Η Καινή Διαθήκη
ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 21
Καὶ ὅτε ἤγγισαν εἰς1 Ἱεροσόλυμα καὶ ἦλθον εἰς Βηθφαγὴ ⸀εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν, τότε ⸀Ἰησοῦς2 ἀπέστειλεν δύο μαθητὰς λέγων αὐτοῖς· ⸀Πορεύεσθε3 εἰς τὴν κώμην τὴν ⸀κατέναντι4 ὑμῶν, καὶ ⸀εὐθέως5 εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετʼ αὐτῆς· λύσαντες ⸀ἀγάγετέ6 μοι. καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι Ὁ κύριος αὐτῶν χρείαν ἔχει· ⸀εὐθὺς7 δὲ ⸀ἀποστελεῖ8 αὐτούς. Τοῦτο ⸀δὲ9 γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· Εἴπατε τῇ θυγατρὶ Σιών· Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ10 ὄνον καὶ ⸀ἐπὶ πῶλον υἱὸν ὑποζυγίου. πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς ⸀συνέταξεν11 αὐτοῖς ὁ Ἰησοῦς ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον, καὶ ἐπέθηκαν ⸀ἐπʼ12 αὐτῶν τὰ ⸀ἱμάτια13 καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν. ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ. οἱ δὲ ὄχλοι οἱ προάγοντες ⸀αὐτὸν14 καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες· Ὡσαννὰ τῷ υἱῷ Δαυίδ· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις. καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα· Τίς ἐστιν οὗτος; οἱ δὲ ὄχλοι ἔλεγον· Οὗτός ἐστιν ⸂ὁ προφήτης Ἰησοῦς15 ὁ ἀπὸ Ναζαρὲθ τῆς Γαλιλαίας. Καὶ εἰσῆλθεν ⸀Ἰησοῦς16 εἰς τὸ ⸀ἱερόν17 καὶ ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψεν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς, καὶ λέγει αὐτοῖς· Γέγραπται· Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν ⸀ποιεῖτε18 σπήλαιον λῃστῶν. Καὶ προσῆλθον αὐτῷ ⸂τυφλοὶ καὶ χωλοὶ19 ἐν τῷ ἱερῷ, καὶ ἐθεράπευσεν αὐτούς. ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησεν καὶ τοὺς20 παῖδας ⸀τοὺς κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας· Ὡσαννὰ τῷ υἱῷ Δαυίδ, ἠγανάκτησαν καὶ εἶπαν αὐτῷ· Ἀκούεις τί οὗτοι λέγουσιν; ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς· Ναί. οὐδέποτε ἀνέγνωτε ὅτι Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον; καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς Βηθανίαν, καὶ ηὐλίσθη ἐκεῖ. ⸀Πρωῒ21 δὲ ⸀ἐπανάγων22 εἰς τὴν πόλιν ἐπείνασεν. καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ ἦλθεν ἐπʼ αὐτήν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον, καὶ λέγει αὐτῇ· ⸀Μηκέτι23 ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα· καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ. καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες· Πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ; ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε· Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται· καὶ πάντα ὅσα ⸀ἂν24 αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες λήμψεσθε. Καὶ ⸂ἐλθόντος αὐτοῦ25 εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην; ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ· τὸ26 βάπτισμα ⸀τὸ Ἰωάννου πόθεν ἦν; ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; οἱ δὲ διελογίζοντο ⸀ἐν27 ἑαυτοῖς λέγοντες· Ἐὰν εἴπωμεν· Ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν· Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; ἐὰν δὲ εἴπωμεν· Ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον, πάντες γὰρ ⸂ὡς προφήτην ἔχουσιν τὸν Ἰωάννην28. καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπαν· Οὐκ οἴδαμεν. ἔφη αὐτοῖς καὶ αὐτός· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. Τί δὲ ὑμῖν δοκεῖ; ἄνθρωπος εἶχεν τέκνα δύο. ⸀προσελθὼν29 τῷ πρώτῳ εἶπεν· Τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ⸀ἀμπελῶνι30 ὁ δὲ ἀποκριθεὶς εἶπεν· ⸂Οὐ θέλω· ὕστερον δὲ μεταμεληθεὶς⸃ ἀπῆλθεν.31 ⸂προσελθὼν δὲ32 τῷ ⸀δευτέρῳ33 εἶπεν ὡσαύτως· ὁ δὲ ἀποκριθεὶς εἶπεν· ⸂Ἐγώ, κύριε· καὶ οὐκ⸃ ἀπῆλθεν.34 τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός; ⸀λέγουσιν35 Ὁ ⸀πρῶτος36 λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ. ἦλθεν γὰρ ⸂Ἰωάννης πρὸς ὑμᾶς37 ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες ⸀οὐδὲ38 μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ. Ἄλλην παραβολὴν ἀκούσατε. ⸀Ἄνθρωπος39 ἦν οἰκοδεσπότης ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκεν καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλεν τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ. καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν. πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. ὕστερον δὲ ἀπέστειλεν πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων· Ἐντραπήσονται τὸν υἱόν μου. οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ ⸀σχῶμεν40 τὴν κληρονομίαν αὐτοῦ· καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν. ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; λέγουσιν αὐτῷ· Κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν; διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφʼ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. ⸂Καὶ ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται· ἐφʼ ὃν δʼ ἂν πέσῃ λικμήσει αὐτόν.41 Καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει· καὶ ζητοῦντες αὐτὸν κρατῆσαι ἐφοβήθησαν τοὺς ὄχλους, ⸂ἐπεὶ εἰς42 προφήτην αὐτὸν εἶχον.
Source notes (42)
- Footnote εἰς WH Treg NA28 ] πρὸς RP
- Footnote Ἰησοῦς WH NA28 ] ὁ Ἰησοῦς Treg RP
- Footnote Πορεύεσθε WH Treg NA28 ] Πορεύθητε RP
- Footnote κατέναντι WH Treg NA28 ] ἀπέναντι RP
- Footnote εὐθέως Treg NA28 RP ] εὐθὺς WH
- Footnote ἀγάγετέ WH NA28 RP ] ἄγετέ Treg
- Footnote εὐθὺς WH Treg NA28 ] εὐθέως RP
- Footnote ἀποστελεῖ WH Treg NA28 ] ἀποστέλλει RP
- Footnote δὲ WH Treg NA28 ] + ὅλον RP
- Footnote ἐπὶ WH Treg NA28 ] – RP
- Footnote συνέταξεν WH Treg NA28 ] προσέταξεν RP
- Footnote ἐπʼ WH Treg NA28 ] ἐπάνω RP
- Footnote ἱμάτια WH Treg NA28 ] + αὐτῶν RP
- Footnote αὐτὸν WH Treg NA28 ] – RP
- Footnote ὁ προφήτης Ἰησοῦς WH Treg NA28 ] Ἰησοῦς ὁ προφήτης RP
- Footnote Ἰησοῦς WH Treg NA28 ] ὁ Ἰησοῦς RP
- Footnote ἱερόν WH Treg NA28 ] + τοῦ θεοῦ RP
- Footnote ποιεῖτε WH Treg NA28 ] ἐποιήσατε RP
- Footnote τυφλοὶ καὶ χωλοὶ WH Treg NA28 ] χωλοὶ καὶ τυφλοὶ RP
- Footnote τοὺς WH Treg NA28 ] – RP
- Footnote Πρωῒ WH Treg NA28 ] Πρωῒας RP
- Footnote ἐπανάγων Treg NA28 RP ] ἐπαναγαγὼν WH
- Footnote Μηκέτι Treg NA28 RP ] Οὐ μηκέτι WH
- Footnote ἂν WH NA28 ] ἐὰν Treg RP
- Footnote ἐλθόντος αὐτοῦ WH Treg NA28 ] ἐλθόντι αὐτῷ RP
- Footnote τὸ WH Treg NA28 ] – RP
- Footnote ἐν WH Treg NA28 ] παρʼ RP
- Footnote ὡς προφήτην ἔχουσιν τὸν Ἰωάννην WH Treg NA28 ] ἔχουσιν τὸν Ἰωάννην ὡς προφήτην RP
- Footnote προσελθὼν WH ] καὶ προσελθὼν Treg NA28 RP
- Footnote ἀμπελῶνι WH Treg NA28 ] + μου RP
- Footnote Οὐ θέλω ὕστερον δὲ μεταμεληθεὶς Treg NA28 RP ] Ἐγώ κύριε καὶ οὐκ WH
- Footnote προσελθὼν δὲ WH Treg NA28 ] Καὶ προσελθὼν RP
- Footnote δευτέρῳ WH Treg RP ] ἑτέρῳ NA28
- Footnote Ἐγώ κύριε καὶ οὐκ Treg NA28 RP ] Οὐ θέλω ὕστερον μεταμεληθεὶς WH
- Footnote λέγουσιν WH Treg NA28 ] + αὐτῷ RP
- Footnote πρῶτος NA28 RP ] ὕστερος WH Treg
- Footnote Ἰωάννης πρὸς ὑμᾶς WH Treg NA28 ] πρὸς ὑμᾶς Ἰωάννης RP
- Footnote οὐδὲ WH Treg NA28 ] οὐ RP
- Footnote Ἄνθρωπος WH Treg NA28 ] + τις RP
- Footnote σχῶμεν WH Treg NA28 ] κατάσχωμεν RP
- Footnote Καὶ … αὐτόν. WH Treg NA28 RP ] – WHmarg
- Footnote ἐπεὶ εἰς WH Treg NA28 ] ἐπειδὴ ὡς RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.