Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΜΑΡΚΟΝ 4

Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. καὶ ⸀συνάγεται1 πρὸς αὐτὸν ὄχλος ⸀πλεῖστος2 ὥστε αὐτὸν ⸂εἰς πλοῖον ἐμβάντα3 καθῆσθαι ἐν τῇ θαλάσσῃ, καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ⸀ἦσαν4 καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ· Ἀκούετε. ἰδοὺ ἐξῆλθεν ὁ ⸀σπείρων5 σπεῖραι. καὶ ἐγένετο ἐν τῷ σπείρειν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἦλθεν τὰ πετεινὰ καὶ κατέφαγεν αὐτό. ⸂καὶ ἄλλο6 ἔπεσεν ἐπὶ τὸ πετρῶδες ⸀ὅπου7 οὐκ εἶχεν γῆν πολλήν, καὶ ⸀εὐθὺς8 ἐξανέτειλεν διὰ τὸ μὴ ἔχειν βάθος γῆς· ⸂καὶ ὅτε ἀνέτειλεν ὁ ἥλιος9 ⸀ἐκαυματίσθη10 καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη. καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκεν. καὶ ⸀ἄλλα11 ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν, καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ ⸀αὐξανόμενα12 καὶ ἔφερεν ⸂ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν13 ἑκατόν. καὶ ἔλεγεν· ⸂Ὃς ἔχει14 ὦτα ἀκούειν ἀκουέτω.

⸂Καὶ ὅτε15 ἐγένετο κατὰ μόνας, ⸀ἠρώτων16 αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα ⸂τὰς παραβολάς17. καὶ ἔλεγεν αὐτοῖς· Ὑμῖν ⸂τὸ μυστήριον δέδοται18 τῆς βασιλείας τοῦ θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω ἐν παραβολαῖς τὰ πάντα γίνεται, ἵνα βλέποντες βλέπωσι καὶ μὴ ἴδωσιν, καὶ ἀκούοντες ἀκούωσι καὶ μὴ συνιῶσιν, μήποτε ἐπιστρέψωσιν καὶ ἀφεθῇ ⸀αὐτοῖς19

Καὶ λέγει αὐτοῖς· Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην, καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε; ὁ σπείρων τὸν λόγον σπείρει. οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδὸν ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν ⸀εὐθὺς20 ἔρχεται ὁ Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον ⸂εἰς αὐτούς21. καὶ οὗτοί εἰσιν ⸀ὁμοίως22 οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἳ ὅταν ἀκούσωσιν τὸν λόγον ⸀εὐθὺς23 μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν, καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς ἀλλὰ πρόσκαιροί εἰσιν, εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον ⸀εὐθὺς24 σκανδαλίζονται. καὶ ⸀ἄλλοι25 εἰσὶν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι· ⸂οὗτοί εἰσιν26 οἱ τὸν λόγον ⸀ἀκούσαντες27 καὶ αἱ μέριμναι τοῦ ⸀αἰῶνος28 καὶ ἡ ἀπάτη τοῦ πλούτου καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τὸν λόγον, καὶ ἄκαρπος γίνεται. καὶ ⸀ἐκεῖνοί29 εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσιν τὸν λόγον καὶ παραδέχονται καὶ καρποφοροῦσιν ⸂ἓν τριάκοντα καὶ ἓν ἑξήκοντα καὶ ἓν30 ἑκατόν.

Καὶ ἔλεγεν ⸀αὐτοῖς31 Μήτι ⸂ἔρχεται ὁ λύχνος32 ἵνα ὑπὸ τὸν μόδιον τεθῇ33 ἢ ὑπὸ τὴν κλίνην, οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν ⸀τεθῇ; οὐ γάρ ἐστιν ⸀κρυπτὸν34 ἐὰν μὴ ⸀ἵνα35 φανερωθῇ, οὐδὲ ἐγένετο ἀπόκρυφον ἀλλʼ ἵνα ⸂ἔλθῃ εἰς φανερόν36. εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω. καὶ ἔλεγεν αὐτοῖς· Βλέπετε τί ἀκούετε. ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν37 καὶ προστεθήσεται ⸀ὑμῖν. ὃς γὰρ ⸀ἔχει38 δοθήσεται αὐτῷ· καὶ ὃ 39 οὐκ ἔχει, καὶ ⸀ὃ ἔχει ἀρθήσεται ἀπʼ αὐτοῦ.

Καὶ ἔλεγεν· Οὕτως ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ ⸀ὡς40 ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος ⸀βλαστᾷ41 καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός. ⸀αὐτομάτη42 ἡ γῆ καρποφορεῖ, πρῶτον χόρτον, ⸂εἶτα στάχυν, εἶτα43 ⸂πλήρης σῖτον44 ἐν τῷ στάχυϊ. ὅταν δὲ ⸀παραδοῖ45 ὁ καρπός, ⸀εὐθὺς46 ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός.

Καὶ ἔλεγεν· ⸀Πῶς47 ὁμοιώσωμεν τὴν βασιλείαν τοῦ θεοῦ, ἢ ἐν ⸀τίνι48 ⸂αὐτὴν παραβολῇ θῶμεν49 ; ὡς ⸀κόκκῳ50 σινάπεως, ὃς ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, ⸂μικρότερον ὂν51 πάντων τῶν ⸀σπερμάτων τῶν ἐπὶ τῆς γῆς—52 καὶ ὅταν σπαρῇ, ἀναβαίνει καὶ γίνεται ⸂μεῖζον πάντων τῶν λαχάνων53 καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν.

Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἠδύναντο ἀκούειν· χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς, κατʼ ἰδίαν δὲ τοῖς ⸂ἰδίοις μαθηταῖς54 ἐπέλυεν πάντα.

Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ὀψίας γενομένης· Διέλθωμεν εἰς τὸ πέραν. καὶ ἀφέντες τὸν ὄχλον παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ, καὶ ἄλλα ⸀πλοῖα55 ἦν μετʼ αὐτοῦ. καὶ γίνεται λαῖλαψ ⸂μεγάλη ἀνέμου56, ⸂καὶ τὰ57 κύματα ἐπέβαλλεν εἰς τὸ πλοῖον, ὥστε ⸂ἤδη γεμίζεσθαι τὸ πλοῖον58. καὶ ⸂αὐτὸς ἦν59 ⸀ἐν60 τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ ⸀ἐγείρουσιν61 αὐτὸν καὶ λέγουσιν αὐτῷ· Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα; καὶ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ εἶπεν τῇ θαλάσσῃ· Σιώπα, πεφίμωσο. καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη. καὶ εἶπεν αὐτοῖς· Τί δειλοί ἐστε; ⸀οὔπω62 ἔχετε πίστιν; καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους· Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ⸀ὑπακούει63 αὐτῷ;

Source notes (63)
  1. Footnote συνάγεται WH Treg NA28 ] συνήχθη RP
  2. Footnote πλεῖστος WH Treg NA28 ] πολύς RP
  3. Footnote εἰς πλοῖον ἐμβάντα WH Treg NA28 ] ἐμβάντα εἰς τὸ πλοῖον RP
  4. Footnote ἦσαν WH Treg NA28 ] ἦν RP
  5. Footnote σπείρων WH NA28 ] + τοῦ Treg RP
  6. Footnote καὶ ἄλλο WH Treg NA28 ] Ἄλλο δὲ RP
  7. Footnote ὅπου NA28 RP ] καὶ ὅπου WH Treg
  8. Footnote εὐθὺς WH Treg NA28 ] εὐθέως RP
  9. Footnote καὶ ὅτε ἀνέτειλεν ὁ ἥλιος WH Treg NA28 ] ἡλίου δὲ ἀνατείλαντος RP
  10. Footnote ἐκαυματίσθη WH RP NA28 ] ἐκαυματίσθησαν Treg NIV
  11. Footnote ἄλλα WH NA28 ] ἄλλο Treg RP
  12. Footnote αὐξανόμενα WH NA28 ] αὐξανόμενον Treg; αὐξάνοντα RP
  13. Footnote ἓν … ἓν … ἓν NA28 ] εἰς … ἐν … ἐν WH; εἰς … εἰς … εἰς Treg; ἐν … ἐν … ἐν RP
  14. Footnote Ὃς ἔχει WH Treg NA28 ] Ὃ ἔχων RP
  15. Footnote Καὶ ὅτε WH Treg NA28 ] Ὅτε δὲ RP
  16. Footnote ἠρώτων WH Treg NA28 ] ἠρώτησαν RP
  17. Footnote τὰς παραβολάς WH Treg NA28 ] τὴν παραβολήν RP
  18. Footnote τὸ μυστήριον δέδοται WH Treg NA28 ] δέδοται γνῶναι τὸ μυστήριον RP
  19. Footnote αὐτοῖς WH Treg NA28 ] + τὰ ἁμαρτήματα RP
  20. Footnote εὐθὺς WH Treg NA28 ] εὐθέως RP
  21. Footnote εἰς αὐτούς WH Treg NA28 ] ἐν ταῖς καρδίαις αὐτῶν RP
  22. Footnote ὁμοίως WH Treg NIV RP ] – NA28
  23. Footnote εὐθὺς WH Treg NA28 ] εὐθέως RP
  24. Footnote εὐθὺς WH Treg NA28 ] εὐθέως RP
  25. Footnote ἄλλοι WH Treg NA28 ] οὗτοί RP
  26. Footnote οὗτοί εἰσιν WH Treg NA28 ] – RP
  27. Footnote ἀκούσαντες WH Treg NA28 ] ἀκούοντες RP
  28. Footnote αἰῶνος WH Treg NA28 ] + τούτου RP; βίου NIV
  29. Footnote ἐκεῖνοί WH Treg NA28 ] οὗτοί RP
  30. Footnote ἓν … ἓν … ἓν NA28 ] ἐν … ἐν … ἐν WH Treg RP
  31. Footnote αὐτοῖς Treg NA28 RP ] + ὅτι WH
  32. Footnote ἔρχεται ὁ λύχνος WH Treg NA28 ] ὁ λύχνος ἔρχεται RP
  33. Footnote τεθῇ WH Treg NA28 ] ἐπιτεθῇ RP
  34. Footnote κρυπτὸν WH Treg NA28 ] τι κρυπτόν, ὃ RP
  35. Footnote ἵνα WH NA28 ] – Treg RP
  36. Footnote ἔλθῃ εἰς φανερόν WH Treg NA28 ] εἰς φανερὸν ἔλθῃ RP
  37. Footnote ὑμῖν WH Treg NA28 ] + τοῖς ἀκούουσιν RP
  38. Footnote ἔχει WH Treg NA28 ] ἂν ἔχῃ RP
  39. Footnote ὃ WH NA28 RP ] ὃς Treg
  40. Footnote ὡς WH Treg NA28 ] + ἐὰν RP
  41. Footnote βλαστᾷ WH Treg NA28 ] βλαστάνῃ RP
  42. Footnote αὐτομάτη WH Treg NA28 ] + γὰρ RP
  43. Footnote εἶτα … εἶτα Treg NA28 RP ] εἶτεν … εἶτεν WH
  44. Footnote πλήρης σῖτον NA28 ] πλήρη σῖτον WH RP; πλήρης σῖτος Treg
  45. Footnote παραδοῖ WH Treg NA28 ] παραδῷ RP
  46. Footnote εὐθὺς WH Treg NA28 ] εὐθέως RP
  47. Footnote Πῶς WH Treg NA28 ] Τίνι RP
  48. Footnote τίνι WH Treg NA28 ] ποίᾳ RP
  49. Footnote αὐτὴν παραβολῇ θῶμεν WH Treg NA28 ] παραβολῇ παραβάλωμεν αὐτήν RP
  50. Footnote κόκκῳ WH NA28 ] κόκκον Treg RP
  51. Footnote μικρότερον ὂν WH Treg NA28 ] μικρότερος RP
  52. Footnote σπερμάτων WH Treg NA28 ] + ἐστὶν RP
  53. Footnote μεῖζον πάντων τῶν λαχάνων WH NA28 ] μείζων πάντων τῶν λαχάνων Treg; πάντων τῶν λαχάνων μείζων RP
  54. Footnote ἰδίοις μαθηταῖς WH NA28 ] μαθηταῖς αὐτοῦ Treg RP
  55. Footnote πλοῖα WH Treg NA28 ] δὲ πλοιάρια RP
  56. Footnote μεγάλη ἀνέμου WH Treg NA28 ] ἀνέμου μεγάλη RP
  57. Footnote καὶ τὰ WH Treg NA28 ] τὰ δὲ RP
  58. Footnote ἤδη γεμίζεσθαι τὸ πλοῖον WH Treg NA28 ] αὐτὸ ἤδη γεμίζεσθα RP
  59. Footnote αὐτὸς ἦν WH NA28 ] ἦν αὐτὸς Treg RP
  60. Footnote ἐν WH Treg NA28 ] ἐπὶ RP
  61. Footnote ἐγείρουσιν WH Treg NA28 ] διεγείρουσιν RP
  62. Footnote οὔπω WH Treg NA28 ] οὕτως Πῶς οὐκ RP
  63. Footnote ὑπακούει WH Treg NA28 ] ὑπακούουσιν RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.