Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΜΑΡΚΟΝ 5

Καὶ ἦλθον εἰς τὸ πέραν τῆς θαλάσσης εἰς τὴν χώραν τῶν ⸀Γερασηνῶν1 καὶ ⸂ἐξελθόντος αὐτοῦ2 ἐκ τοῦ πλοίου ⸂εὐθὺς ὑπήντησεν3 αὐτῷ ἐκ τῶν μνημείων ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ, ὃς τὴν κατοίκησιν εἶχεν ἐν τοῖς μνήμασιν, καὶ ⸂οὐδὲ ἁλύσει οὐκέτι4 οὐδεὶς ἐδύνατο αὐτὸν δῆσαι διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσι δεδέσθαι καὶ διεσπάσθαι ὑπʼ αὐτοῦ τὰς ἁλύσεις καὶ τὰς πέδας συντετρῖφθαι, καὶ οὐδεὶς ⸂ἴσχυεν αὐτὸν5 δαμάσαι· καὶ διὰ παντὸς νυκτὸς καὶ ἡμέρας ἐν τοῖς ⸂μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν6 ἦν κράζων καὶ κατακόπτων ἑαυτὸν λίθοις. ⸂καὶ ἰδὼν7 τὸν Ἰησοῦν ἀπὸ μακρόθεν ἔδραμεν καὶ προσεκύνησεν ⸀αὐτόν8 καὶ κράξας φωνῇ μεγάλῃ ⸀λέγει9 Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; ὁρκίζω σε τὸν θεόν, μή με βασανίσῃς. ἔλεγεν γὰρ αὐτῷ· Ἔξελθε τὸ πνεῦμα τὸ ἀκάθαρτον ἐκ τοῦ ἀνθρώπου. καὶ ἐπηρώτα αὐτόν· Τί ⸂ὄνομά σοι10 ; καὶ ⸂λέγει αὐτῷ11 · ⸀Λεγιὼν12 ὄνομά μοι, ὅτι πολλοί ἐσμεν· καὶ παρεκάλει αὐτὸν πολλὰ ἵνα μὴ ⸀αὐτὰ13 ἀποστείλῃ ἔξω τῆς χώρας. ἦν δὲ ἐκεῖ πρὸς τῷ ὄρει ἀγέλη χοίρων μεγάλη βοσκομένη· καὶ παρεκάλεσαν ⸀αὐτὸν14 λέγοντες· Πέμψον ἡμᾶς εἰς τοὺς χοίρους, ἵνα εἰς αὐτοὺς εἰσέλθωμεν. καὶ ἐπέτρεψεν ⸀αὐτοῖς15 καὶ ἐξελθόντα τὰ πνεύματα τὰ ἀκάθαρτα εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, ⸀ὡς16 δισχίλιοι, καὶ ἐπνίγοντο ἐν τῇ θαλάσσῃ. ⸂Καὶ οἱ17 βόσκοντες ⸀αὐτοὺς18 ἔφυγον καὶ ⸀ἀπήγγειλαν19 εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς· καὶ ⸀ἦλθον20 ἰδεῖν τί ἐστιν τὸ γεγονός. καὶ ἔρχονται πρὸς τὸν Ἰησοῦν, καὶ θεωροῦσιν τὸν δαιμονιζόμενον ⸀καθήμενον21 ἱματισμένον καὶ σωφρονοῦντα, τὸν ἐσχηκότα τὸν ⸀λεγιῶνα22 καὶ ἐφοβήθησαν. ⸂καὶ διηγήσαντο23 αὐτοῖς οἱ ἰδόντες πῶς ἐγένετο τῷ δαιμονιζομένῳ καὶ περὶ τῶν χοίρων. καὶ ἤρξαντο παρακαλεῖν αὐτὸν ἀπελθεῖν ἀπὸ τῶν ὁρίων αὐτῶν. καὶ ⸀ἐμβαίνοντος24 αὐτοῦ εἰς τὸ πλοῖον παρεκάλει αὐτὸν ὁ δαιμονισθεὶς ἵνα ⸂μετʼ αὐτοῦ ᾖ 25. ⸀καὶ26 οὐκ ἀφῆκεν αὐτόν, ἀλλὰ λέγει αὐτῷ· Ὕπαγε εἰς τὸν οἶκόν σου πρὸς τοὺς σούς, καὶ ⸀ἀπάγγειλον27 αὐτοῖς ὅσα ⸂ὁ κύριός σοι28 πεποίηκεν καὶ ἠλέησέν σε. καὶ ἀπῆλθεν καὶ ἤρξατο κηρύσσειν ἐν τῇ Δεκαπόλει ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ πάντες ἐθαύμαζον.

Καὶ διαπεράσαντος τοῦ Ἰησοῦ ἐν τῷ πλοίῳ πάλιν εἰς τὸ πέραν συνήχθη ὄχλος πολὺς ἐπʼ αὐτόν, καὶ ἦν παρὰ τὴν θάλασσαν. ⸀καὶ29 ἔρχεται εἷς τῶν ἀρχισυναγώγων, ὀνόματι Ἰάϊρος, καὶ ἰδὼν αὐτὸν πίπτει πρὸς τοὺς πόδας αὐτοῦ καὶ ⸀παρακαλεῖ30 αὐτὸν πολλὰ λέγων ὅτι Τὸ θυγάτριόν μου ἐσχάτως ἔχει, ἵνα ἐλθὼν ἐπιθῇς ⸂τὰς χεῖρας αὐτῇ31 ⸀ἵνα32 σωθῇ καὶ ⸀ζήσῃ33 καὶ ἀπῆλθεν μετʼ αὐτοῦ.

Καὶ ἠκολούθει αὐτῷ ὄχλος πολύς, καὶ συνέθλιβον αὐτόν. καὶ ⸀γυνὴ34 οὖσα ἐν ῥύσει αἵματος ⸂δώδεκα ἔτη35 καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρʼ αὐτῆς πάντα καὶ μηδὲν ὠφεληθεῖσα ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, ⸀ἀκούσασα36 περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγεν γὰρ ὅτι ⸂Ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ37 σωθήσομαι. καὶ ⸀εὐθὺς38 ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. καὶ ⸀εὐθὺς39 ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγεν· Τίς μου ἥψατο τῶν ἱματίων; καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε, καὶ λέγεις· Τίς μου ἥψατο; καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ⸀αὐτῇ40 ἦλθεν καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. ὁ δὲ εἶπεν αὐτῇ· ⸀Θυγάτηρ41 ἡ πίστις σου σέσωκέν σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.

Ἔτι αὐτοῦ λαλοῦντος ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου λέγοντες ὅτι Ἡ θυγάτηρ σου ἀπέθανεν· τί ἔτι σκύλλεις τὸν διδάσκαλον; ὁ δὲ Ἰησοῦς ⸀παρακούσας42 τὸν λόγον λαλούμενον λέγει τῷ ἀρχισυναγώγῳ· Μὴ φοβοῦ, μόνον πίστευε. καὶ οὐκ ἀφῆκεν οὐδένα ⸂μετʼ αὐτοῦ43 συνακολουθῆσαι εἰ μὴ ⸀τὸν44 Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν Ἰακώβου. καὶ ⸀ἔρχονται45 εἰς τὸν οἶκον τοῦ ἀρχισυναγώγου, καὶ46 θεωρεῖ θόρυβον ⸀καὶ κλαίοντας καὶ ἀλαλάζοντας πολλά, καὶ εἰσελθὼν λέγει αὐτοῖς· Τί θορυβεῖσθε καὶ κλαίετε; τὸ παιδίον οὐκ ἀπέθανεν ἀλλὰ καθεύδει. καὶ κατεγέλων αὐτοῦ. ⸀αὐτὸς47 δὲ ἐκβαλὼν πάντας παραλαμβάνει τὸν πατέρα τοῦ παιδίου καὶ τὴν μητέρα καὶ τοὺς μετʼ αὐτοῦ, καὶ εἰσπορεύεται ὅπου ἦν τὸ ⸀παιδίον48 καὶ κρατήσας τῆς χειρὸς τοῦ παιδίου λέγει αὐτῇ· Ταλιθα ⸀κουμ49 ὅ ἐστιν μεθερμηνευόμενον· Τὸ κοράσιον, σοὶ λέγω, ⸀ἔγειρε50 καὶ ⸀εὐθὺς51 ἀνέστη τὸ κοράσιον καὶ περιεπάτει, ἦν γὰρ ἐτῶν δώδεκα. καὶ ἐξέστησαν ⸁εὐθὺς52 ἐκστάσει μεγάλῃ. καὶ διεστείλατο αὐτοῖς πολλὰ ἵνα μηδεὶς γνοῖ τοῦτο, καὶ εἶπεν δοθῆναι αὐτῇ φαγεῖν.

Source notes (52)
  1. Footnote Γερασηνῶν WH Treg NA28 ] Γαδαρηνῶν RP
  2. Footnote ἐξελθόντος αὐτοῦ WH Treg NA28 ] ἐξελθόντι αὐτῷ RP
  3. Footnote εὐθὺς ὑπήντησεν WH Treg NA28 ] εὐθέως ἀπήντησεν RP
  4. Footnote οὐδὲ ἁλύσει οὐκέτι WH Treg NA28 ] οὔτε ἁλύσεσιν RP
  5. Footnote ἴσχυεν αὐτὸν WH Treg NA28 ] αὐτὸν ἴσχυεν RP
  6. Footnote μνήμασιν καὶ ἐν τοῖς ὄρεσιν WH Treg NA28 ] ὄρεσιν καὶ ἐν τοῖς μνήμασιν RP
  7. Footnote καὶ ἰδὼν WH Treg NA28 ] Ἰδὼν δὲ RP
  8. Footnote αὐτόν WH ] αὐτῷ Treg NA28 RP
  9. Footnote λέγει WH Treg NA28 ] εἶπεν RP
  10. Footnote ὄνομά σοι WH Treg NA28 ] σοι ὄνομα RP
  11. Footnote λέγει αὐτῷ WH Treg NA28 ] ἀπεκρίθη λέγων RP
  12. Footnote Λεγιὼν WH Treg NA28 ] Λεγεὼν RP
  13. Footnote αὐτὰ WH Treg NA28 ] αὐτοὺς RP
  14. Footnote αὐτὸν WH Treg NA28 ] + πάντες οἱ δαίμονες RP
  15. Footnote αὐτοῖς WH Treg NA28 ] + εὐθέως ὁ Ἰησοῦς RP
  16. Footnote ὡς WH Treg NA28 ] ἦσαν δὲ ὡς RP
  17. Footnote Καὶ οἱ WH Treg NA28 ] Οἱ δὲ RP
  18. Footnote αὐτοὺς WH Treg NA28 ] τοὺς χοίρους RP
  19. Footnote ἀπήγγειλαν WH Treg NA28 ] ἀνήγγειλαν RP
  20. Footnote ἦλθον WH Treg NA28 ] ἐξῆλθον RP
  21. Footnote καθήμενον WH Treg NA28 ] + καὶ RP
  22. Footnote λεγιῶνα WH Treg NA28 ] Λεγεῶνα RP
  23. Footnote καὶ διηγήσαντο WH Treg NA28 ] Διηγήσαντο δὲ RP
  24. Footnote ἐμβαίνοντος WH Treg NA28 ] ἐμβάντος RP
  25. Footnote μετʼ αὐτοῦ ᾖ WH Treg NA28 ] ᾖ μετʼ αὐτοῦ RP
  26. Footnote καὶ WH Treg NA28 ] Ὁ δὲ Ἰησοῦς RP
  27. Footnote ἀπάγγειλον WH Treg NA28 ] ἀνάγγειλον RP
  28. Footnote ὁ κύριός σοι WH Treg NA28 ] σοι ὁ κύριος RP
  29. Footnote καὶ WH Treg NA28 ] + ἰδού RP
  30. Footnote παρακαλεῖ WH Treg NA28 ] παρεκάλει RP
  31. Footnote τὰς χεῖρας αὐτῇ WH Treg NA28 ] αὐτῇ τὰς χεῖρας RP
  32. Footnote ἵνα WH Treg NA28 ] ὅπως RP
  33. Footnote ζήσῃ WH Treg NA28 ] ζήσεται RP
  34. Footnote γυνὴ WH Treg NA28 ] + τις RP
  35. Footnote δώδεκα ἔτη WH NA28 ] ἔτη δώδεκα Treg RP
  36. Footnote ἀκούσασα Treg NA28 RP ] + τὰ WH
  37. Footnote Ἐὰν ἅψωμαι κἂν … αὐτοῦ WH NA28 ] Κἂν … αὐτοῦ ἅψωμαι Treg RP
  38. Footnote εὐθὺς WH Treg NA28 ] εὐθέως RP
  39. Footnote εὐθὺς WH Treg NA28 ] εὐθέως RP
  40. Footnote αὐτῇ WH Treg NA28 ] ἐπʼ αὐτῇ RP
  41. Footnote Θυγάτηρ WH Treg NA28 ] θύγατερ RP
  42. Footnote παρακούσας WH Treg NA28 ] εὐθέως ἀκούσας RP
  43. Footnote μετʼ αὐτοῦ WH Treg NA28 ] αὐτῷ RP
  44. Footnote τὸν WH Treg NA28 ] – RP
  45. Footnote ἔρχονται WH Treg NA28 ] ἔρχεται RP
  46. Footnote καὶ WH Treg NA28 ] – RP
  47. Footnote αὐτὸς WH Treg NA28 ] Ὁ RP
  48. Footnote παιδίον WH Treg NA28 ] + ἀνακείμενον RP
  49. Footnote κουμ WH Treg NA28 ] κοῦμι RP
  50. Footnote ἔγειρε WH Treg NA28 ] ἔγειραι RP
  51. Footnote ⸀εὐθὺς WH Treg NA28 ] εὐθέως RP
  52. Footnote ⸁εὐθὺς WH Treg NA28 ] – RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.