Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 16

Καὶ προσελθόντες οἱ Φαρισαῖοι καὶ Σαδδουκαῖοι πειράζοντες ἐπηρώτησαν αὐτὸν σημεῖον ἐκ τοῦ οὐρανοῦ ἐπιδεῖξαι αὐτοῖς. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· ⸂Ὀψίας γενομένης λέγετε· Εὐδία, πυρράζει γὰρ ὁ οὐρανός·1 2 καὶ πρωΐ· Σήμερον χειμών, πυρράζει γὰρ στυγνάζων ὁ οὐρανός. ⸀τὸ μὲν πρόσωπον τοῦ οὐρανοῦ γινώσκετε διακρίνειν, τὰ δὲ σημεῖα τῶν καιρῶν οὐ δύνασθε.⸃ Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ εἰ μὴ τὸ σημεῖον ⸀Ἰωνᾶ3 καὶ καταλιπὼν αὐτοὺς ἀπῆλθεν. Καὶ ἐλθόντες οἱ ⸀μαθηταὶ4 εἰς τὸ πέραν ἐπελάθοντο ἄρτους λαβεῖν. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. οἱ δὲ διελογίζοντο ἐν ἑαυτοῖς λέγοντες ὅτι Ἄρτους οὐκ ἐλάβομεν. γνοὺς δὲ ὁ Ἰησοῦς ⸀εἶπεν5 Τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ ⸀ἐλάβετε6 οὔπω νοεῖτε, οὐδὲ μνημονεύετε τοὺς πέντε ἄρτους τῶν πεντακισχιλίων καὶ πόσους κοφίνους ἐλάβετε; οὐδὲ τοὺς ἑπτὰ ἄρτους τῶν τετρακισχιλίων καὶ πόσας σπυρίδας ἐλάβετε; πῶς οὐ νοεῖτε ὅτι οὐ περὶ ⸀ἄρτων7 εἶπον ὑμῖν; ⸂προσέχετε δὲ8 ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. τότε συνῆκαν ὅτι οὐκ εἶπεν προσέχειν ἀπὸ τῆς ζύμης ⸂τῶν ἄρτων9 ἀλλὰ ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων. Ἐλθὼν δὲ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων· ⸀Τίνα10 λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν υἱὸν τοῦ ἀνθρώπου; οἱ δὲ εἶπαν· Οἱ μὲν Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἕτεροι δὲ Ἰερεμίαν ἢ ἕνα τῶν προφητῶν. λέγει αὐτοῖς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπεν· Σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος. ⸂ἀποκριθεὶς δὲ11 ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Μακάριος εἶ, Σίμων Βαριωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι ἀλλʼ ὁ πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς· κἀγὼ δέ σοι λέγω ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς· ⸀δώσω12 σοι τὰς ⸀κλεῖδας13 τῆς βασιλείας τῶν οὐρανῶν, καὶ ὃ ⸀ἐὰν14 δήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς, καὶ ὃ ⸁ἐὰν15 λύσῃς ἐπὶ τῆς γῆς ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς. τότε ⸀διεστείλατο16 τοῖς ⸀μαθηταῖς17 ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ⸀ἐστιν18 ὁ χριστός. Ἀπὸ τότε ἤρξατο ⸂ὁ Ἰησοῦς19 δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν ⸂εἰς Ἱεροσόλυμα ἀπελθεῖν20 καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι. καὶ προσλαβόμενος αὐτὸν ὁ Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ λέγων· Ἵλεώς σοι, κύριε· οὐ μὴ ἔσται σοι τοῦτο. ὁ δὲ στραφεὶς εἶπεν τῷ Πέτρῳ· Ὕπαγε ὀπίσω μου, Σατανᾶ· σκάνδαλον ⸂εἶ ἐμοῦ21, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων. Τότε ὁ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι. ὃς γὰρ ⸀ἐὰν22 θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δʼ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν. τί γὰρ ⸀ὠφεληθήσεται23 ἄνθρωπος ἐὰν τὸν κόσμον ὅλον κερδήσῃ τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; ἢ τί δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ τὴν πρᾶξιν αὐτοῦ. ἀμὴν λέγω ὑμῖν ⸀ὅτι24 εἰσίν τινες ⸂τῶν ὧδε ἑστώτων25 οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ.

Source notes (25)
  1. Footnote 16:2–3 Ὀψίας γενομένης … οὐ δύνασθε Treg NA28 RP ] ⟦WH⟧
  2. Footnote τὸ Treg NA28 ⟦WH⟧ ] Ὑποκριταί τὸ RP
  3. Footnote Ἰωνᾶ WH Treg NA28 ] + τοῦ προφήτου RP
  4. Footnote μαθηταὶ WH Treg NA28 ] + αὐτοῦ RP
  5. Footnote εἶπεν WH Treg NA28 ] + αὐτοῖς RP
  6. Footnote ἐλάβετε Treg RP ] ἔχετε WH NA28
  7. Footnote ἄρτων WH Treg NA28 ] ἄρτου RP
  8. Footnote προσέχετε δὲ WH Treg NA28 ] προσέχειν RP
  9. Footnote τῶν ἄρτων WH Treg NA28 ] τοῦ ἄρτου RP
  10. Footnote Τίνα WH Treg NA28 ] + με RP
  11. Footnote ἀποκριθεὶς δὲ WH Treg NA28 ] Καὶ ἀποκριθεὶς RP
  12. Footnote δώσω WH NA28 ] καὶ δώσω Treg RP
  13. Footnote κλεῖδας WH Treg NA28 ] κλεῖς RP
  14. Footnote ⸀ἐὰν WH NA28 RP ] ἂν Treg
  15. Footnote ⸁ἐὰν WH NA28 RP ] ἂν Treg
  16. Footnote διεστείλατο Treg RP NA28 ] ἐπετίμησεν WH NIV
  17. Footnote μαθηταῖς WH Treg NA28 ] + αὐτοῦ RP
  18. Footnote ἐστιν WH Treg NA28 ] + Ἰησοῦς RP
  19. Footnote ὁ Ἰησοῦς Treg NA28 RP ] Ἰησοῦς Χριστὸς WH
  20. Footnote εἰς Ἱεροσόλυμα ἀπελθεῖν WH Treg NA28 ] ἀπελθεῖν εἰς Ἱεροσόλυμα RP
  21. Footnote εἶ ἐμοῦ WH Treg NA28 ] μου εἶ RP
  22. Footnote ἐὰν WH Treg NA28 ] ἂν RP
  23. Footnote ὠφεληθήσεται WH Treg NA28 ] ὠφελεῖται RP
  24. Footnote ὅτι WH NA28 ] – Treg RP
  25. Footnote τῶν ὧδε ἑστώτων WH Treg NA28 ] ὧδε ἑστῶτες RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.