Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΜΑΘΘΑΙΟΝ 14

Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρῴδης ὁ τετραάρχης τὴν ἀκοὴν Ἰησοῦ, καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ· Οὗτός ἐστιν Ἰωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ. Ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάννην ἔδησεν ⸀αὐτὸν1 καὶ ⸂ἐν φυλακῇ ἀπέθετο2 διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ἔλεγεν γὰρ ⸂αὐτῷ ὁ Ἰωάννης3 · Οὐκ ἔξεστίν σοι ἔχειν αὐτήν· καὶ θέλων αὐτὸν ἀποκτεῖναι ἐφοβήθη τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον. ⸂γενεσίοις δὲ γενομένοις4 τοῦ Ἡρῴδου ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρῳδιάδος ἐν τῷ μέσῳ καὶ ἤρεσεν τῷ Ἡρῴδῃ, ὅθεν μετὰ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ⸀ἐὰν5 αἰτήσηται. ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς· Δός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. καὶ ⸂λυπηθεὶς ὁ βασιλεὺς διὰ6 τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσεν δοθῆναι, καὶ πέμψας ἀπεκεφάλισεν ⸀τὸν7 Ἰωάννην ἐν τῇ φυλακῇ· καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ, καὶ ἤνεγκεν τῇ μητρὶ αὐτῆς. καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ ⸀πτῶμα8 καὶ ἔθαψαν ⸀αὐτόν9 καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ.

⸂Ἀκούσας δὲ10 ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατʼ ἰδίαν· καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων. καὶ ⸀ἐξελθὼν11 εἶδεν πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπʼ αὐτοῖς καὶ ἐθεράπευσεν τοὺς ἀρρώστους αὐτῶν. ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ ⸀μαθηταὶ12 λέγοντες· Ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. οἱ δὲ λέγουσιν αὐτῷ· Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. ὁ δὲ εἶπεν· Φέρετέ μοι ⸂ὧδε αὐτούς13. καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ ⸂τοῦ χόρτου14, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κλάσας ἔδωκεν τοῖς μαθηταῖς τοὺς ἄρτους οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις. οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων.

Καὶ εὐθέως ⸀ἠνάγκασεν15 τοὺς μαθητὰς ἐμβῆναι ⸀εἰς16 πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατʼ ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ. τὸ δὲ πλοῖον ἤδη ⸂σταδίους πολλοὺς ἀπὸ τῆς γῆς ἀπεῖχεν17, βασανιζόμενον ὑπὸ τῶν κυμάτων, ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ⸀ἦλθεν18 πρὸς ⸀αὐτοὺς19 περιπατῶν ἐπὶ ⸂τὴν θάλασσαν20. ⸂οἱ δὲ μαθηταὶ ἰδόντες αὐτὸν21 ἐπὶ ⸂τῆς θαλάσσης22 περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι Φάντασμά ἐστιν, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. ⸀εὐθὺς23 δὲ ἐλάλησεν ⸂αὐτοῖς ὁ Ἰησοῦς24 λέγων· Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε.

Ἀποκριθεὶς δὲ ⸂αὐτῷ ὁ Πέτρος εἶπεν25 · Κύριε, εἰ σὺ εἶ, κέλευσόν με ⸂ἐλθεῖν πρὸς σὲ26 ἐπὶ τὰ ὕδατα· ὁ δὲ εἶπεν· Ἐλθέ. καὶ καταβὰς ἀπὸ τοῦ ⸀πλοίου27 Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα ⸂καὶ ἦλθεν28 πρὸς τὸν Ἰησοῦν. βλέπων δὲ τὸν ἄνεμον ⸀ἰσχυρὸν29 ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξεν λέγων· Κύριε, σῶσόν με. εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· Ὀλιγόπιστε, εἰς τί ἐδίστασας; καὶ ⸀ἀναβάντων30 αὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος. οἱ δὲ ἐν τῷ ⸀πλοίῳ31 προσεκύνησαν αὐτῷ λέγοντες· Ἀληθῶς θεοῦ υἱὸς εἶ.

Καὶ διαπεράσαντες ἦλθον ⸂ἐπὶ τὴν γῆν εἰς32 Γεννησαρέτ. καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας, καὶ παρεκάλουν αὐτὸν ἵνα μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο διεσώθησαν.

Source notes (32)
  1. Footnote αὐτὸν Treg NA28 RP ] – WH
  2. Footnote ἐν φυλακῇ ἀπέθετο WH NA28 ] ἐν τῇ φυλακῇ ἀπέθετο Treg; ἔθετο ἐν φυλακῇ RP
  3. Footnote αὐτῷ ὁ Ἰωάννης RP ] ὁ Ἰωάννης αὐτῷ WH NA28; ὁ Ἰωάννης Treg
  4. Footnote γενεσίοις δὲ γενομένοις WH Treg NA28 ] Γενεσίων δὲ ἀγομένων RP
  5. Footnote ἐὰν WH NA28 RP ] ἂν Treg
  6. Footnote λυπηθεὶς ὁ βασιλεὺς διὰ WH Treg NA28 ] ἐλυπήθη ὁ βασιλεύς διὰ δὲ RP
  7. Footnote τὸν NA28 RP ] – WH Treg
  8. Footnote πτῶμα WH Treg NA28 ] σῶμα RP
  9. Footnote αὐτόν WH Treg NA28 ] αὐτό NIV RP
  10. Footnote Ἀκούσας δὲ WH Treg NA28 ] Καὶ ἀκούσας RP
  11. Footnote ἐξελθὼν WH Treg NA28 ] + ὁ Ἰησοῦς RP
  12. Footnote μαθηταὶ WH Treg NA28 ] + αὐτοῦ RP
  13. Footnote ὧδε αὐτούς WH Treg NA28 ] αὐτοὺς ὧδε RP
  14. Footnote τοῦ χόρτου WH Treg NA28 ] τοὺς χόρτους RP
  15. Footnote ἠνάγκασεν WH Treg NA28 ] + ὁ Ἰησοῦς RP
  16. Footnote εἰς WH Treg ] + τὸ NA28 RP
  17. Footnote σταδίους πολλοὺς ἀπὸ τῆς γῆς ἀπεῖχεν WH Treg NA28 ] μέσον τῆς θαλάσσης ἦν RP
  18. Footnote ἦλθεν WH Treg NA28 ] ἀπῆλθεν NIV RP
  19. Footnote αὐτοὺς WH Treg NA28 ] + ὁ Ἰησοῦς RP
  20. Footnote τὴν θάλασσαν WH Treg NA28 ] τῆς θαλάσσης RP
  21. Footnote οἱ δὲ μαθηταὶ ἰδόντες αὐτὸν WH NA28 ] καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ Treg RP
  22. Footnote τῆς θαλάσσης WH Treg NA28 ] τὴν θάλασσαν RP
  23. Footnote εὐθὺς WH Treg NA28 ] Εὐθέως RP
  24. Footnote αὐτοῖς ὁ Ἰησοῦς Treg RP ] ὁ Ἰησοῦς αὐτοῖς WH NA28
  25. Footnote αὐτῷ ὁ Πέτρος εἶπεν Treg NA28 RP ] ὁ Πέτρος εἶπεν αὐτῷ WH
  26. Footnote ἐλθεῖν πρὸς σὲ WH Treg NA28 ] πρός σε ἐλθεῖν RP
  27. Footnote πλοίου WH Treg ] + ὁ NA28 RP
  28. Footnote καὶ ἦλθεν WH NA28 ] ἐλθεῖν Treg RP
  29. Footnote ἰσχυρὸν Treg RP NA28 ] – WH NIV
  30. Footnote ἀναβάντων WH Treg NA28 ] ἐμβάντων RP
  31. Footnote πλοίῳ WH NA28 ] + ἐλθόντες Treg RP
  32. Footnote ἐπὶ τὴν γῆν εἰς WH Treg NA28 ] εἰς τὴν γῆν RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.