Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 19

Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου. καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ.

Καὶ προσῆλθον ⸀αὐτῷ1 Φαρισαῖοι πειράζοντες αὐτὸν καὶ ⸀λέγοντες2 Εἰ ἔξεστιν ⸀ἀνθρώπῳ3 ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν; ὁ δὲ ἀποκριθεὶς ⸀εἶπεν4 Οὐκ ἀνέγνωτε ὅτι ὁ ⸀κτίσας5 ἀπʼ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς καὶ εἶπεν· ⸀Ἕνεκα6 τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ ⸀κολληθήσεται7 τῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν; ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ σὰρξ μία. ὃ οὖν ὁ θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω. λέγουσιν αὐτῷ· Τί οὖν Μωϋσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι ⸀αὐτήν8 λέγει αὐτοῖς ὅτι Μωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν, ἀπʼ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως. λέγω δὲ ὑμῖν ⸀ὅτι9 ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ μὴ ἐπὶ πορνείᾳ καὶ γαμήσῃ ἄλλην μοιχᾶται ⸂καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται10.

Λέγουσιν αὐτῷ οἱ ⸀μαθηταί11 Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι. ὁ δὲ εἶπεν αὐτοῖς· Οὐ πάντες χωροῦσι τὸν λόγον ⸀τοῦτον12 ἀλλʼ οἷς δέδοται. εἰσὶν γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. ὁ δυνάμενος χωρεῖν χωρείτω.

Τότε ⸀προσηνέχθησαν13 αὐτῷ παιδία ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς καὶ προσεύξηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς. ὁ δὲ Ἰησοῦς εἶπεν· Ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. καὶ ἐπιθεὶς ⸂τὰς χεῖρας αὐτοῖς14 ἐπορεύθη ἐκεῖθεν.

Καὶ ἰδοὺ εἷς προσελθὼν ⸂αὐτῷ εἶπεν15 · ⸀Διδάσκαλε16 τί ἀγαθὸν ποιήσω ἵνα ⸀σχῶ17 ζωὴν αἰώνιον; ὁ δὲ εἶπεν αὐτῷ· Τί με ⸂ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ὁ ἀγαθός18 · εἰ δὲ θέλεις ⸂εἰς τὴν ζωὴν εἰσελθεῖν19, ⸀τήρησον20 τὰς ἐντολάς. λέγει αὐτῷ· Ποίας; ὁ δὲ Ἰησοῦς ⸀εἶπεν21 Τὸ Οὐ φονεύσεις, Οὐ μοιχεύσεις, Οὐ κλέψεις, Οὐ ψευδομαρτυρήσεις, Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καὶ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. λέγει αὐτῷ ὁ νεανίσκος· ⸂Πάντα ταῦτα22 ⸀ἐφύλαξα23 τί ἔτι ὑστερῶ; ἔφη αὐτῷ ὁ Ἰησοῦς· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ ⸀δὸς24 πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν ⸀οὐρανοῖς25 καὶ δεῦρο ἀκολούθει μοι. ἀκούσας δὲ ὁ νεανίσκος τὸν ⸀λόγον26 ἀπῆλθεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά.

Ὁ δὲ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· Ἀμὴν λέγω ὑμῖν ὅτι ⸂πλούσιος δυσκόλως27 εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστιν κάμηλον διὰ ⸀τρυπήματος28 ῥαφίδος ⸀εἰσελθεῖν29 ἢ πλούσιον ⸂εἰς τὴν βασιλείαν τοῦ θεοῦ30. ἀκούσαντες δὲ οἱ ⸀μαθηταὶ31 ἐξεπλήσσοντο σφόδρα λέγοντες· Τίς ἄρα δύναται σωθῆναι; ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν, παρὰ δὲ θεῷ πάντα δυνατά.

Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, ⸀καθήσεσθε32 καὶ ⸀ὑμεῖς33 ἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. καὶ πᾶς ⸀ὅστις34 ἀφῆκεν ⸂οἰκίας ἢ 35 ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ ⸂γυναῖκα ἢ 36 τέκνα ἢ ⸀ἀγροὺς37 ἕνεκεν τοῦ ⸂ὀνόματός μου38, ⸀ἑκατονταπλασίονα39 λήμψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.

Source notes (39)
  1. Footnote αὐτῷ WH Treg NA28 ] + οἱ RP
  2. Footnote λέγοντες WH Treg NA28 ] + αὐτῷ RP
  3. Footnote ἀνθρώπῳ Treg NA28 RP ] – WH
  4. Footnote εἶπεν WH Treg NA28 ] + αὐτοῖς RP
  5. Footnote κτίσας WH Treg NA28 ] ποιήσας RP
  6. Footnote Ἕνεκα WH Treg NA28 ] Ἕνεκεν RP
  7. Footnote κολληθήσεται WH Treg NA28 ] προσκολληθήσεται RP
  8. Footnote αὐτήν NA28 RP ] – WH Treg
  9. Footnote ὅτι WH NA28 RP ] – Treg
  10. Footnote καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται Treg RP ] – WH NA28
  11. Footnote μαθηταί WH NIV ] + αὐτοῦ Treg RP NA28
  12. Footnote τοῦτον Treg NA28 RP ] – WH
  13. Footnote προσηνέχθησαν WH Treg NA28 ] προσηνέχθη RP
  14. Footnote τὰς χεῖρας αὐτοῖς WH Treg NA28 ] αὐτοῖς τὰς χεῖρας RP
  15. Footnote αὐτῷ εἶπεν WH Treg NA28 ] εἶπεν αὐτῷ RP
  16. Footnote Διδάσκαλε WH Treg NA28 ] + ἀγαθέ RP
  17. Footnote σχῶ WH Treg NA28 ] ἔχω RP
  18. Footnote ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ὁ ἀγαθός WH Treg NA28 ] λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθός εἰ μὴ εἷς ὁ θεός RP
  19. Footnote εἰς τὴν ζωὴν εἰσελθεῖν WH Treg NA28 ] εἰσελθεῖν εἰς τὴν ζωήν RP
  20. Footnote τήρησον NA28 RP ] τήρει WH Treg
  21. Footnote εἶπεν Treg NA28 RP ] ἔφη WH
  22. Footnote Πάντα ταῦτα NA28 RP ] Ταῦτα πάντα WH Treg
  23. Footnote ἐφύλαξα WH Treg NA28 ] ἐφυλαξάμην ἐκ νεότητός μου RP
  24. Footnote δὸς RP ] + τοῖς WH Treg NA28
  25. Footnote οὐρανοῖς WH Treg NA28 ] οὐρανῷ RP
  26. Footnote λόγον Treg NA28 RP ] + τοῦτον WH
  27. Footnote πλούσιος δυσκόλως WH Treg NA28 ] δυσκόλως πλούσιος RP
  28. Footnote τρυπήματος Treg NA28 RP ] τρήματος WH
  29. Footnote εἰσελθεῖν WH Treg ] διελθεῖν NA28 RP
  30. Footnote εἰς τὴν βασιλείαν τοῦ θεοῦ WH ] εἰσελθεῖν εἰς … τοῦ θεοῦ NA28; εἰς … τοῦ θεοῦ εἰσελθεῖν RP; εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν Treg
  31. Footnote μαθηταὶ WH Treg NA28 ] + αὐτοῦ RP
  32. Footnote καθήσεσθε WH NA28 ] καθίσεσθε Treg RP
  33. Footnote ὑμεῖς WH NA28 RP ] αὐτοὶ Treg
  34. Footnote ὅστις WH Treg NA28 ] ὅς RP
  35. Footnote οἰκίας ἢ WH NA28 RP ] – Treg
  36. Footnote γυναῖκα ἢ RP ] – WH Treg NA28
  37. Footnote ἀγροὺς WH NA28 RP ] + ἢ οἰκίας Treg
  38. Footnote ὀνόματός μου Treg NA28 RP ] ἐμοῦ ὀνόματος WH
  39. Footnote ἑκατονταπλασίονα NA28 RP ] πολλαπλασίονα WH Treg

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.