Η Καινή Διαθήκη
ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 15
Τότε προσέρχονται τῷ ⸀Ἰησοῦ1 ἀπὸ Ἱεροσολύμων ⸂Φαρισαῖοι καὶ γραμματεῖς2 λέγοντες Διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων; οὐ γὰρ νίπτονται τὰς χεῖρας ⸀αὐτῶν3 ὅταν ἄρτον ἐσθίωσιν. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν; ὁ γὰρ θεὸς ⸀εἶπεν4 Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καί· Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω· ὑμεῖς δὲ λέγετε· Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί· Δῶρον ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, ⸀οὐ5 μὴ ⸀τιμήσει6 τὸν πατέρα ⸀αὐτοῦ7 καὶ ἠκυρώσατε ⸂τὸν λόγον8 τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν. ὑποκριταί, καλῶς ἐπροφήτευσεν περὶ ὑμῶν Ἠσαΐας λέγων· ⸂Ὁ λαὸς οὗτος9 τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπʼ ἐμοῦ· μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων.
Καὶ προσκαλεσάμενος τὸν ὄχλον εἶπεν αὐτοῖς· Ἀκούετε καὶ συνίετε· οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον, ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος τοῦτο κοινοῖ τὸν ἄνθρωπον. Τότε προσελθόντες οἱ ⸀μαθηταὶ10 ⸀λέγουσιν11 αὐτῷ· Οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν; ὁ δὲ ἀποκριθεὶς εἶπεν· Πᾶσα φυτεία ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος ἐκριζωθήσεται. ἄφετε αὐτούς· ⸂τυφλοί εἰσιν ὁδηγοὶ τυφλῶν12 · τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον πεσοῦνται. Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· Φράσον ἡμῖν τὴν παραβολὴν ⸀ταύτην13 ὁ ⸀δὲ14 εἶπεν· Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; ⸀οὐ15 νοεῖτε ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται; τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον. ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι. ταῦτά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον, τὸ δὲ ἀνίπτοις χερσὶν φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον.
Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. καὶ ἰδοὺ γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ⸀ἔκραζεν16 λέγουσα· Ἐλέησόν με, κύριε ⸀υἱὸς17 Δαυίδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ⸀ἠρώτουν18 αὐτὸν λέγοντες· Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν. ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. ἡ δὲ ἐλθοῦσα ⸀προσεκύνει19 αὐτῷ λέγουσα· Κύριε, βοήθει μοι. ὁ δὲ ἀποκριθεὶς εἶπεν· Οὐκ ἔστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ βαλεῖν τοῖς κυναρίοις. ἡ δὲ εἶπεν· Ναί, κύριε, καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ· Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.
Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς ἦλθεν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας, καὶ ἀναβὰς εἰς τὸ ὄρος ἐκάθητο ἐκεῖ. καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοὶ ἔχοντες μεθʼ ἑαυτῶν ⸂κωφούς, τυφλούς, χωλούς, κυλλούς20, καὶ ἑτέρους πολλούς, καὶ ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας ⸀αὐτοῦ21 καὶ ἐθεράπευσεν αὐτούς· ὥστε ⸂τὸν ὄχλον22 θαυμάσαι βλέποντας κωφοὺς λαλοῦντας ⸂κυλλοὺς ὑγιεῖς23 ⸀καὶ24 χωλοὺς περιπατοῦντας καὶ τυφλοὺς βλέποντας· καὶ ἐδόξασαν τὸν θεὸν Ἰσραήλ.
Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν· Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ. καὶ λέγουσιν αὐτῷ οἱ ⸀μαθηταί25 Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι ὥστε χορτάσαι ὄχλον τοσοῦτον; καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς· Πόσους ἄρτους ἔχετε; οἱ δὲ εἶπαν· Ἑπτά, καὶ ὀλίγα ἰχθύδια. καὶ ⸀παραγγείλας26 ⸂τῷ ὄχλῳ27 ἀναπεσεῖν ἐπὶ τὴν γῆν ⸀ἔλαβεν28 τοὺς ἑπτὰ ἄρτους καὶ29 τοὺς ἰχθύας ⸀καὶ εὐχαριστήσας ἔκλασεν καὶ ⸀ἐδίδου30 τοῖς ⸀μαθηταῖς31 οἱ δὲ μαθηταὶ ⸂τοῖς ὄχλοις32. καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ⸂τὸ περισσεῦον τῶν κλασμάτων ἦραν33 ἑπτὰ σπυρίδας πλήρεις. οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες χωρὶς γυναικῶν καὶ παιδίων. καὶ ἀπολύσας τοὺς ὄχλους ἐνέβη εἰς τὸ πλοῖον, καὶ ἦλθεν εἰς τὰ ὅρια ⸀Μαγαδάν34
Source notes (34)
- Footnote Ἰησοῦ WH Treg NA28 ] + οἱ RP
- Footnote Φαρισαῖοι καὶ γραμματεῖς WH Treg NA28 ] γραμματεῖς καὶ Φαρισαῖοι RP
- Footnote αὐτῶν Treg NA28 RP ] – WH
- Footnote εἶπεν WH Treg NA28 ] ἐνετείλατο λέγων RP
- Footnote οὐ WH Treg NA28 ] καὶ οὐ RP
- Footnote τιμήσει WH Treg NA28 ] τιμήσῃ RP
- Footnote αὐτοῦ WH NA28 ] + ἢ τὴν μητέρα αὐτοῦ Treg RP
- Footnote τὸν λόγον WH Treg NA28 ] τὴν ἐντολὴν RP
- Footnote Ὁ λαὸς οὗτος WH Treg NA28 ] Ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν καὶ RP
- Footnote μαθηταὶ WH NA28 ] + αὐτοῦ Treg RP
- Footnote λέγουσιν WH Treg NA28 ] εἶπον RP
- Footnote τυφλοί εἰσιν ὁδηγοὶ τυφλῶν Treg NA28 ] τυφλοί εἰσιν ὁδηγοί WH NIV; ὁδηγοί εἰσιν τυφλοὶ τυφλῶν RP
- Footnote ταύτην NA28 RP ] – WH Treg
- Footnote δὲ WH Treg NA28 ] + Ἰησοῦς RP
- Footnote οὐ WH Treg NA28 ] Οὔπω RP
- Footnote ἔκραζεν WH Treg NA28 ] ἐκραύγασεν αὐτῷ RP
- Footnote υἱὸς WH Treg NA28 ] υἱὲ RP
- Footnote ἠρώτουν WH Treg NA28 ] ἠρώτων RP
- Footnote προσεκύνει WH Treg NA28 ] προσεκύνησεν RP
- Footnote κωφούς, τυφλούς, χωλούς, κυλλούς Holmes ] χωλούς, κυλλούς, τυφλούς, κωφούς WH; χωλούς, τυφλούς, κωφούς, κυλλούς Treg RP; χωλούς, τυφλούς, κυλλούς, κωφούς NA28
- Footnote αὐτοῦ WH Treg NA28 ] τοῦ Ἰησοῦ RP
- Footnote τὸν ὄχλον WH NA28 ] τοὺς ὄχλους Treg RP
- Footnote κυλλοὺς ὑγιεῖς Treg NA28 RP ] – WH
- Footnote καὶ WH Treg NA28 ] – RP
- Footnote μαθηταί WH NA28 ] + αὐτοῦ Treg RP
- Footnote παραγγείλας WH Treg NA28 ] ἐκέλευσεν RP
- Footnote τῷ ὄχλῳ WH Treg NA28 ] τοῖς ὄχλοις RP
- Footnote ἔλαβεν WH Treg NA28 ] καὶ λαβὼν RP
- Footnote καὶ WH Treg NA28 ] – RP
- Footnote ἐδίδου WH Treg NA28 ] ἔδωκεν RP
- Footnote μαθηταῖς WH NA28 ] + αὐτοῦ Treg RP
- Footnote τοῖς ὄχλοις WH Treg NA28 ] τῷ ὄχλῷ RP
- Footnote τὸ … κλασμάτων ἦραν WH Treg NA28 ] ἦραν τὸ … κλασμάτων RP
- Footnote Μαγαδάν WH Treg NA28 ] Μαγδαλά RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.