Η Καινή Διαθήκη
ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 20
Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. ⸂συμφωνήσας δὲ1 μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς· καὶ ἐκείνοις εἶπεν· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν· οἱ δὲ ἀπῆλθον. ⸀πάλιν2 ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως. περὶ δὲ τὴν ⸀ἑνδεκάτην3 ἐξελθὼν εὗρεν ἄλλους ⸀ἑστῶτας4 καὶ λέγει αὐτοῖς· Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί; λέγουσιν αὐτῷ· Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. λέγει αὐτοῖς· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ⸀ἀμπελῶνα5 ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· Κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος ⸀αὐτοῖς6 τὸν μισθὸν ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων. ⸂καὶ ἐλθόντες7 οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον. ⸂καὶ ἐλθόντες8 οἱ πρῶτοι ἐνόμισαν ὅτι ⸀πλεῖον9 λήμψονται· καὶ ἔλαβον ⸂τὸ ἀνὰ δηνάριον καὶ αὐτοί10. λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου ⸀λέγοντες11 Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ⸂αὐτοὺς ἡμῖν12 ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. ὁ δὲ ἀποκριθεὶς ⸂ἑνὶ αὐτῶν εἶπεν13 · Ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι; ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί· ⸀οὐκ14 ἔξεστίν μοι ⸂ὃ θέλω ποιῆσαι15 ἐν τοῖς ἐμοῖς; ⸀ἢ16 ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι; οὕτως ἔσονται οἱ ἔσχατοι17 πρῶτοι καὶ οἱ πρῶτοι ⸀ἔσχατοι. ⸂Καὶ ἀναβαίνων ὁ 18 Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα ⸀μαθητὰς19 κατʼ ἰδίαν, ⸂καὶ ἐν τῇ ὁδῷ20 εἶπεν αὐτοῖς· Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ⸀ἐγερθήσεται21 Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς προσκυνοῦσα καὶ αἰτοῦσά τι ⸀παρʼ22 αὐτοῦ. ὁ δὲ εἶπεν αὐτῇ· Τί θέλεις; λέγει αὐτῷ· Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν ⸀σου23 καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου. ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Οὐκ οἴδατε τί αἰτεῖσθε· δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω ⸀πίνειν24 λέγουσιν αὐτῷ· Δυνάμεθα. ⸀λέγει25 αὐτοῖς· Τὸ μὲν ποτήριόν μου ⸀πίεσθε26 τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ ⸀εὐωνύμων27 οὐκ ἔστιν ⸀ἐμὸν28 δοῦναι, ἀλλʼ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου. Καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν. ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν· Οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν. οὐχ οὕτως ⸀ἔσται29 ἐν ὑμῖν· ἀλλʼ ὃς ⸀ἂν30 θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι ἔσται ὑμῶν διάκονος, καὶ ὃς ⸀ἂν31 θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος ⸀ἔσται32 ὑμῶν δοῦλος· ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν. Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἰεριχὼ ἠκολούθησεν αὐτῷ ὄχλος πολύς. καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν λέγοντες· ⸂Κύριε, ἐλέησον ἡμᾶς⸃, ⸀υἱὸς Δαυίδ.33 34 ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν· οἱ δὲ μεῖζον ⸀ἔκραξαν35 λέγοντες· ⸂Κύριε, ἐλέησον ἡμᾶς⸃, ⸀υἱὸς Δαυίδ.36 37 καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν· Τί θέλετε ποιήσω ὑμῖν; λέγουσιν αὐτῷ· Κύριε, ἵνα ⸂ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν38. σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν ⸀ὀμμάτων39 αὐτῶν, καὶ εὐθέως ⸀ἀνέβλεψαν40 καὶ ἠκολούθησαν αὐτῷ.
Source notes (40)
- Footnote συμφωνήσας δὲ WH Treg NA28 ] Καὶ συμφωνήσας RP
- Footnote πάλιν NIV RP ] + δὲ WH Treg NA28
- Footnote ἑνδεκάτην WH Treg NA28 ] + ὥραν RP
- Footnote ἑστῶτας WH Treg NA28 ] + ἀργούς RP
- Footnote ἀμπελῶνα WH Treg NA28 ] + καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε RP
- Footnote αὐτοῖς Treg NA28 RP ] – WH
- Footnote καὶ ἐλθόντες Treg NA28 RP ] ἐλθόντες δὲ WH
- Footnote καὶ ἐλθόντες WH Treg NA28 ] Ἐλθόντες δὲ RP
- Footnote πλεῖον WH Treg NA28 ] πλεῖονα RP
- Footnote τὸ ἀνὰ δηνάριον καὶ αὐτοί WH Treg NA28 ] καὶ αὐτοὶ ἀνὰ δηνάριον RP
- Footnote λέγοντες WH Treg NA28 ] + ὅτι RP
- Footnote αὐτοὺς ἡμῖν WH ] ἡμῖν αὐτοὺς Treg NA28 RP
- Footnote ἑνὶ αὐτῶν εἶπεν WH NA28 ] εἶπεν ἑνὶ αὐτῶν Treg RP
- Footnote οὐκ WH Treg NIV ] Ἢ οὐκ RP NA28
- Footnote ὃ θέλω ποιῆσαι WH Treg NA28 ] ποιῆσαι ὃ θέλω RP
- Footnote ἢ WH Treg NA28 ] Εἰ RP
- Footnote ἔσχατοι WH NA28 ] + πολλοὶ γὰρ εἰσιν κλητοί ὀλίγοι δὲ ἐκλεκτοί Treg RP
- Footnote Καὶ ἀναβαίνων ὁ Treg NA28 RP ] Μέλλων δὲ ἀναβαίνειν WH
- Footnote μαθητὰς WH NA28 RP ] – Treg
- Footnote καὶ ἐν τῇ ὁδῷ WH Treg NA28 ] ἐν τῇ ὁδῷ καὶ RP; καὶ NIV
- Footnote ἐγερθήσεται WH Treg NA28 ] ἀναστήσεται RP
- Footnote παρʼ RP ] ἀπʼ WH Treg NA28
- Footnote σου Treg NA28 RP ] – WH
- Footnote πίνειν WH Treg NA28 ] + ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι RP
- Footnote λέγει WH Treg NA28 ] Καὶ λέγει RP
- Footnote πίεσθε WH Treg NA28 ] + καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε RP
- Footnote εὐωνύμων WH Treg NA28 ] + μου RP
- Footnote ἐμὸν WH Treg NIV RP ] + τοῦτο WHmarg NA28
- Footnote ἔσται NA28 ] δέ ἔσται RP; ἐστὶν WH Treg
- Footnote ἂν WH Treg ] ἐὰν NA28 RP
- Footnote ἂν WH Treg NA28 ] ἐὰν RP
- Footnote ἔσται WH Treg NA28 ] ἔστω RP
- Footnote Κύριε ἐλέησον ἡμᾶς WH Treg NIV ] Ἐλέησον ἡμᾶς κύριε RP NA28
- Footnote υἱὸς WH Treg RP NA28 ] υἱὲ NIV
- Footnote ἔκραξαν WH Treg NA28 ] ἔκραζον RP
- Footnote Κύριε ἐλέησον ἡμᾶς WH Treg NIV ] Ἐλέησον ἡμᾶς κύριε RP NA28
- Footnote υἱὸς WH Treg RP NA28 ] υἱὲ NIV
- Footnote ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν WH Treg NA28 ] ἀνοιχθῶσιν ἡμῶν οἱ ὀφθαλμοί RP
- Footnote ὀμμάτων WH Treg NA28 ] ὀφθαλμῶν RP
- Footnote ἀνέβλεψαν WH Treg NA28 ] + αὐτῶν οἱ ὀφθαλμοί RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.