Η Καινή Διαθήκη
ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 18
Ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες· Τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; καὶ ⸀προσκαλεσάμενος1 παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ εἶπεν· Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· καὶ ὃς ⸀ἐὰν2 δέξηται ⸂ἓν παιδίον τοιοῦτο3 ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται.
Ὃς δʼ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς4 ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς ⸀εἰς τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης. οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· ἀνάγκη ⸀γὰρ5 ἐλθεῖν τὰ σκάνδαλα, πλὴν οὐαὶ τῷ ⸀ἀνθρώπῳ6 διʼ οὗ τὸ σκάνδαλον ἔρχεται.
Εἰ δὲ ἡ χείρ σου ἢ ὁ πούς σου σκανδαλίζει σε, ἔκκοψον ⸀αὐτὸν7 καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωὴν ⸂κυλλὸν ἢ χωλόν8, ἢ δύο χεῖρας ἢ δύο πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον. καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός.
Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς9 διὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν ⸀οὐρανοῖς. τί ὑμῖν δοκεῖ; ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐχὶ ⸀ἀφήσει10 τὰ ἐνενήκοντα ἐννέα ἐπὶ τὰ ὄρη ⸀καὶ11 πορευθεὶς ζητεῖ τὸ πλανώμενον; καὶ ἐὰν γένηται εὑρεῖν αὐτό, ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπʼ αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις. οὕτως οὐκ ἔστιν θέλημα ⸀ἔμπροσθεν12 τοῦ πατρὸς ⸀ὑμῶν13 τοῦ ἐν οὐρανοῖς ἵνα ἀπόληται ⸀ἓν14 τῶν μικρῶν τούτων.
Ἐὰν δὲ ἁμαρτήσῃ ⸂εἰς σὲ15 ὁ ἀδελφός σου, ⸀ὕπαγε16 ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα· ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὸν τῇ ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης. ἀμὴν λέγω ὑμῖν, ὅσα ⸀ἐὰν17 δήσητε ἐπὶ τῆς γῆς ἔσται δεδεμένα ⸀ἐν18 οὐρανῷ καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς ἔσται λελυμένα ⸁ἐν19 οὐρανῷ. Πάλιν ⸀ἀμὴν20 λέγω ὑμῖν ὅτι ἐὰν δύο ⸂συμφωνήσωσιν ἐξ ὑμῶν21 ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. οὗ γάρ εἰσιν δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.
Τότε προσελθὼν ⸂αὐτῷ ὁ Πέτρος εἶπεν22 · Κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; λέγει αὐτῷ ὁ Ἰησοῦς· Οὐ λέγω σοι ἕως ἑπτάκις ἀλλὰ ἕως ἑβδομηκοντάκις ἑπτά.
Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὃς ἠθέλησεν συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ· ἀρξαμένου δὲ αὐτοῦ συναίρειν ⸀προσηνέχθη23 ⸂αὐτῷ εἷς⸃ ὀφειλέτης μυρίων ταλάντων.24 μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ ⸀κύριος25 πραθῆναι καὶ τὴν ⸀γυναῖκα26 καὶ τὰ τέκνα καὶ πάντα ὅσα ⸀ἔχει27 καὶ ἀποδοθῆναι. πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων· ⸀Μακροθύμησον28 ἐπʼ ⸀ἐμοί29 καὶ πάντα ⸂ἀποδώσω σοι30. σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτόν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγεν λέγων· ⸀Ἀπόδος31 εἴ τι ὀφείλεις. πεσὼν οὖν ὁ σύνδουλος ⸀αὐτοῦ32 παρεκάλει αὐτὸν λέγων· Μακροθύμησον ἐπʼ ⸀ἐμοί33 καὶ ἀποδώσω σοι. ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως ⸀οὗ34 ἀποδῷ τὸ ὀφειλόμενον. ἰδόντες ⸀οὖν35 οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα. τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ· Δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς κἀγὼ σὲ ἠλέησα; καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀποδῷ πᾶν τὸ ⸀ὀφειλόμενον36 Οὕτως καὶ ὁ πατήρ μου ὁ ⸀οὐράνιος37 ποιήσει ὑμῖν ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ⸀ὑμῶν38
Source notes (38)
- Footnote προσκαλεσάμενος WH Treg NA28 ] + ὁ Ἰησοῦς RP
- Footnote ἐὰν WH NA28 RP ] ἂν Treg
- Footnote ἓν παιδίον τοιοῦτο WH NA28 ] ἓν παιδίον τοιοῦτον Treg; παιδίον τοιοῦτον ἓν RP
- Footnote εἰς RP ] περὶ WH Treg NA28
- Footnote γὰρ WH Treg NA28 ] + ἐστιν RP
- Footnote ἀνθρώπῳ WH Treg NA28 ] + ἐκείνῳ RP
- Footnote αὐτὸν WH Treg NA28 ] αὐτὰ RP
- Footnote κυλλὸν ἢ χωλόν WH NA28 ] χωλὸν ἢ κυλλόν Treg RP
- Footnote οὐρανοῖς WH Treg NA28 ] + 11 Ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός. RP
- Footnote ἀφήσει WH Treg NA28 ] ἀφεὶς RP
- Footnote καὶ WH Treg NA28 ] – RP
- Footnote ἔμπροσθεν WH Treg RP NA28 ] – NIV
- Footnote ὑμῶν NA28 RP ] μου WH Treg
- Footnote ἓν WH Treg NA28 ] εἷς RP
- Footnote εἰς σὲ Treg NA28 RP ] – WH
- Footnote ὕπαγε WH Treg NA28 ] + καὶ RP
- Footnote ἐὰν WH NA28 RP ] ἂν Treg
- Footnote ⸀ἐν WH NA28 ] + τῷ Treg RP
- Footnote ⸁ἐν WH NA28 ] + τῷ Treg RP
- Footnote ἀμὴν WH Treg RP NA28 ] – NIV
- Footnote συμφωνήσωσιν ἐξ ὑμῶν WH Treg NA28 ] ὑμῶν συμφωνήσωσιν RP
- Footnote αὐτῷ ὁ Πέτρος εἶπεν RP ] ὁ Πέτρος εἶπεν αὐτῷ WH Treg NA28
- Footnote προσηνέχθη NA28 RP ] προσήχθη WH Treg
- Footnote αὐτῷ εἷς Treg NA28 RP ] εἷς αὐτῷ WH
- Footnote κύριος WH Treg NA28 ] + αὐτοῦ RP
- Footnote γυναῖκα WH NA28 ] + αὐτοῦ Treg RP
- Footnote ἔχει WH Treg NA28 ] εἶχεν RP
- Footnote Μακροθύμησον WH Treg NA28 ] Κύριε Μακροθύμησον RP
- Footnote ἐμοί WH NA28 RP ] ἐμέ Treg
- Footnote ἀποδώσω σοι WH Treg NA28 ] σοι ἀποδώσω RP
- Footnote Ἀπόδος WH Treg NA28 ] + μοι RP
- Footnote αὐτοῦ WH Treg NA28 ] + εἰς τοὺς πόδας αὐτοῦ RP
- Footnote ἐμοί WH NA28 RP ] ἐμέ Treg
- Footnote οὗ RP ] – WH Treg NA28
- Footnote οὖν WH Treg NA28 ] δὲ RP
- Footnote ὀφειλόμενον WH Treg NA28 ] + αὐτῷ RP
- Footnote οὐράνιος WH Treg NA28 ] ἐπουράνιος RP
- Footnote ὑμῶν WH Treg NA28 ] + τὰ παραπτώματα αὐτῶν RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.