Η Καινή Διαθήκη
ΚΑΤΑ ΜΑΡΚΟΝ 3
Καὶ εἰσῆλθεν πάλιν ⸀εἰς1 συναγωγήν, καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα. καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασιν θεραπεύσει αὐτόν, ἵνα ⸀κατηγορήσωσιν2 αὐτοῦ. καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ⸂τὴν χεῖρα ἔχοντι ξηράν3 · ⸀Ἔγειρε4 εἰς τὸ μέσον. καὶ λέγει αὐτοῖς· Ἔξεστιν τοῖς σάββασιν ⸀ἀγαθοποιῆσαι5 ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ἀποκτεῖναι; οἱ δὲ ἐσιώπων. καὶ περιβλεψάμενος αὐτοὺς μετʼ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ· Ἔκτεινον τὴν ⸀χεῖρα6 καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάθη ἡ χεὶρ ⸀αὐτοῦ7 καὶ ἐξελθόντες οἱ Φαρισαῖοι ⸀εὐθὺς8 μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον ⸀ἐδίδουν9 κατʼ αὐτοῦ ὅπως αὐτὸν ἀπολέσωσιν.
Καὶ ὁ Ἰησοῦς ⸂μετὰ τῶν μαθητῶν αὐτοῦ ἀνεχώρησεν10 πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ⸀ἠκολούθησεν11 καὶ ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱεροσολύμων καὶ ἀπὸ τῆς Ἰδουμαίας ⸀καὶ12 πέραν τοῦ Ἰορδάνου ⸁καὶ13 περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ, ⸀ἀκούοντες14 ὅσα ⸀ἐποίει15 ἦλθον πρὸς αὐτόν. καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον ἵνα μὴ θλίβωσιν αὐτόν· πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ ἵνα αὐτοῦ ἅψωνται ὅσοι εἶχον μάστιγας. καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν ⸂ἐθεώρουν, προσέπιπτον⸃ αὐτῷ καὶ ⸀ἔκραζον ⸀λέγοντα ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ.16 17 18 καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ ⸂αὐτὸν φανερὸν19 ⸀ποιήσωσιν20
Καὶ ἀναβαίνει εἰς τὸ ὄρος καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός, καὶ ἀπῆλθον πρὸς αὐτόν. καὶ ἐποίησεν ⸀δώδεκα21 ἵνα ὦσιν μετʼ αὐτοῦ καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν καὶ ἔχειν ⸀ἐξουσίαν22 ἐκβάλλειν τὰ δαιμόνια· καὶ ⸂ἐποίησεν τοὺς δώδεκα, καὶ⸃ ἐπέθηκεν ⸂ὄνομα τῷ Σίμωνι⸃ Πέτρον,23 24 καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου (καὶ ἐπέθηκεν αὐτοῖς ⸀ὀνόματα25 Βοανηργές, ὅ ἐστιν Υἱοὶ Βροντῆς), καὶ Ἀνδρέαν καὶ Φίλιππον καὶ Βαρθολομαῖον καὶ Μαθθαῖον καὶ Θωμᾶν καὶ Ἰάκωβον τὸν τοῦ Ἁλφαίου καὶ Θαδδαῖον καὶ Σίμωνα τὸν ⸀Καναναῖον26 καὶ Ἰούδαν ⸀Ἰσκαριώθ27 ὃς καὶ παρέδωκεν αὐτόν.
Καὶ ⸀ἔρχεται28 εἰς οἶκον· καὶ συνέρχεται πάλιν ⸀ὁ29 ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς ⸀μηδὲ30 ἄρτον φαγεῖν. καὶ ἀκούσαντες οἱ παρʼ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν, ἔλεγον γὰρ ὅτι ἐξέστη. καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει καὶ ὅτι ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. καὶ προσκαλεσάμενος αὐτοὺς ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς· Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν; καὶ ἐὰν βασιλεία ἐφʼ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη· καὶ ἐὰν οἰκία ἐφʼ ἑαυτὴν μερισθῇ, οὐ ⸀δυνήσεται31 ⸂ἡ οἰκία ἐκείνη σταθῆναι32 · καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφʼ ἑαυτὸν καὶ ⸀ἐμερίσθη33 οὐ δύναται ⸀στῆναι34 ἀλλὰ τέλος ἔχει. ⸂ἀλλʼ οὐδεὶς δύναται35 ⸂εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθὼν τὰ σκεύη36 αὐτοῦ διαρπάσαι ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ ⸀διαρπάσει37
Ἀμὴν λέγω ὑμῖν ὅτι πάντα ἀφεθήσεται ⸂τοῖς υἱοῖς τῶν ἀνθρώπων, τὰ ἁμαρτήματα⸃ καὶ ⸂αἱ βλασφημίαι ὅσα ἐὰν⸃ βλασφημήσωσιν·38 39 ὃς δʼ ἂν βλασφημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλὰ ἔνοχός ἐστιν αἰωνίου ⸀ἁμαρτήματος40 ὅτι ἔλεγον· Πνεῦμα ἀκάθαρτον ἔχει.
⸂Καὶ ἔρχονται41 ⸂ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ42 καὶ ἔξω ⸀στήκοντες43 ἀπέστειλαν πρὸς αὐτὸν ⸀καλοῦντες44 αὐτόν. καὶ ἐκάθητο ⸂περὶ αὐτὸν ὄχλος45, ⸂καὶ λέγουσιν46 αὐτῷ· Ἰδοὺ ἡ μήτηρ σου47 καὶ οἱ ἀδελφοί ⸀σου ἔξω ζητοῦσίν σε. καὶ ⸂ἀποκριθεὶς αὐτοῖς λέγει48 · Τίς ἐστιν ἡ μήτηρ μου ⸀ἢ49 οἱ ἀδελφοί ⸀μου50 καὶ περιβλεψάμενος ⸂τοὺς περὶ αὐτὸν κύκλῳ51 καθημένους λέγει· Ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου· ὃς ⸀γὰρ52 ἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ, οὗτος ἀδελφός μου καὶ ⸀ἀδελφὴ53 καὶ μήτηρ ἐστίν.
Source notes (53)
- Footnote εἰς WH ] + τὴν Treg NA28 RP
- Footnote κατηγορήσωσιν WH NA28 RP ] κατηγορήσουσιν Treg
- Footnote τὴν χεῖρα ἔχοντι ξηράν WH Treg ] τὴν ξηράν χεῖρα ἔχοντι NA28; ἐξηραμμένην ἔχοντι τὴν χεῖρα RP
- Footnote Ἔγειρε WH Treg NA28 ] Ἔγειραι RP
- Footnote ἀγαθοποιῆσαι WH Treg RP ] ἀγαθὸν ποιῆσαι NA28
- Footnote χεῖρα NA28 ] + σου WH Treg RP
- Footnote αὐτοῦ WH Treg NA28 ] + ὑγιὴς ὡς ἡ ἄλλη RP
- Footnote εὐθὺς WH Treg NA28 ] εὐθέως RP
- Footnote ἐδίδουν WH Treg NA28 ] ἐποίουν RP
- Footnote μετὰ … αὐτοῦ ἀνεχώρησεν WH Treg NA28 ] ἀνεχώρησεν μετὰ … αὐτοῦ RP
- Footnote ἠκολούθησεν WH Treg NA28 ] ἠκολούθησαν αὐτῷ RP
- Footnote ⸀καὶ WH Treg RP NA28 ] + οἱ NIV
- Footnote ⸁καὶ WH Treg NA28 ] + οἱ RP
- Footnote ἀκούοντες WH Treg NA28 ] ἀκούσαντες RP
- Footnote ἐποίει NA28 RP ] ποιεῖ WH Treg
- Footnote ἐθεώρουν προσέπιπτον WH Treg NA28 ] ἐθεώρει προσέπιπτεν RP
- Footnote ἔκραζον WH Treg NA28 ] ἔκραζεν RP
- Footnote λέγοντα WH Treg RP ] λέγοντες NA28
- Footnote αὐτὸν φανερὸν WH Treg NA28 ] φανερὸν αὐτὸν RP
- Footnote ποιήσωσιν WH NA28 RP ] ποιῶσιν Treg
- Footnote δώδεκα Treg RP ] + οὓς καὶ ἀποστόλους ὠνόμασεν WH NA28
- Footnote ἐξουσίαν WH Treg NA28 ] θεραπεύειν τὰς νόσους καὶ RP
- Footnote ἐποίησεν τοὺς δώδεκα καὶ WH NA28 ] – Treg RP
- Footnote ὄνομα τῷ Σίμωνι WH Treg NA28 ] τῷ Σίμωνι ὄνομα RP
- Footnote ὀνόματα Treg NA28 RP ] ὄνομα WH
- Footnote Καναναῖον WH Treg NA28 ] Κανανίτην RP
- Footnote Ἰσκαριώθ WH Treg NA28 ] Ἰσκαριώτην RP
- Footnote ἔρχεται WH NA28 RP ] ἔρχονται Treg
- Footnote ὁ WH Treg NA28 ] – RP
- Footnote μηδὲ WH Treg NA28 ] μήτε RP
- Footnote δυνήσεται WH Treg NA28 ] δύναται RP
- Footnote ἡ οἰκία ἐκείνη σταθῆναι NA28 ] ἡ οἰκία ἐκείνη στῆναι WH Treg; σταθῆναι ἡ οἰκία ἐκείνη RP
- Footnote ἐμερίσθη WH NA28 ] μεμέρισται Treg RP
- Footnote στῆναι WH Treg NA28 ] σταθῆναι RP
- Footnote ἀλλʼ οὐδεὶς δύναται Treg ] ἀλλʼ οὐ δύναται οὐδεὶς WH NA28; οὐδεὶς δύναται RP
- Footnote εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθὼν τὰ σκεύη WH Treg NA28 ] τὰ σκεύη τοῦ ἰσχυροῦ εἰσελθὼν εἰς τὴν οἰκίαν RP
- Footnote διαρπάσει WH Treg NA28 ] διαρπάσῃ RP
- Footnote τοῖς … ἀνθρώπων τὰ ἁμαρτήματα WH Treg NA28 ] τὰ ἁμαρτήματα τοῖς … ἀνθρώπων RP
- Footnote αἱ βλασφημίαι ὅσα ἐὰν WH Treg NA28 ] βλασφημίαι ὅσας ἂν RP
- Footnote ἁμαρτήματος WH Treg NA28 ] κρίσεως RP
- Footnote Καὶ ἔρχονται WH Treg ] Καὶ ἔρχεται NA28; Ἔρχονται οὖν RP
- Footnote ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ WH Treg NA28 ] οἱ ἀδελφοὶ καὶ ἡ μήτηρ αὐτοῦ RP
- Footnote στήκοντες WH Treg NA28 ] ἑστῶτες RP
- Footnote καλοῦντες WH Treg NA28 ] φωνοῦντες RP
- Footnote περὶ αὐτὸν ὄχλος WH Treg NA28 ] ὄχλος περὶ αὐτόν RP
- Footnote καὶ λέγουσιν WH Treg NA28 ] εἶπον δὲ RP
- Footnote σου WH Treg NIV ] + καὶ αἱ ἀδελφαί σου RP NA28
- Footnote ἀποκριθεὶς αὐτοῖς λέγει WH Treg NA28 ] ἀπεκρίθη αὐτοῖς λέγων RP
- Footnote ἢ RP ] καὶ WH Treg NA28
- Footnote μου Treg NA28 RP ] – WH
- Footnote τοὺς περὶ αὐτὸν κύκλῳ WH Treg NA28 ] κύκλῳ τοὺς περὶ αὐτὸν RP
- Footnote γὰρ Treg NA28 RP ] – WH
- Footnote ἀδελφὴ WH Treg NA28 ] + μου RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.