Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 22

Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς πάλιν εἶπεν ⸂ἐν παραβολαῖς αὐτοῖς1 λέγων· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ. καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν. πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων· Εἴπατε τοῖς κεκλημένοις· Ἰδοὺ τὸ ἄριστόν μου ⸀ἡτοίμακα2 οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους. οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ⸀ὃς3 μὲν εἰς τὸν ἴδιον ἀγρόν, ⸁ὃς4 δὲ ⸀ἐπὶ5 τὴν ἐμπορίαν αὐτοῦ· οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν. ⸂ὁ δὲ βασιλεὺς6 ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν. τότε λέγει τοῖς δούλοις αὐτοῦ· Ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι· πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ⸀ἐὰν7 εὕρητε καλέσατε εἰς τοὺς γάμους. καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας ⸀οὓς8 εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ ⸀γάμος9 ἀνακειμένων. εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου· καὶ λέγει αὐτῷ· Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; ὁ δὲ ἐφιμώθη. τότε ⸂ὁ βασιλεὺς εἶπεν10 τοῖς διακόνοις· Δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ⸂ἐκβάλετε αὐτὸν11 εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. πολλοὶ γάρ εἰσιν κλητοὶ ὀλίγοι δὲ ἐκλεκτοί.

Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ. καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρῳδιανῶν ⸀λέγοντες12 Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων· εἰπὸν οὖν ἡμῖν τί σοι δοκεῖ· ἔξεστιν δοῦναι κῆνσον Καίσαρι ἢ οὔ; γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν· Τί με πειράζετε, ὑποκριταί; ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον. καὶ λέγει αὐτοῖς· Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; λέγουσιν ⸀αὐτῷ13 Καίσαρος. τότε λέγει αὐτοῖς· Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθαν.

Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι, ⸀λέγοντες14 μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· Διδάσκαλε, Μωϋσῆς εἶπεν· Ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. ἦσαν δὲ παρʼ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος ⸀γήμας15 ἐτελεύτησεν, καὶ μὴ ἔχων σπέρμα ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ· ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά· ὕστερον δὲ πάντων ἀπέθανεν ⸀ἡ16 γυνή. ἐν τῇ ⸂ἀναστάσει οὖν17 τίνος τῶν ἑπτὰ ἔσται γυνή; πάντες γὰρ ἔσχον αὐτήν.

Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ· ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε ⸀γαμίζονται18 ἀλλʼ ὡς ἄγγελοι ⸀θεοῦ19 ἐν ⸀τῷ20 οὐρανῷ εἰσιν· περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ λέγοντος· Ἐγώ εἰμι ὁ θεὸς21 Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ; οὐκ ἔστιν ⸂ὁ θεὸς⸃ νεκρῶν ἀλλὰ ζώντων. καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.

Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους συνήχθησαν ἐπὶ τὸ αὐτό. καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικὸς πειράζων ⸀αὐτόν22 Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ; ὁ ⸀δὲ23 ἔφη αὐτῷ· Ἀγαπήσεις κύριον τὸν θεόν σου ἐν ὅλῃ ⸀τῇ24 καρδίᾳ σου καὶ ἐν ὅλῃ ⸁τῇ25 ψυχῇ σου καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου· αὕτη ἐστὶν ⸂ἡ μεγάλη καὶ πρώτη26 ἐντολή. Δευτέρα ⸀δὲ27 ὁμοία ⸀αὐτῇ28 Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος ⸂κρέμαται καὶ οἱ προφῆται29.

Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς λέγων· Τί ὑμῖν δοκεῖ περὶ τοῦ χριστοῦ; τίνος υἱός ἐστιν; λέγουσιν αὐτῷ· Τοῦ Δαυίδ. λέγει αὐτοῖς· Πῶς οὖν Δαυὶδ ἐν πνεύματι ⸂καλεῖ αὐτὸν κύριον30 λέγων· ⸀Εἶπεν31 κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ⸀ὑποκάτω32 τῶν ποδῶν σου; εἰ οὖν Δαυὶδ καλεῖ αὐτὸν κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν; καὶ οὐδεὶς ἐδύνατο ⸂ἀποκριθῆναι αὐτῷ33 λόγον, οὐδὲ ἐτόλμησέν τις ἀπʼ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.

Source notes (33)
  1. Footnote ἐν παραβολαῖς αὐτοῖς WH Treg NA28 ] αὐτοῖς ἐν παραβολαῖς RP
  2. Footnote ἡτοίμακα WH Treg NA28 ] ἡτοίμασα RP
  3. Footnote ⸀ὃς WH Treg NA28 ] ὁ RP
  4. Footnote ⸁ὃς WH Treg NA28 ] ὁ RP
  5. Footnote ἐπὶ WH Treg NA28 ] εἰς RP
  6. Footnote ὁ δὲ βασιλεὺς WH Treg NA28 ] Καὶ ἀκούσας ὁ βασιλεὺς ἐκεῖνος RP
  7. Footnote ἐὰν WH Treg NA28 ] ἂν RP
  8. Footnote οὓς WH NA28 ] ὅσους Treg RP
  9. Footnote γάμος Treg NA28 RP ] νυμφὼν WH
  10. Footnote ὁ βασιλεὺς εἶπεν WH Treg NA28 ] εἶπεν ὁ βασιλεὺς RP
  11. Footnote ἐκβάλετε αὐτὸν WH Treg NA28 ] ἄρατε αὐτὸν καὶ ἐκβάλετε RP
  12. Footnote λέγοντες NA28 RP ] λέγοντας WH Treg
  13. Footnote αὐτῷ Treg NA28 RP ] – WH
  14. Footnote λέγοντες WH Treg NA28 ] οἱ λέγοντες RP
  15. Footnote γήμας WH Treg NA28 ] γαμήσας RP
  16. Footnote ἡ WH NA28 ] καὶ ἡ Treg RP
  17. Footnote ἀναστάσει οὖν WH Treg NA28 ] οὖν ἀναστάσει RP
  18. Footnote γαμίζονται WH Treg NA28 ] ἐκγαμίζονται RP
  19. Footnote θεοῦ Holmes ] τοῦ θεοῦ RP; – WH Treg NA28
  20. Footnote τῷ WH Treg NA28 ] – RP
  21. Footnote ὁ θεὸς WH Treg NA28 ] ὁ θεὸς θεὸς RP; θεὸς WHmarg
  22. Footnote αὐτόν WH Treg NA28 ] + καὶ λέγων RP
  23. Footnote δὲ WH Treg NA28 ] + Ἰησοῦς RP
  24. Footnote ⸀τῇ Treg NA28 ] – WH RP
  25. Footnote ⸁τῇ WH Treg NA28 ] – RP
  26. Footnote ἡ μεγάλη καὶ πρώτη WH Treg NA28 ] πρώτη καὶ μεγάλη RP
  27. Footnote δὲ Treg NA28 RP ] – WH
  28. Footnote αὐτῇ Treg NA28 RP ] αὕτη WH
  29. Footnote κρέμαται καὶ οἱ προφῆται WH Treg NA28 ] καὶ οἱ προφῆται κρέμανται RP
  30. Footnote καλεῖ αὐτὸν κύριον WH Treg NA28 ] κύριον αὐτὸν καλεῖ RP
  31. Footnote Εἶπεν WH Treg NA28 ] + ὁ RP
  32. Footnote ὑποκάτω WH Treg NA28 ] ὑποπόδιον RP
  33. Footnote ἀποκριθῆναι αὐτῷ WH Treg NA28 ] αὐτῷ ἀποκριθῆναι RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.