Η Καινή Διαθήκη
ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 17
Καὶ μεθʼ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατʼ ἰδίαν. καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ⸀ἐγένετο1 λευκὰ ὡς τὸ φῶς. καὶ ἰδοὺ ⸀ὤφθη2 αὐτοῖς Μωϋσῆς καὶ Ἠλίας ⸂συλλαλοῦντες μετʼ αὐτοῦ⸃.3 ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ⸀ποιήσω4 ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ ⸂Ἠλίᾳ μίαν5. ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· ⸂ἀκούετε αὐτοῦ6. καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα. καὶ ⸂προσῆλθεν ὁ Ἰησοῦς καὶ ἁψάμενος αὐτῶν7 εἶπεν· Ἐγέρθητε καὶ μὴ φοβεῖσθε. ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ ⸀αὐτὸν8 Ἰησοῦν μόνον.
Καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· Μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ⸀ἐγερθῇ9 καὶ ἐπηρώτησαν αὐτὸν οἱ ⸀μαθηταὶ10 λέγοντες· Τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; ὁ ⸀δὲ11 ἀποκριθεὶς ⸀εἶπεν12 Ἠλίας μὲν ⸀ἔρχεται13 καὶ ἀποκαταστήσει πάντα· λέγω δὲ ὑμῖν ὅτι Ἠλίας ἤδη ἦλθεν, καὶ οὐκ ἐπέγνωσαν αὐτὸν ἀλλὰ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν· οὕτως καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπʼ αὐτῶν. τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς.
Καὶ ⸀ἐλθόντων14 πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν καὶ λέγων· Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς ⸀πάσχει15 πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ⸂μεθʼ ὑμῶν ἔσομαι16 ; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε. καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπʼ αὐτοῦ τὸ δαιμόνιον· καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατʼ ἰδίαν εἶπον· Διὰ τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; ὁ δὲ ⸀λέγει17 αὐτοῖς· Διὰ τὴν ⸀ὀλιγοπιστίαν18 ὑμῶν· ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· ⸂Μετάβα ἔνθεν19 ἐκεῖ, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ⸀ὑμῖν20
⸀Συστρεφομένων21 δὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. καὶ ἐλυπήθησαν σφόδρα.
Ἐλθόντων δὲ αὐτῶν εἰς Καφαρναοὺμ προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπαν· Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα; λέγει· Ναί. καὶ ⸀ἐλθόντα22 εἰς τὴν οἰκίαν προέφθασεν αὐτὸν ὁ Ἰησοῦς λέγων· Τί σοι δοκεῖ, Σίμων; οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσιν τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων; ⸂εἰπόντος δέ23 · Ἀπὸ τῶν ἀλλοτρίων, ἔφη αὐτῷ ὁ Ἰησοῦς· Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί. ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς ⸀εἰς24 θάλασσαν βάλε ἄγκιστρον καὶ τὸν ⸀ἀναβάντα25 πρῶτον ἰχθὺν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.
Source notes (25)
- Footnote ἐγένετο WH Treg NA28 ] ἐγένοντο RP
- Footnote ὤφθη WH Treg NA28 ] ὤφθησαν RP
- Footnote συλλαλοῦντες μετʼαὐτοῦ WH Treg NA28 ] μετʼαὐτοῦ συλλαλοῦντες RP
- Footnote ποιήσω WH NA28 ] ποιήσωμεν Treg RP
- Footnote Ἠλίᾳ μίαν WH Treg NA28 ] μίαν Ἠλίᾳ RP
- Footnote ἀκούετε αὐτοῦ WH Treg NA28 ] αὐτοῦ ἀκούετε RP
- Footnote προσῆλθεν ὁ Ἰησοῦς καὶ ἁψάμενος αὐτῶν WH NA28 ] προσῆλθεν ὁ Ἰησοῦς καὶ ἥψατο αὐτῶν Treg; προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ RP
- Footnote αὐτὸν WH NA28 ] τὸν Treg RP
- Footnote ἐγερθῇ WH Treg NA28 ] ἀναστῇ RP
- Footnote μαθηταὶ WH Treg NA28 ] + αὐτοῦ RP
- Footnote δὲ WH Treg NA28 ] + Ἰησοῦς RP
- Footnote εἶπεν WH Treg NA28 ] + αὐτοῖς RP
- Footnote ἔρχεται WH Treg NA28 ] + πρῶτον RP
- Footnote ἐλθόντων WH Treg NA28 ] + αὐτῶν RP
- Footnote πάσχει NA28 RP ] ἔχει WH Treg
- Footnote μεθʼ ὑμῶν ἔσομαι WH Treg NA28 ] ἔσομαι μεθʼ ὑμῶν RP
- Footnote λέγει WH Treg NA28 ] Ἰησοῦς εἶπεν RP
- Footnote ὀλιγοπιστίαν WH Treg NA28 ] ἀπιστίαν RP
- Footnote Μετάβα ἔνθεν WH Treg NA28 ] Μετάβηθι ἔντεῦθεν RP
- Footnote ὑμῖν WH NA28 ] + 21 Τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Treg RP
- Footnote Συστρεφομένων WH Treg NA28 ] Ἀναστρεφομένων RP
- Footnote ἐλθόντα WH Treg NA28 ] ὅτε εἰσῆλθεν RP
- Footnote εἰπόντος δέ WH Treg NA28 ] Λέγει αὐτῷ ὁ Πέτρος RP
- Footnote εἰς WH Treg NA28 ] + τὴν NIV RP
- Footnote ἀναβάντα WH Treg NA28 ] ἀναβαίνοντα RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.