Η Καινή Διαθήκη
ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 23
Τότε ὁ Ἰησοῦς ἐλάλησεν τοῖς ὄχλοις καὶ τοῖς μαθηταῖς αὐτοῦ λέγων· Ἐπὶ τῆς Μωϋσέως καθέδρας ἐκάθισαν οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι. πάντα οὖν ὅσα ⸀ἐὰν1 εἴπωσιν ὑμῖν ⸂ποιήσατε καὶ τηρεῖτε2, κατὰ δὲ τὰ ἔργα αὐτῶν μὴ ποιεῖτε, λέγουσιν γὰρ καὶ οὐ ποιοῦσιν. δεσμεύουσιν ⸀δὲ3 φορτία ⸀βαρέα4 καὶ ἐπιτιθέασιν ἐπὶ τοὺς ὤμους τῶν ἀνθρώπων, ⸂αὐτοὶ δὲ τῷ5 δακτύλῳ αὐτῶν οὐ θέλουσιν κινῆσαι αὐτά. πάντα δὲ τὰ ἔργα αὐτῶν ποιοῦσιν πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις· πλατύνουσι ⸀γὰρ6 τὰ φυλακτήρια αὐτῶν καὶ μεγαλύνουσι τὰ ⸀κράσπεδα7 φιλοῦσι ⸀δὲ8 τὴν πρωτοκλισίαν ἐν τοῖς δείπνοις καὶ τὰς πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ τοὺς ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ καλεῖσθαι ὑπὸ τῶν ἀνθρώπων· ⸀Ῥαββί9 ὑμεῖς δὲ μὴ κληθῆτε· Ῥαββί, εἷς γάρ ἐστιν ὑμῶν ὁ ⸀διδάσκαλος10 πάντες δὲ ὑμεῖς ἀδελφοί ἐστε· καὶ πατέρα μὴ καλέσητε ὑμῶν ἐπὶ τῆς γῆς, εἷς γάρ ἐστιν ⸂ὑμῶν ὁ πατὴρ11 ὁ ⸀οὐράνιος12 μηδὲ κληθῆτε καθηγηταί, ⸂ὅτι καθηγητὴς ὑμῶν ἐστιν εἷς13 ὁ χριστός· ὁ δὲ μείζων ὑμῶν ἔσται ὑμῶν διάκονος. ὅστις δὲ ὑψώσει ἑαυτὸν ταπεινωθήσεται, καὶ ὅστις ταπεινώσει ἑαυτὸν ⸀ὑψωθήσεται14
Οὐαὶ ⸀δὲ15 ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κλείετε τὴν βασιλείαν τῶν οὐρανῶν ἔμπροσθεν τῶν ἀνθρώπων· ὑμεῖς γὰρ οὐκ εἰσέρχεσθε, οὐδὲ τοὺς εἰσερχομένους ἀφίετε ⸀εἰσελθεῖν16 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν ποιῆσαι ἕνα προσήλυτον, καὶ ὅταν γένηται ποιεῖτε αὐτὸν υἱὸν γεέννης διπλότερον ὑμῶν.
Οὐαὶ ὑμῖν, ὁδηγοὶ τυφλοὶ οἱ λέγοντες· Ὃς ἂν ὀμόσῃ ἐν τῷ ναῷ, οὐδέν ἐστιν, ὃς δʼ ἂν ὀμόσῃ ἐν τῷ χρυσῷ τοῦ ναοῦ ὀφείλει. μωροὶ καὶ τυφλοί, τίς γὰρ μείζων ἐστίν, ὁ χρυσὸς ἢ ὁ ναὸς ὁ ⸀ἁγιάσας17 τὸν χρυσόν; καί· Ὃς ⸀ἂν18 ὀμόσῃ ἐν τῷ θυσιαστηρίῳ, οὐδέν ἐστιν, ὃς δʼ ἂν ὀμόσῃ ἐν τῷ δώρῳ τῷ ἐπάνω αὐτοῦ ὀφείλει. ⸀τυφλοί19 τί γὰρ μεῖζον, τὸ δῶρον ἢ τὸ θυσιαστήριον τὸ ἁγιάζον τὸ δῶρον; ὁ οὖν ὀμόσας ἐν τῷ θυσιαστηρίῳ ὀμνύει ἐν αὐτῷ καὶ ἐν πᾶσι τοῖς ἐπάνω αὐτοῦ· καὶ ὁ ὀμόσας ἐν τῷ ναῷ ὀμνύει ἐν αὐτῷ καὶ ἐν τῷ ⸀κατοικοῦντι20 αὐτόν· καὶ ὁ ὀμόσας ἐν τῷ οὐρανῷ ὀμνύει ἐν τῷ θρόνῳ τοῦ θεοῦ καὶ ἐν τῷ καθημένῳ ἐπάνω αὐτοῦ.
Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ἀποδεκατοῦτε τὸ ἡδύοσμον καὶ τὸ ἄνηθον καὶ τὸ κύμινον, καὶ ἀφήκατε τὰ βαρύτερα τοῦ νόμου, τὴν κρίσιν καὶ ⸂τὸ ἔλεος21 καὶ τὴν πίστιν· ⸀ταῦτα22 ἔδει ποιῆσαι κἀκεῖνα μὴ ⸀ἀφιέναι23 ὁδηγοὶ τυφλοί, ⸀οἱ24 διϋλίζοντες τὸν κώνωπα τὴν δὲ κάμηλον καταπίνοντες.
Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι καθαρίζετε τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τῆς παροψίδος, ἔσωθεν δὲ γέμουσιν ἐξ ἁρπαγῆς καὶ ⸀ἀκρασίας25 Φαρισαῖε τυφλέ, καθάρισον πρῶτον τὸ ἐντὸς τοῦ ποτηρίου ⸂καὶ τῆς παροψίδος26, ἵνα γένηται καὶ τὸ ἐκτὸς ⸀αὐτοῦ27 καθαρόν.
Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι ⸀παρομοιάζετε28 τάφοις κεκονιαμένοις, οἵτινες ἔξωθεν μὲν φαίνονται ὡραῖοι ἔσωθεν δὲ γέμουσιν ὀστέων νεκρῶν καὶ πάσης ἀκαθαρσίας· οὕτως καὶ ὑμεῖς ἔξωθεν μὲν φαίνεσθε τοῖς ἀνθρώποις δίκαιοι, ἔσωθεν δέ ⸂ἐστε μεστοὶ29 ὑποκρίσεως καὶ ἀνομίας.
Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι οἰκοδομεῖτε τοὺς τάφους τῶν προφητῶν καὶ κοσμεῖτε τὰ μνημεῖα τῶν δικαίων, καὶ λέγετε· Εἰ ⸀ἤμεθα30 ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, οὐκ ἂν ⸁ἤμεθα31 ⸂αὐτῶν κοινωνοὶ32 ἐν τῷ αἵματι τῶν προφητῶν· ὥστε μαρτυρεῖτε ἑαυτοῖς ὅτι υἱοί ἐστε τῶν φονευσάντων τοὺς προφήτας. καὶ ὑμεῖς πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν. ὄφεις γεννήματα ἐχιδνῶν, πῶς φύγητε ἀπὸ τῆς κρίσεως τῆς γεέννης; διὰ τοῦτο ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸς ὑμᾶς προφήτας καὶ σοφοὺς καὶ γραμματεῖς· ⸀ἐξ33 αὐτῶν ἀποκτενεῖτε καὶ σταυρώσετε, καὶ ἐξ αὐτῶν μαστιγώσετε ἐν ταῖς συναγωγαῖς ὑμῶν καὶ διώξετε ἀπὸ πόλεως εἰς πόλιν· ὅπως ἔλθῃ ἐφʼ ὑμᾶς πᾶν αἷμα δίκαιον ἐκχυννόμενον ἐπὶ τῆς γῆς ἀπὸ τοῦ αἵματος Ἅβελ τοῦ δικαίου ἕως τοῦ αἵματος Ζαχαρίου υἱοῦ Βαραχίου, ὃν ἐφονεύσατε μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου. ἀμὴν λέγω ὑμῖν, ⸀ἥξει34 ⸂ταῦτα πάντα35 ἐπὶ τὴν γενεὰν ταύτην.
Ἰερουσαλὴμ Ἰερουσαλήμ, ἡ ⸀ἀποκτείνουσα36 τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς αὐτήν— ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ⸂ὄρνις ἐπισυνάγει37 τὰ νοσσία ⸀αὐτῆς38 ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε; ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ⸀ἔρημος39 λέγω γὰρ ὑμῖν, οὐ μή με ἴδητε ἀπʼ ἄρτι ἕως ἂν εἴπητε· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου.
Source notes (39)
- Footnote ἐὰν WH NA28 RP ] ἂν Treg
- Footnote ποιήσατε καὶ τηρεῖτε WH Treg NA28 ] τηρεῖν τηρεῖτε καὶ ποιεῖτε RP
- Footnote δὲ WH Treg NA28 ] γὰρ RP
- Footnote βαρέα WH NIV ] + καὶ δυσβάστακτα Treg RP NA28
- Footnote αὐτοὶ δὲ τῷ WH Treg NA28 ] τῷ δὲ RP
- Footnote γὰρ WH Treg NA28 ] δὲ RP
- Footnote κράσπεδα WH Treg NA28 ] + τῶν ἱματίων αὐτῶν NIV RP
- Footnote δὲ WH Treg NA28 ] τε RP
- Footnote Ῥαββί WH Treg NA28 ] + Ῥαββί RP
- Footnote διδάσκαλος WH Treg NA28 ] καθηγητής ὁ χριστός RP
- Footnote ὑμῶν ὁ πατὴρ WH Treg NA28 ] ὁ πατὴρ ὑμῶν RP
- Footnote οὐράνιος WH Treg NA28 ] ἐν τοῖς οὐρανοῖς RP
- Footnote ὅτι καθηγητὴς ὑμῶν ἐστιν εἷς WH Treg NA28 ] εἷς γὰρ ὑμῶν ἐστιν ὁ καθηγητής RP
- Footnote ὑψωθήσεται WH Treg NA28 ] + 13 Οὐαὶ δέ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι, ὑποκριταί, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν, καὶ προφάσει μακρὰ προσευχόμενοι· διὰ τοῦτο λήψεσθε περισσότερον κρίμα (and re-number SBL v. 13 as 14) RP
- Footnote δὲ WH Treg NA28 ] – RP
- Footnote εἰσελθεῖν WH Treg NA28 RP ] + 14 Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί, ὅτι κατεσθίετε τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι· διὰ τοῦτο λήψεσθε περισσότερον κρίμα TR
- Footnote ἁγιάσας WH Treg NA28 ] ἁγιάζων RP
- Footnote ἂν WH Treg NA28 ] ἐὰν RP
- Footnote τυφλοί WH Treg NA28 ] Μωροὶ καὶ τυφλοί RP
- Footnote κατοικοῦντι WH NA28 ] κατοικήσαντι Treg RP
- Footnote τὸ ἔλεος WH Treg NA28 ] τὸν ἔλεον RP
- Footnote ταῦτα NIV RP ] + δὲ WH Treg NA28
- Footnote ἀφιέναι WH NA28 RP ] ἀφεῖναι Treg
- Footnote οἱ Treg NA28 RP ] – WH
- Footnote ἀκρασίας WH Treg NA28 ] ἀδικίας RP
- Footnote καὶ τῆς παροψίδος WH Treg NIV RP ] – WHmarg NA28
- Footnote αὐτοῦ WH Treg NA28 ] αὐτῶν RP
- Footnote παρομοιάζετε WH NA28 RP ] ὁμοιάζετε Treg
- Footnote ἐστε μεστοὶ WH Treg NA28 ] μεστοί ἐστε RP
- Footnote ⸀ἤμεθα WH Treg NA28 ] ἦμεν RP
- Footnote ⸁ἤμεθα WH Treg NA28 ] ἦμεν RP
- Footnote αὐτῶν κοινωνοὶ WH Treg NA28 ] κοινωνοὶ αὐτῶν RP
- Footnote ἐξ WH Treg NA28 ] καὶ ἐξ RP
- Footnote ἥξει WH Treg NA28 ] ὅτι ἥξει RP
- Footnote ταῦτα πάντα WH NA28 ] πάντα ταῦτα Treg RP
- Footnote ἀποκτείνουσα WH Treg NA28 ] ἀποκτένουσα RP
- Footnote ὄρνις ἐπισυνάγει WH Treg NA28 ] ἐπισυνάγει ὄρνις RP
- Footnote αὐτῆς WH Treg NA28 ] ἑαυτῆς RP
- Footnote ἔρημος Treg NA28 RP ] – WH
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.