνων 5⸉πολὺ πλῆθος,⸊ γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι. 6⸂Προσλαβόμενοι δὲ οἱ Ἰουδαῖοι οἱ ἀπειθοῦντες,⸃ τῶν ἀγοραίων 7⸉τινὰς ἄνδρας⸊ πονηρούς, καὶ ὀχλοποιήσαντες, ἐθορύβουν τὴν πόλιν· 8⸂2ἐπιστάντες τε⸃ τῇ οἰκίᾳ Ἰάσονος, ἐζήτουν αὐτοὺς 9⸂3ἀγαγεῖν⸃ εἰς τὸν δῆμον. Μὴ εὑρόντες δὲ αὐτούς, ἔσυρον 10⸋τὸν⸌ Ἰάσονα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας, βοῶντες ὅτι Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες, οὗτοι καὶ ἐνθάδε πάρεισιν, οὓς ὑποδέδεκται Ἰάσων· καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος πράσσουσιν, βασιλέα 11⸉λέγοντες ἕτερον⸊ εἶναι, Ἰησοῦν. Ἐτάραξαν δὲ τὸν ὄχλον καὶ τοὺς πολιτάρχας ἀκούοντας ταῦτα. Καὶ λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσονος καὶ τῶν λοιπῶν, ἀπέλυσαν αὐτούς.

Οἱ δὲ ἀδελφοὶ εὐθέως διὰ 12⸋τῆς⸌ νυκτὸς ἐξέπεμψαν τόν τε Παῦλον καὶ τὸν Σίλαν εἰς Βέροιαν· οἵτινες παραγενόμενοι εἰς τὴν συναγωγὴν 13⸉ἀπῄεσαν τῶν Ἰουδαίων.⸊ Οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ, οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσης προθυμίας, 14⸋τὸ⸌ καθ᾽ ἡμέραν ἀνακρίνοντες τὰς γραφάς, εἰ ἔχοι ταῦτα οὕτως. Πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν, καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχημόνων καὶ ἀνδρῶν οὐκ ὀλίγοι. Ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς Θεσσαλονίκης Ἰουδαῖοι ὅτι καὶ ἐν τῇ Βεροίᾳ κατηγγέλη ὑπὸ τοῦ Παύλου ὁ λόγος τοῦ θεοῦ, ἦλθον κἀκεῖ σαλεύοντες 15⸆ τοὺς ὄχλους. Εὐθέως δὲ τότε τὸν Παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ πορεύεσθαι 16⸂ὡς⸃ ἐπὶ τὴν θάλασσαν· 17⸂2ὑπέμενον⸃ 18⸂3δὲ⸃ ὅ τε Σίλας καὶ ὁ Τιμόθεος ἐκεῖ. Οἱ δὲ καθιστῶντες τὸν Παῦλον, ἤγαγον 19⸋αὐτὸν⸌ ἕως Ἀθηνῶν· καὶ λαβόντες ἐντολὴν πρὸς 20⸂τὸν Σίλαν καὶ Τιμόθεον,⸃ ἵνα ὡς τάχιστα ἔλθωσιν πρὸς αὐτόν, ἐξῄεσαν.

Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, 21⸂θεωροῦντι⸃ κατείδωλον οὖσαν τὴν πόλιν. Διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις, καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας. Τινὲς δὲ 22⸂καὶ τῶν Ἐπικουρείων καὶ τῶν Στοϊκῶν⸃ φιλοσόφων 23⸂2συνέβαλλον⸃ αὐτῷ. Καί τινες ἔλεγον, Τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν; Οἱ δέ, Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι· ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν 24⸆ εὐηγγελίζετο. Ἐπιλαβόμενοί 25⸂τε⸃ αὐτοῦ, ἐπὶ τὸν Ἄρειον πάγον ἤγαγον λέγοντες, Δυνάμεθα γνῶναι, τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή; Ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναι, 26⸂τί ἂν θέλοι⸃ ταῦτα εἶναι— Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον εὐκαίρουν, ἢ λέγειν τι 27⸂καὶ⸃ ἀκούειν 28⸆ καινότερον. Σταθεὶς δὲ 29⸋ὁ⸌ Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου πάγου ἔφη,

Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. Διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν, εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο, Ἀγνώστῳ θεῷ. 30⸂Ὃν⸃ οὖν ἀγνοοῦντες εὐσεβεῖτε, 31⸂2τοῦτον⸃ ἐγὼ καταγγέλλω ὑμῖν. Ὁ θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος, οὐρανοῦ καὶ γῆς 32⸉κύριος ὑπάρχων,⸊ οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, οὐδὲ ὑπὸ χειρῶν 33⸂ἀνθρώπων⸃ θεραπεύεται, προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσιν ζωὴν καὶ πνοὴν 34⸂2κατὰ⸃ πάντα· ἐποίησέν τε ἐξ ἑνὸς 35⸋αἵματος⸌ πᾶν ἔθνος ἀνθρώπων, κατοικεῖν ἐπὶ 36⸂πᾶν τὸ πρόσωπον⸃ τῆς γῆς, ὁρίσας 37⸂2προστεταγμένους⸃ καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν· ζητεῖν 38⸂τὸν κύριον,⸃ εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, 39⸂2καί γε⸃ οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα. Ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καί ἐσμεν· ὡς καί τινες τῶν καθ᾽ ὑμᾶς ποιητῶν εἰρήκασιν, Τοῦ γὰρ καὶ γένος ἐσμέν. Γένος οὖν ὑπάρχοντες τοῦ θεοῦ, οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον. Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ θεός, τὰ νῦν 40⸂παραγγέλλει⸃ τοῖς ἀνθρώποις 41⸂2πᾶσιν⸃ πανταχοῦ μετανοεῖν· 42⸂διότι⸃ ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισεν, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.

Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν, οἱ μὲν ἐχλεύαζον· οἱ δὲ εἶπον, Ἀκουσόμεθά σου 43⸂πάλιν περὶ τούτου.⸃ 44⸋Καὶ⸌ οὕτως ὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν. Τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ, ἐπίστευσαν· ἐν οἷς καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης, καὶ γυνὴ ὀνόματι Δάμαρις, καὶ ἕτεροι σὺν αὐτοῖς.

Source notes (44)
  1. Footnote * ⸂ τὴν Ἀμφίπολιν καὶ Ἀπολλωνίαν RP f 35 TR ¦ τὴν Ἀμφίπολιν καὶ τὴν Ἀπολλωνίαν TNT2 WH NA NIV SBL
  2. Footnote * ⸋ ἡ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  3. Footnote * ⸂ διελέξατο RP TNT2 WH NA NIV SBL ¦ διελέγετο f 35 TR
  4. Footnote * ⸂ ὁ χριστὸς Ἰησοῦς RP TR ¦ Ἰησοῦς, ὁ χριστὸς f 35 ¦ χριστὸς, Ἰησοῦς TNT2 ¦ ὁ χριστὸς, ὁ Ἰησοῦς WH NA NIV SBL
  5. Footnote * ⸉ πολὺ πλῆθος RP TR ¦ πλῆθος πολὺ f 35 TNT2 WH NA NIV SBL
  6. Footnote * ⸂ Προσλαβόμενοι δὲ οἱ Ἰουδαῖοι οἱ ἀπειθοῦντες RP f 35 ¦ Ζηλώσαντες δὲ οἱ ἀπειθοῦντες Ἰουδαῖοι, καὶ προσλαβόμενοι TR ¦ Ζηλώσαντες δὲ οἱ Ἰουδαῖοι καὶ προσλαβόμενοι TNT2 WH NA NIV SBL
  7. Footnote * ⸉ τινὰς ἄνδρας RP TR ¦ ἄνδρας τινὰς f 35 TNT2 WH NA NIV SBL
  8. Footnote * ⸂2 ἐπιστάντες τε RP f 35 TR ¦ καὶ ἐπιστάντες TNT2 WH NA NIV SBL
  9. Footnote * ⸂3 ἀγαγεῖν RP f 35 TR ¦ προαγαγεῖν TNT2 WH NA NIV SBL
  10. Footnote * ⸋ τὸν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  11. Footnote * ⸉ λέγοντες ἕτερον RP TR ¦ ἕτερον λέγοντες f 35 TNT2 WH NA NIV SBL
  12. Footnote * ⸋ τῆς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  13. Footnote * ⸉ ἀπῄεσαν τῶν Ἰουδαίων RP f 35 ¦ τῶν Ἰουδαίων ἀπῄεσαν TR TNT2 WH NA NIV SBL
  14. Footnote * ⸋ τὸ RP TR WH NA25 SBL ¦ – f 35 TNT2 NA27+28 NIV
  15. Footnote * ⸆ – RP f 35 TR ¦ καὶ ταράσσοντες TNT2 WH NA NIV SBL
  16. Footnote * ⸂ ὡς RP f 35 TR ¦ ἕως TNT2 WH NA NIV SBL
  17. Footnote * ⸂2 ὑπέμενον RP f 35 TR ¦ ὑπέμεινάν TNT2 WH NA NIV SBL
  18. Footnote * ⸂3 δὲ RP f 35 TR ¦ τε TNT2 WH NA NIV SBL
  19. Footnote * ⸋ αὐτὸν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  20. Footnote * ⸂ τὸν Σίλαν καὶ Τιμόθεον RP f 35 TR ¦ τὸν Σίλαν καὶ τὸν Τιμόθεον TNT2 WH NA NIV SBL
  21. Footnote * ⸂ θεωροῦντι RP f 35 TR ¦ θεωροῦντος TNT2 WH NA NIV SBL
  22. Footnote * ⸂ καὶ τῶν Ἐπικουρείων καὶ τῶν Στοϊκῶν RP ¦ καὶ τῶν Ἐπικουρείων καὶ τῶν Στωϊκῶν f 35 ¦ τῶν Ἐπικουρείων καὶ τῶν Στωϊκῶν TR ¦ καὶ τῶν Ἐπικουρείων καὶ Στοϊκῶν TNT2 NA27+28 NIV SBL ¦ καὶ τῶν Ἐπικουρίων καὶ Στωϊκῶν WH ¦ καὶ τῶν Ἐπικουρείων καὶ Στωϊκῶν NA25
  23. Footnote * ⸂2 συνέβαλλον RP TR TNT2 WH NA NIV SBL ¦ συνέβαλον f 35
  24. Footnote * ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτοῖς TR
  25. Footnote * ⸂ τε RP f 35 TR NA27+28 NIV SBL ¦ δὲ TNT2 WH NA25
  26. Footnote * ⸂ τί ἂν θέλοι RP f 35 TR ¦ τίνα θέλει TNT2 WH NA NIV SBL
  27. Footnote * ⸂ καὶ RP f 35 TR ¦ ἢ TNT2 WH NA NIV SBL
  28. Footnote * ⸆ – RP f 35 TR ¦ τι TNT2 WH NA NIV SBL
  29. Footnote * ⸋ ὁ RP f 35 TR NA27+28 NIV73 ¦ – TNT2 WH NA25 NIV11 SBL
  30. Footnote * ⸂ Ὃν RP f 35 TR ¦ Ὃ TNT2 WH NA NIV SBL
  31. Footnote * ⸂2 τοῦτον RP f 35 TR ¦ τοῦτο TNT2 WH NA NIV SBL
  32. Footnote * ⸉ κύριος ὑπάρχων RP f 35 TR ¦ ὑπάρχων κύριος TNT2 WH NA NIV SBL
  33. Footnote * ⸂ ἀνθρώπων RP f 35 TR ¦ ἀνθρωπίνων TNT2 WH NA NIV SBL
  34. Footnote * ⸂2 κατὰ RP f 35 TR ¦ καὶ τὰ TNT2 WH NA NIV SBL
  35. Footnote * ⸋ αἵματος RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
  36. Footnote * ⸂ πᾶν τὸ πρόσωπον RP f 35 TR ¦ παντὸς προσώπου TNT2 WH NA NIV SBL
  37. Footnote * ⸂2 προστεταγμένους RP f 35 TNT2 WH NA NIV SBL ¦ προτεταγμένους TR
  38. Footnote * ⸂ τὸν κύριον RP f 35 TR ¦ τὸν θεὸν TNT2 WH NA NIV SBL
  39. Footnote * ⸂2 καί γε RP f 35 TNT2 WH NA NIV SBL ¦ καίτοιγε TR
  40. Footnote * ⸂ παραγγέλλει RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ἀπαγγέλλει WH NA25
  41. Footnote * ⸂2 πᾶσιν RP f 35 ¦ πᾶσι TR ¦ πάντας TNT2 WH NA NIV SBL
  42. Footnote * ⸂ διότι RP f 35 TR ¦ καθότι TNT2 WH NA NIV SBL
  43. Footnote * ⸂ πάλιν περὶ τούτου RP f 35 TR ¦ περὶ τούτου καὶ πάλιν TNT2 WH NA NIV SBL
  44. Footnote * ⸋ Καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

Η Καινή Διαθήκη. Public domain. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.