Η Καινή Διαθήκη
ΚΑΤΑ ΜΑΡΚΟΝ 6
Καὶ ἐξῆλθεν ἐκεῖθεν, καὶ ⸀ἔρχεται1 εἰς τὴν πατρίδα αὐτοῦ, καὶ ἀκολουθοῦσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ. καὶ γενομένου σαββάτου ἤρξατο ⸂διδάσκειν ἐν τῇ συναγωγῇ2 · καὶ ⸀οἱ3 πολλοὶ ἀκούοντες ἐξεπλήσσοντο λέγοντες· Πόθεν τούτῳ4 ταῦτα, καὶ τίς ἡ σοφία ἡ δοθεῖσα ⸀τούτῳ, καὶ ⸀αἱ5 δυνάμεις τοιαῦται διὰ τῶν χειρῶν αὐτοῦ ⸀γινόμεναι6 οὐχ οὗτός ἐστιν ὁ τέκτων, ὁ υἱὸς ⸀τῆς7 Μαρίας ⸂καὶ ἀδελφὸς8 Ἰακώβου καὶ ⸀Ἰωσῆτος9 καὶ Ἰούδα καὶ Σίμωνος; καὶ οὐκ εἰσὶν αἱ ἀδελφαὶ αὐτοῦ ὧδε πρὸς ἡμᾶς; καὶ ἐσκανδαλίζοντο ἐν αὐτῷ. ⸂καὶ ἔλεγεν10 αὐτοῖς ὁ Ἰησοῦς ὅτι Οὐκ ἔστιν προφήτης ἄτιμος εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ καὶ ἐν τοῖς ⸂συγγενεῦσιν αὐτοῦ11 καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. καὶ οὐκ ἐδύνατο ἐκεῖ ⸂ποιῆσαι οὐδεμίαν δύναμιν12, εἰ μὴ ὀλίγοις ἀρρώστοις ἐπιθεὶς τὰς χεῖρας ἐθεράπευσεν· καὶ ⸀ἐθαύμαζεν13 διὰ τὴν ἀπιστίαν αὐτῶν.
Καὶ περιῆγεν τὰς κώμας κύκλῳ διδάσκων. καὶ προσκαλεῖται τοὺς δώδεκα, καὶ ἤρξατο αὐτοὺς ἀποστέλλειν δύο δύο, καὶ ἐδίδου αὐτοῖς ἐξουσίαν τῶν πνευμάτων τῶν ἀκαθάρτων, καὶ παρήγγειλεν αὐτοῖς ἵνα μηδὲν αἴρωσιν εἰς ὁδὸν εἰ μὴ ῥάβδον μόνον, μὴ ⸂ἄρτον, μὴ πήραν⸃, μὴ εἰς τὴν ζώνην χαλκόν,14 ἀλλὰ ὑποδεδεμένους σανδάλια, καὶ μὴ ⸀ἐνδύσησθε15 δύο χιτῶνας. καὶ ἔλεγεν αὐτοῖς· Ὅπου ⸀ἐὰν16 εἰσέλθητε εἰς οἰκίαν, ἐκεῖ μένετε ἕως ἂν ἐξέλθητε ἐκεῖθεν. καὶ ⸂ὃς ἂν τόπος μὴ δέξηται17 ὑμᾶς μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον ⸀αὐτοῖς18 Καὶ ἐξελθόντες ⸀ἐκήρυξαν19 ἵνα ⸀μετανοῶσιν20 καὶ δαιμόνια πολλὰ ἐξέβαλλον, καὶ ἤλειφον ἐλαίῳ πολλοὺς ἀρρώστους καὶ ἐθεράπευον.
Καὶ ἤκουσεν ὁ βασιλεὺς Ἡρῴδης, φανερὸν γὰρ ἐγένετο τὸ ὄνομα αὐτοῦ, καὶ ⸀ἔλεγον21 ὅτι Ἰωάννης ὁ βαπτίζων ⸂ἐγήγερται ἐκ νεκρῶν22, καὶ διὰ τοῦτο ἐνεργοῦσιν αἱ δυνάμεις ἐν αὐτῷ· ἄλλοι ⸀δὲ23 ἔλεγον ὅτι Ἠλίας ἐστίν· ἄλλοι δὲ ἔλεγον ὅτι ⸀προφήτης24 ὡς εἷς τῶν προφητῶν. ἀκούσας δὲ ⸀ὁ25 Ἡρῴδης ⸀ἔλεγεν26 Ὃν ἐγὼ ἀπεκεφάλισα Ἰωάννην, οὗτος ⸀ἠγέρθη27
Αὐτὸς γὰρ ὁ Ἡρῴδης ἀποστείλας ἐκράτησεν τὸν Ἰωάννην καὶ ἔδησεν αὐτὸν ἐν φυλακῇ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, ὅτι αὐτὴν ἐγάμησεν· ἔλεγεν γὰρ ὁ Ἰωάννης τῷ Ἡρῴδῃ ὅτι Οὐκ ἔξεστίν σοι ἔχειν τὴν γυναῖκα τοῦ ἀδελφοῦ σου. ἡ δὲ Ἡρῳδιὰς ἐνεῖχεν αὐτῷ καὶ ἤθελεν αὐτὸν ἀποκτεῖναι, καὶ οὐκ ἠδύνατο· ὁ γὰρ Ἡρῴδης ἐφοβεῖτο τὸν Ἰωάννην, εἰδὼς αὐτὸν ἄνδρα δίκαιον καὶ ἅγιον, καὶ συνετήρει αὐτόν, καὶ ἀκούσας αὐτοῦ πολλὰ ⸀ἠπόρει28 καὶ ἡδέως αὐτοῦ ἤκουεν. Καὶ γενομένης ἡμέρας εὐκαίρου ὅτε Ἡρῴδης τοῖς γενεσίοις αὐτοῦ δεῖπνον ⸀ἐποίησεν29 τοῖς μεγιστᾶσιν αὐτοῦ καὶ τοῖς χιλιάρχοις καὶ τοῖς πρώτοις τῆς Γαλιλαίας, καὶ εἰσελθούσης τῆς θυγατρὸς ⸂αὐτῆς τῆς30 Ἡρῳδιάδος καὶ ὀρχησαμένης ⸂καὶ ἀρεσάσης31 τῷ Ἡρῴδῃ καὶ τοῖς συνανακειμένοις, ⸂εἶπεν ὁ βασιλεὺς32 τῷ κορασίῳ· Αἴτησόν με ὃ ἐὰν θέλῃς, καὶ δώσω σοι· καὶ ὤμοσεν ⸀αὐτῇ33 ⸂Ὅ τι34 ἐάν με αἰτήσῃς δώσω σοι ἕως ἡμίσους τῆς βασιλείας μου. ⸀καὶ35 ἐξελθοῦσα εἶπεν τῇ μητρὶ αὐτῆς· Τί ⸀αἰτήσωμαι36 ἡ δὲ εἶπεν· Τὴν κεφαλὴν Ἰωάννου τοῦ ⸀βαπτίζοντος37 καὶ εἰσελθοῦσα ⸀εὐθὺς38 μετὰ σπουδῆς πρὸς τὸν βασιλέα ᾐτήσατο λέγουσα· Θέλω ἵνα ⸂ἐξαυτῆς δῷς μοι39 ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. καὶ περίλυπος γενόμενος ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς ⸀ἀνακειμένους40 οὐκ ἠθέλησεν ⸂ἀθετῆσαι αὐτήν41 · καὶ ⸀εὐθὺς42 ἀποστείλας ὁ βασιλεὺς σπεκουλάτορα ἐπέταξεν ⸀ἐνέγκαι43 τὴν κεφαλὴν αὐτοῦ. ⸀καὶ44 ἀπελθὼν ἀπεκεφάλισεν αὐτὸν ἐν τῇ φυλακῇ καὶ ἤνεγκεν τὴν κεφαλὴν αὐτοῦ ἐπὶ πίνακι καὶ ἔδωκεν αὐτὴν τῷ κορασίῳ, καὶ τὸ κοράσιον ἔδωκεν αὐτὴν τῇ μητρὶ αὐτῆς. καὶ ἀκούσαντες οἱ μαθηταὶ αὐτοῦ ἦλθον καὶ ἦραν τὸ πτῶμα αὐτοῦ καὶ ἔθηκαν αὐτὸ ἐν μνημείῳ.
Καὶ συνάγονται οἱ ἀπόστολοι πρὸς τὸν Ἰησοῦν, καὶ ἀπήγγειλαν αὐτῷ ⸀πάντα45 ὅσα ἐποίησαν καὶ ὅσα ἐδίδαξαν. καὶ ⸀λέγει46 αὐτοῖς· Δεῦτε ὑμεῖς αὐτοὶ κατʼ ἰδίαν εἰς ἔρημον τόπον καὶ ⸀ἀναπαύσασθε47 ὀλίγον. ἦσαν γὰρ οἱ ἐρχόμενοι καὶ οἱ ὑπάγοντες πολλοί, καὶ οὐδὲ φαγεῖν εὐκαίρουν. καὶ ἀπῆλθον ⸂ἐν τῷ πλοίῳ εἰς ἔρημον τόπον48 κατʼ ἰδίαν. καὶ εἶδον αὐτοὺς ὑπάγοντας καὶ ⸀ἐπέγνωσαν49 πολλοί, καὶ πεζῇ ἀπὸ πασῶν τῶν πόλεων συνέδραμον ἐκεῖ καὶ προῆλθον ⸀αὐτούς50 καὶ ἐξελθὼν ⸀εἶδεν51 πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπʼ ⸀αὐτοὺς52 ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα, καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά. Καὶ ἤδη ὥρας πολλῆς γενομένης προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ⸀ἔλεγον53 ὅτι Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἤδη ὥρα πολλή· ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς ⸂τί φάγωσιν54. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Δότε αὐτοῖς ὑμεῖς φαγεῖν. καὶ λέγουσιν αὐτῷ· Ἀπελθόντες ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους καὶ ⸀δώσομεν55 αὐτοῖς φαγεῖν; ὁ δὲ λέγει αὐτοῖς· Πόσους ⸂ἔχετε ἄρτους56 ; ⸀ὑπάγετε57 ἴδετε. καὶ γνόντες λέγουσιν· Πέντε, καὶ δύο ἰχθύας. καὶ ἐπέταξεν αὐτοῖς ⸀ἀνακλῖναι58 πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ. καὶ ἀνέπεσαν πρασιαὶ πρασιαὶ ⸀κατὰ59 ἑκατὸν καὶ ⸁κατὰ60 πεντήκοντα. καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἄρτους καὶ ἐδίδου τοῖς μαθηταῖς ⸀αὐτοῦ61 ἵνα ⸀παρατιθῶσιν62 αὐτοῖς, καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν. καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν· καὶ ἦραν ⸂κλάσματα δώδεκα κοφίνων πληρώματα63 καὶ ἀπὸ τῶν ἰχθύων. καὶ ἦσαν οἱ φαγόντες ⸂τοὺς ἄρτους64 πεντακισχίλιοι ἄνδρες.
Καὶ ⸀εὐθὺς65 ἠνάγκασεν τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν ⸂εἰς τὸ πέραν66 πρὸς Βηθσαϊδάν, ἕως αὐτὸς ⸀ἀπολύει67 τὸν ὄχλον. καὶ ἀποταξάμενος αὐτοῖς ἀπῆλθεν εἰς τὸ ὄρος προσεύξασθαι.
Καὶ ὀψίας γενομένης ἦν τὸ πλοῖον ἐν μέσῳ τῆς θαλάσσης, καὶ αὐτὸς μόνος ἐπὶ τῆς γῆς. καὶ ⸀ἰδὼν68 αὐτοὺς βασανιζομένους ἐν τῷ ἐλαύνειν, ἦν γὰρ ὁ ἄνεμος ἐναντίος ⸀αὐτοῖς69 περὶ τετάρτην φυλακὴν τῆς νυκτὸς ἔρχεται πρὸς αὐτοὺς περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ ἤθελεν παρελθεῖν αὐτούς. οἱ δὲ ἰδόντες αὐτὸν ⸂ἐπὶ τῆς θαλάσσης περιπατοῦντα70 ἔδοξαν ⸂ὅτι φάντασμά ἐστιν71 καὶ ἀνέκραξαν, πάντες γὰρ αὐτὸν εἶδον καὶ ἐταράχθησαν. ⸂ὁ δὲ εὐθὺς72 ἐλάλησεν μετʼ αὐτῶν, καὶ λέγει αὐτοῖς· Θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε. καὶ ἀνέβη πρὸς αὐτοὺς εἰς τὸ πλοῖον, καὶ ἐκόπασεν ὁ ἄνεμος. καὶ λίαν ⸂ἐκ περισσοῦ73 ἐν ἑαυτοῖς ⸀ἐξίσταντο74 οὐ γὰρ συνῆκαν ἐπὶ τοῖς ἄρτοις, ⸂ἀλλʼ ἦν75 αὐτῶν ἡ καρδία πεπωρωμένη.
Καὶ διαπεράσαντες ⸂ἐπὶ τὴν γῆν ἦλθον εἰς76 Γεννησαρὲτ καὶ προσωρμίσθησαν. καὶ ἐξελθόντων αὐτῶν ἐκ τοῦ πλοίου ⸀εὐθὺς77 ἐπιγνόντες αὐτὸν ⸂περιέδραμον ὅλην τὴν χώραν ἐκείνην καὶ78 ἤρξαντο ἐπὶ τοῖς κραβάττοις τοὺς κακῶς ἔχοντας περιφέρειν ὅπου ἤκουον ⸀ὅτι79 ἐστίν. καὶ ὅπου ἂν εἰσεπορεύετο εἰς κώμας ἢ ⸂εἰς πόλεις ἢ εἰς80 ἀγροὺς ἐν ταῖς ἀγοραῖς ⸀ἐτίθεσαν81 τοὺς ἀσθενοῦντας, καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ ἅψωνται· καὶ ὅσοι ἂν ⸀ἥψαντο82 αὐτοῦ ἐσῴζοντο.
Source notes (82)
- Footnote ἔρχεται WH Treg NA28 ] ἦλθεν RP
- Footnote διδάσκειν ἐν τῇ συναγωγῇ WH Treg NA28 ] ἐν τῇ συναγωγῇ διδάσκειν RP
- Footnote οἱ WH ] – Treg NA28 RP
- Footnote τούτῳ WH Treg NA28 ] αὐτῷ RP
- Footnote αἱ WH NA28 ] – Treg RP
- Footnote γινόμεναι WH Treg NA28 ] γίνονται RP
- Footnote τῆς WH Treg NA28 ] – RP
- Footnote καὶ ἀδελφὸς WH Treg NA28 ] ἀδελφὸς δὲ RP
- Footnote Ἰωσῆτος WH Treg NA28 ] Ἰωσῆ RP
- Footnote καὶ ἔλεγεν WH Treg NA28 ] Ἔλεγεν δὲ RP
- Footnote συγγενεῦσιν αὐτοῦ WH Treg NA28 ] συγγενέσιν RP
- Footnote ποιῆσαι οὐδεμίαν δύναμιν WH Treg NA28 ] οὐδεμίαν δύναμιν ποιῆσαι RP
- Footnote ἐθαύμαζεν Treg NA28 RP ] ἐθαύμασεν WH
- Footnote ἄρτον μὴ πήραν WH Treg NA28 ] πήραν μὴ ἄρτον RP
- Footnote ἐνδύσησθε Treg NA28 RP ] ἐνδύσασθαι WH
- Footnote ἐὰν WH NA28 RP ] ἂν Treg
- Footnote ὃς ἂν τόπος μὴ δέξηται WH Treg NA28 ] ὅσοι ἂν μὴ δέξωνται RP
- Footnote αὐτοῖς WH Treg NA28 ] + Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται Σοδόμοις ἢ Γομόρροις ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ. RP
- Footnote ἐκήρυξαν WH Treg NA28 ] ἐκήρυσσον RP
- Footnote μετανοῶσιν WH Treg NA28 ] μετανοήσωσιν RP
- Footnote ἔλεγον WH NA28 ] ἔλεγεν Treg RP
- Footnote ἐγήγερται ἐκ νεκρῶν WH Treg NA28 ] ἐκ νεκρῶν ἠγέρθη RP
- Footnote δὲ WH Treg NA28 ] – RP
- Footnote προφήτης WH Treg NA28 ] + ἐστίν RP
- Footnote ὁ WH Treg NA28 ] – RP
- Footnote ἔλεγεν WH Treg NA28 ] εἶπεν ὅτι RP
- Footnote ἠγέρθη WH NA28 ] ἠγέρθη ἐκ νεκρῶν Treg; ἐκ νεκρῶν ἠγέρθη NIV; ἐστιν αὐτὸς ἠγέρθη ἐκ νεκρῶν RP
- Footnote ἠπόρει WH NA28 ] ἐποίει Treg RP
- Footnote ἐποίησεν WH Treg NA28 ] ἐποίει RP
- Footnote αὐτῆς τῆς Treg RP ] αὐτοῦ WH NA28
- Footnote καὶ ἀρεσάσης RP ] ἤρεσεν WH Treg NA28
- Footnote εἶπεν ὁ βασιλεὺς NA28 RP ] ὁ δὲ βασιλεὺς εἶπεν WH Treg
- Footnote αὐτῇ WH Treg NIV RP ] + πολλά NA28
- Footnote Ὅ τι NA28 ] Ὅτι WH; ὅτι Ὃ Treg RP
- Footnote καὶ WH Treg NA28 ] Ἡ δὲ RP
- Footnote αἰτήσωμαι WH Treg NA28 ] αἰτήσομαι RP
- Footnote βαπτίζοντος WH Treg NA28 ] βαπτιστοῦ RP
- Footnote εὐθὺς WH Treg NA28 ] εὐθέως RP
- Footnote ἐξαυτῆς δῷς μοι WH Treg NA28 ] μοι δῷς ἐξαυτῆς RP
- Footnote ἀνακειμένους WH Treg NA28 ] συνανακειμένους RP
- Footnote ἀθετῆσαι αὐτήν WH Treg NA28 ] αὐτὴν ἀθετῆσαι RP
- Footnote εὐθὺς WH Treg NA28 ] εὐθέως RP
- Footnote ἐνέγκαι WH Treg NA28 ] ἐνεχθῆναι RP
- Footnote καὶ WH Treg NA28 ] Ὁ δὲ RP
- Footnote πάντα WH Treg NA28 ] + καὶ RP
- Footnote λέγει WH Treg NA28 ] εἶπεν RP
- Footnote ἀναπαύσασθε WH Treg NA28 ] ἀναπαύεσθε RP
- Footnote ἐν τῷ πλοίῳ εἰς ἔρημον τόπον WH NA28 ] εἰς ἔρημον τόπον τῷ πλοίῳ Treg RP
- Footnote ἐπέγνωσαν NA28 ] + αὐτὸν RP; ἔγνωσαν WH Treg
- Footnote αὐτούς WH Treg NA28 ] + καὶ συνῆλθον πρὸς αὐτόν RP
- Footnote εἶδεν WH Treg NA28 ] + ὁ Ἰησοῦς RP
- Footnote αὐτοὺς WH Treg NA28 ] αὐτοῖς RP
- Footnote ἔλεγον WH Treg NA28 ] λέγουσιν RP
- Footnote τί φάγωσιν WH Treg NA28 ] ἄρτους. Τί γὰρ φάγωσιν οὐκ ἔχουσιν RP
- Footnote δώσομεν WH Treg NA28 ] δῶμεν RP
- Footnote ἔχετε ἄρτους WH ] ἄρτους ἔχετε Treg NA28 RP
- Footnote ὑπάγετε WH Treg NA28 ] + καὶ RP
- Footnote ἀνακλῖναι Treg NA28 RP ] ἀνακλιθῆναι WH
- Footnote ⸀κατὰ WH Treg NA28 ] ἀνὰ RP
- Footnote ⸁κατὰ WH Treg NA28 ] ἀνὰ RP
- Footnote αὐτοῦ NA28 RP ] – WH Treg
- Footnote παρατιθῶσιν WH NA28 ] παραθῶσιν Treg RP
- Footnote κλάσματα δώδεκα κοφίνων πληρώματα WH NA28 ] κλασμάτων δώδεκα κοφίνους πληρώματα Treg; κλασμάτων δώδεκα κοφίνους πλήρεις RP
- Footnote τοὺς ἄρτους WH Treg RP NA28 ] – NIV
- Footnote εὐθὺς WH Treg NA28 ] εὐθέως RP
- Footnote εἰς τὸ πέραν WH Treg RP NA28 ] – NIV
- Footnote ἀπολύει WH Treg NA28 ] ἀπολύσῃ RP
- Footnote ἰδὼν WH Treg NA28 ] εἶδεν RP
- Footnote αὐτοῖς WH Treg NA28 ] + καὶ RP
- Footnote ἐπὶ τῆς θαλάσσης περιπατοῦντα WH NA28 ] περιπατοῦντα ἐπὶ τῆς θαλάσσης Treg RP
- Footnote ὅτι φάντασμά ἐστιν WH NA28 ] φάντασμα εἶναι Treg RP
- Footnote ὁ δὲ εὐθὺς WH NA28 ] καὶ εὐθὺς Treg; Καὶ εὐθέως RP
- Footnote ἐκ περισσοῦ Treg NA28 RP ] – WH
- Footnote ἐξίσταντο WH Treg NA28 ] + καὶ ἐθαύμαζον RP
- Footnote ἀλλʼ ἦν WH Treg NA28 ] ἦν γὰρ RP
- Footnote ἐπὶ τὴν γῆν ἦλθον εἰς WH NA28 ] ἦλθον ἐπὶ τὴν γῆν Treg RP
- Footnote εὐθὺς WH Treg NA28 ] εὐθέως RP
- Footnote περιέδραμον ὅλην τὴν χώραν ἐκείνην καὶ WH Treg NA28 ] περιδραμόντες ὅλην τὴν περίχωρον ἐκείνην RP
- Footnote ὅτι WH NA28 ] + ἐκεῖ Treg RP
- Footnote εἰς πόλεις ἢ εἰς WH Treg NA28 ] πόλεις ἢ RP
- Footnote ἐτίθεσαν WH Treg NA28 ] ἐτίθουν RP
- Footnote ἥψαντο WH Treg NA28 ] ἥπτοντο RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.