Η Καινή Διαθήκη
ΚΑΤΑ ΜΑΡΚΟΝ 7
Καὶ συνάγονται πρὸς αὐτὸν οἱ Φαρισαῖοι καί τινες τῶν γραμματέων ἐλθόντες ἀπὸ Ἱεροσολύμων καὶ ἰδόντες τινὰς τῶν μαθητῶν αὐτοῦ ⸂ὅτι κοιναῖς χερσίν, τοῦτʼ ἔστιν ἀνίπτοις, ἐσθίουσιν1 ⸀τοὺς2 ⸀ἄρτους3 οἱ γὰρ Φαρισαῖοι καὶ πάντες οἱ Ἰουδαῖοι ἐὰν μὴ πυγμῇ νίψωνται τὰς χεῖρας οὐκ ἐσθίουσιν, κρατοῦντες τὴν παράδοσιν τῶν πρεσβυτέρων, καὶ ἀπʼ ⸀ἀγορᾶς4 ἐὰν μὴ ⸀βαπτίσωνται5 οὐκ ἐσθίουσιν, καὶ ἄλλα πολλά ἐστιν ἃ παρέλαβον κρατεῖν, βαπτισμοὺς ποτηρίων καὶ ξεστῶν καὶ χαλκίων ⸂καὶ κλινῶν6 — ⸀καὶ7 ἐπερωτῶσιν αὐτὸν οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς· Διὰ τί ⸂οὐ περιπατοῦσιν οἱ μαθηταί σου8 κατὰ τὴν παράδοσιν τῶν πρεσβυτέρων, ἀλλὰ ⸀κοιναῖς9 χερσὶν ἐσθίουσιν τὸν ἄρτον; ὁ ⸀δὲ10 εἶπεν ⸀αὐτοῖς11 Καλῶς ἐπροφήτευσεν Ἠσαΐας περὶ ὑμῶν τῶν ὑποκριτῶν, ὡς γέγραπται ⸀ὅτι12 Οὗτος ὁ λαὸς τοῖς χείλεσίν με τιμᾷ, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπʼ ἐμοῦ· μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων· ⸀ἀφέντες13 τὴν ἐντολὴν τοῦ θεοῦ κρατεῖτε τὴν παράδοσιν τῶν ⸀ἀνθρώπων14
Καὶ ἔλεγεν αὐτοῖς· Καλῶς ἀθετεῖτε τὴν ἐντολὴν τοῦ θεοῦ, ἵνα τὴν παράδοσιν ὑμῶν ⸀τηρήσητε15 Μωϋσῆς γὰρ εἶπεν· Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, καί· Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω· ὑμεῖς δὲ λέγετε· Ἐὰν εἴπῃ ἄνθρωπος τῷ πατρὶ ἢ τῇ μητρί· Κορβᾶν, ὅ ἐστιν Δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, ⸀οὐκέτι16 ἀφίετε αὐτὸν οὐδὲν ποιῆσαι τῷ ⸀πατρὶ17 ἢ τῇ ⸀μητρί18 ἀκυροῦντες τὸν λόγον τοῦ θεοῦ τῇ παραδόσει ὑμῶν ᾗ παρεδώκατε· καὶ παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε.
Καὶ προσκαλεσάμενος ⸀πάλιν19 τὸν ὄχλον ἔλεγεν αὐτοῖς· ⸀Ἀκούσατέ20 μου πάντες καὶ ⸀σύνετε21 οὐδέν ἐστιν ἔξωθεν τοῦ ἀνθρώπου εἰσπορευόμενον εἰς αὐτὸν ὃ δύναται ⸂κοινῶσαι αὐτόν22 · ἀλλὰ τὰ ⸂ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενά23 ἐστιν τὰ κοινοῦντα τὸν ⸀ἄνθρωπον24
Καὶ ὅτε εἰσῆλθεν ⸀εἰς25 οἶκον ἀπὸ τοῦ ὄχλου, ἐπηρώτων αὐτὸν οἱ μαθηταὶ αὐτοῦ ⸂τὴν παραβολήν26. καὶ λέγει αὐτοῖς· Οὕτως καὶ ὑμεῖς ἀσύνετοί ἐστε; οὐ νοεῖτε ὅτι πᾶν τὸ ἔξωθεν εἰσπορευόμενον εἰς τὸν ἄνθρωπον οὐ δύναται αὐτὸν κοινῶσαι, ὅτι οὐκ εἰσπορεύεται αὐτοῦ εἰς τὴν καρδίαν ἀλλʼ εἰς τὴν κοιλίαν, καὶ εἰς τὸν ἀφεδρῶνα ἐκπορεύεται;— ⸀καθαρίζων27 πάντα τὰ βρώματα. ἔλεγεν δὲ ὅτι Τὸ ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενον ἐκεῖνο κοινοῖ τὸν ἄνθρωπον· ἔσωθεν γὰρ ἐκ τῆς καρδίας τῶν ἀνθρώπων οἱ διαλογισμοὶ οἱ κακοὶ ἐκπορεύονται, ⸂πορνεῖαι, κλοπαί, φόνοι,28 μοιχεῖαι⸃, πλεονεξίαι, πονηρίαι, δόλος, ἀσέλγεια, ὀφθαλμὸς πονηρός, βλασφημία, ὑπερηφανία, ἀφροσύνη· πάντα ταῦτα τὰ πονηρὰ ἔσωθεν ἐκπορεύεται καὶ κοινοῖ τὸν ἄνθρωπον.
⸂Ἐκεῖθεν δὲ29 ἀναστὰς ἀπῆλθεν εἰς τὰ ⸀ὅρια30 ⸀Τύρου31 καὶ εἰσελθὼν εἰς οἰκίαν οὐδένα ἤθελεν γνῶναι, καὶ οὐκ ἠδυνήθη λαθεῖν· ⸂ἀλλʼ εὐθὺς ἀκούσασα32 γυνὴ περὶ αὐτοῦ, ἧς εἶχεν τὸ θυγάτριον αὐτῆς πνεῦμα ἀκάθαρτον, ἐλθοῦσα προσέπεσεν πρὸς τοὺς πόδας αὐτοῦ· ⸂ἡ δὲ γυνὴ ἦν33 Ἑλληνίς, Συροφοινίκισσα τῷ γένει· καὶ ἠρώτα αὐτὸν ἵνα τὸ δαιμόνιον ἐκβάλῃ ἐκ τῆς θυγατρὸς αὐτῆς. ⸂καὶ ἔλεγεν34 αὐτῇ· Ἄφες πρῶτον χορτασθῆναι τὰ τέκνα, οὐ γὰρ ⸂καλόν ἐστιν35 λαβεῖν τὸν ἄρτον τῶν τέκνων καὶ ⸂τοῖς κυναρίοις βαλεῖν36. ἡ δὲ ἀπεκρίθη καὶ λέγει αὐτῷ· ⸀Κύριε37 ⸀καὶ38 τὰ κυνάρια ὑποκάτω τῆς τραπέζης ⸀ἐσθίουσιν39 ἀπὸ τῶν ψιχίων τῶν παιδίων. καὶ εἶπεν αὐτῇ· Διὰ τοῦτον τὸν λόγον ὕπαγε, ἐξελήλυθεν ⸂ἐκ τῆς θυγατρός σου τὸ δαιμόνιον40. καὶ ἀπελθοῦσα εἰς τὸν οἶκον αὐτῆς εὗρεν τὸ ⸂παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην καὶ τὸ δαιμόνιον ἐξεληλυθός41.
Καὶ πάλιν ἐξελθὼν ἐκ τῶν ὁρίων Τύρου ⸂ἦλθεν διὰ Σιδῶνος εἰς42 τὴν θάλασσαν τῆς Γαλιλαίας ἀνὰ μέσον τῶν ὁρίων Δεκαπόλεως. καὶ43 φέρουσιν αὐτῷ κωφὸν ⸀καὶ ⸀μογιλάλον44 καὶ παρακαλοῦσιν αὐτὸν ἵνα ἐπιθῇ αὐτῷ τὴν χεῖρα. καὶ ἀπολαβόμενος αὐτὸν ἀπὸ τοῦ ὄχλου κατʼ ἰδίαν ἔβαλεν τοὺς δακτύλους αὐτοῦ εἰς τὰ ὦτα αὐτοῦ καὶ πτύσας ἥψατο τῆς γλώσσης αὐτοῦ, καὶ ἀναβλέψας εἰς τὸν οὐρανὸν ἐστέναξεν, καὶ λέγει αὐτῷ· Εφφαθα, ὅ ἐστιν Διανοίχθητι· ⸀καὶ45 ⸀ἠνοίγησαν46 αὐτοῦ αἱ ἀκοαί, καὶ ἐλύθη ὁ δεσμὸς τῆς γλώσσης αὐτοῦ, καὶ ἐλάλει ὀρθῶς· καὶ διεστείλατο αὐτοῖς ἵνα μηδενὶ ⸀λέγωσιν47 ὅσον δὲ ⸂αὐτοῖς διεστέλλετο, αὐτοὶ⸃ μᾶλλον περισσότερον ἐκήρυσσον.48 καὶ49 ὑπερπερισσῶς ἐξεπλήσσοντο λέγοντες· Καλῶς πάντα πεποίηκεν, καὶ τοὺς κωφοὺς ποιεῖ ἀκούειν ⸀καὶ ἀλάλους λαλεῖν.
Source notes (49)
- Footnote ὅτι κοιναῖς … ἀνίπτοις, ἐσθίουσιν WH Treg NA28 ] κοιναῖς … ἀνίπτοις ἐσθίοντας RP
- Footnote τοὺς WH Treg NA28 ] – RP
- Footnote ἄρτους WH Treg NA28 ] + ἐμέμψαντο RP
- Footnote ἀγορᾶς WH Treg RP NA28 ] + ὅταν ἔλθωσιν NIV
- Footnote βαπτίσωνται Treg NA28 RP ] ῥαντίσωνται WH
- Footnote καὶ κλινῶν Treg RP NA28 ] – WH NIV
- Footnote καὶ WH Treg NA28 ] Ἔπειτα RP
- Footnote οὐ περιπατοῦσιν οἱ μαθηταί σου WH Treg NA28 ] οἱ μαθηταί σου οὐ περιπατοῦσιν RP
- Footnote κοιναῖς WH Treg NA28 ] ἀνίπτοις RP
- Footnote δὲ WH Treg NA28 ] + ἀποκριθεὶς RP
- Footnote αὐτοῖς WH NA28 ] ὅτι Treg RP
- Footnote ὅτι WH NA28 ] – Treg RP
- Footnote ἀφέντες WH Treg NA28 ] + γὰρ RP
- Footnote ἀνθρώπων WH NA28 ] + βαπτισμοὺς ξεστῶν καὶ ποτηρίων καὶ ἄλλα παρόμοια τοιαῦτα πολλὰ ποιεῖτε Treg RP
- Footnote τηρήσητε WH Treg NIV RP ] στήσητε WHmarg NA28
- Footnote οὐκέτι WH Treg NA28 ] καὶ οὐκέτι RP
- Footnote πατρὶ WH Treg NA28 ] + αὐτοῦ RP
- Footnote μητρί WH Treg NA28 ] + αὐτοῦ RP
- Footnote πάλιν WH Treg NA28 ] πάντα RP
- Footnote Ἀκούσατέ WH Treg NA28 ] Ἀκούετέ RP
- Footnote σύνετε WH Treg NA28 ] συνίετε RP
- Footnote κοινῶσαι αὐτόν WH NA28 ] αὐτὸν κοινῶσαι Treg RP
- Footnote ἐκ τοῦ ἀνθρώπου ἐκπορευόμενά WH NA28 ] + ἐκεῖνά Treg; ἐκπορευόμενα ἀπʼ αὐτοῦ ἐκεῖνά RP
- Footnote ἄνθρωπον WH NA28 ] + 16 Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω Treg RP
- Footnote εἰς WH Treg RP NA28 ] + τὸν NIV
- Footnote τὴν παραβολήν WH Treg NA28 ] περὶ τῆς παραβολῆς RP
- Footnote καθαρίζων WH Treg NA28 ] καθαρίζον RP
- Footnote 21–22 πορνεῖαι κλοπαί φόνοι μοιχεῖαι WH Treg NA28 ] μοιχεῖαι πορνεῖαι φόνοι κλοπαί RP
- Footnote Ἐκεῖθεν δὲ WH NA28 ] Καὶ ἐκεῖθεν Treg RP
- Footnote ὅρια WH Treg NA28 ] μεθόρια RP
- Footnote Τύρου NA28 ] + καὶ Σιδῶνος WH Treg RP
- Footnote ἀλλʼ εὐθὺς ἀκούσασα WH Treg NA28 ] Ἀκούσασα γὰρ RP
- Footnote ἡ δὲ γυνὴ ἦν WH NA28 ] ἡ γυνὴ δὲ ἦν Treg; ἦν δὲ ἡ γυνὴ RP
- Footnote καὶ ἔλεγεν WH Treg NA28 ] Ὁ δὲ Ἰησοῦς εἶπεν RP
- Footnote καλόν ἐστιν RP ] ἐστιν καλὸν WH Treg NA28
- Footnote τοῖς κυναρίοις βαλεῖν WH Treg NA28 ] βαλεῖν τοῖς κυναρίοις RP
- Footnote Κύριε NA28 ] Ναί κύριε WH Treg NIV RP
- Footnote καὶ WH Treg NA28 ] + γὰρ NIV RP
- Footnote ἐσθίουσιν WH Treg NA28 ] ἐσθίει RP
- Footnote ἐκ … σου τὸ δαιμόνιον WH NA28 ] τὸ δαιμόνιον ἐκ … σου Treg RP
- Footnote παιδίον βεβλημένον ἐπὶ τὴν κλίνην καὶ τὸ δαιμόνιον ἐξεληλυθός WH Treg NA28 ] δαιμόνιον ἐξεληλυθός καὶ τὴν θυγατέρα βεβλημένην ἐπὶ τῆς κλίνης RP
- Footnote ἦλθεν διὰ Σιδῶνος εἰς WH Treg NA28 ] καὶ Σιδῶνος ἦλθεν πρὸς RP
- Footnote καὶ WH Treg NA28 ] – RP
- Footnote μογιλάλον WH NA28 ] μογγιλάλον Treg RP
- Footnote καὶ WH Treg ] + εὐθέως NA28 RP
- Footnote ἠνοίγησαν WH Treg NA28 ] διηνοίχθησαν RP
- Footnote λέγωσιν WH Treg NA28 ] εἴπωσιν RP
- Footnote αὐτοῖς διεστέλλετο αὐτοὶ WH Treg NA28 ] αὐτὸς αὐτοῖς διεστέλλετο RP
- Footnote καὶ WH Treg ] + τοὺς NA28 RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.