Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΜΑΡΚΟΝ 8

Ἐν ἐκείναις ταῖς ἡμέραις ⸂πάλιν πολλοῦ1 ὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσιν, ⸀προσκαλεσάμενος τοὺς ⸀μαθητὰς λέγει αὐτοῖς·2 3 Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι καὶ οὐκ ἔχουσιν τί φάγωσιν· 4 αὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· ⸂καί τινες⸃ αὐτῶν ⸀ἀπὸ5 μακρόθεν ⸀ἥκασιν6 καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ⸀ὅτι7 Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπʼ ἐρημίας; καὶ ⸀ἠρώτα8 αὐτούς· Πόσους ἔχετε ἄρτους; οἱ δὲ εἶπαν· Ἑπτά. καὶ ⸀παραγγέλλει9 τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα ⸀παρατιθῶσιν10 καὶ παρέθηκαν τῷ ὄχλῳ. καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ εὐλογήσας ⸀αὐτὰ11 εἶπεν ⸂καὶ ταῦτα παρατιθέναι12. ⸂καὶ ἔφαγον13 καὶ ἐχορτάσθησαν, καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας. ἦσαν ⸀δὲ14 ὡς τετρακισχίλιοι. καὶ ἀπέλυσεν αὐτούς. καὶ ⸀εὐθὺς15 ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.

Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ ἤρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρʼ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν. καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει· Τί ἡ γενεὰ αὕτη ⸂ζητεῖ σημεῖον16 ; ἀμὴν λέγω ⸀ὑμῖν17 εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον. καὶ ἀφεὶς αὐτοὺς ⸂πάλιν ἐμβὰς18 ἀπῆλθεν εἰς τὸ πέραν.

Καὶ ἐπελάθοντο λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθʼ ἑαυτῶν ἐν τῷ πλοίῳ. καὶ διεστέλλετο αὐτοῖς λέγων· Ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου. καὶ διελογίζοντο πρὸς ⸀ἀλλήλους19 ὅτι ἄρτους οὐκ ⸀ἔχουσιν20 καὶ ⸀γνοὺς21 λέγει αὐτοῖς· Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; οὔπω νοεῖτε οὐδὲ συνίετε; ⸀πεπωρωμένην22 ἔχετε τὴν καρδίαν ὑμῶν; ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; καὶ οὐ μνημονεύετε ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, πόσους κοφίνους ⸂κλασμάτων πλήρεις23 ἤρατε; λέγουσιν αὐτῷ· Δώδεκα. ὅτε ⸀καὶ24 τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε; ⸂καὶ λέγουσιν αὐτῷ25 · Ἑπτά. καὶ ἔλεγεν αὐτοῖς· ⸀Οὔπω26 συνίετε;

Καὶ ⸀ἔρχονται27 εἰς Βηθσαϊδάν. καὶ φέρουσιν αὐτῷ τυφλὸν καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται. καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ ⸀ἐξήνεγκεν28 αὐτὸν ἔξω τῆς κώμης, καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτόν· Εἴ τι ⸀βλέπεις29 καὶ ἀναβλέψας ἔλεγεν· Βλέπω τοὺς ἀνθρώπους ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας. εἶτα πάλιν ⸀ἐπέθηκεν30 τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ ⸂διέβλεψεν καὶ ἀπεκατέστη καὶ ἐνέβλεπεν31 τηλαυγῶς ⸀ἅπαντα32 καὶ ἀπέστειλεν αὐτὸν ⸀εἰς33 οἶκον αὐτοῦ λέγων· Μηδὲ εἰς τὴν κώμην ⸀εἰσέλθῃς34

Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων αὐτοῖς· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι; οἱ δὲ ⸂εἶπαν αὐτῷ λέγοντες35 ⸀ὅτι36 Ἰωάννην τὸν βαπτιστήν, καὶ ἄλλοι Ἠλίαν, ἄλλοι δὲ ⸂ὅτι εἷς37 τῶν προφητῶν. καὶ αὐτὸς ⸂ἐπηρώτα αὐτούς38 · Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ⸀ἀποκριθεὶς39 ὁ Πέτρος λέγει αὐτῷ· Σὺ εἶ ὁ χριστός. καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ.

Καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ⸀ὑπὸ40 τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ ἀποκτανθῆναι καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι· καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. καὶ προσλαβόμενος ⸂ὁ Πέτρος αὐτὸν41 ἤρξατο ἐπιτιμᾶν αὐτῷ. ὁ δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ ἐπετίμησεν ⸀Πέτρῳ42 ⸂καὶ λέγει43 · Ὕπαγε ὀπίσω μου, Σατανᾶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων.

Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς· ⸂Εἴ τις44 θέλει ὀπίσω μου ⸀ἐλθεῖν45 ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι. ὃς γὰρ ⸀ἐὰν46 θέλῃ τὴν ⸂ψυχὴν αὐτοῦ⸃47 σῶσαι ἀπολέσει48 αὐτήν· ὃς δʼ ἂν ⸀ἀπολέσει τὴν ⸄ψυχὴν αὐτοῦ⸅49 ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου ⸀σώσει50 αὐτήν. τί γὰρ ⸀ὠφελεῖ51 ⸀ἄνθρωπον52 ⸂κερδῆσαι τὸν κόσμον ὅλον καὶ ζημιωθῆναι53 τὴν ψυχὴν αὐτοῦ; ⸂τί γὰρ54 ⸀δοῖ55 ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.

Source notes (55)
  1. Footnote πάλιν πολλοῦ WH Treg NA28 ] παμπόλλου RP
  2. Footnote προσκαλεσάμενος WH Treg NA28 ] + ὁ Ἰησοῦς RP
  3. Footnote μαθητὰς WH Treg NA28 ] + αὐτοῦ RP
  4. Footnote καί τινεςWH Treg NA28 ] τινὲς γὰρ RP
  5. Footnote ἀπὸ WH Treg NA28 ] – RP
  6. Footnote ἥκασιν Treg NA28 ] εἰσίν WH; ἥκουσιν RP
  7. Footnote ὅτι WH Treg NA28 ] – RP
  8. Footnote ἠρώτα WH Treg NA28 ] ἐπηρώτα RP
  9. Footnote παραγγέλλει WH Treg NA28 ] παρήγγειλεν RP
  10. Footnote παρατιθῶσιν WH Treg NA28 ] παραθῶσιν RP
  11. Footnote αὐτὰ WH Treg NA28 ] – RP
  12. Footnote καὶ ταῦτα παρατιθέναι WH Treg NA28 ] παραθεῖναι καὶ αὐτά RP
  13. Footnote καὶ ἔφαγον WH Treg NA28 ] Ἔφαγον δέ RP
  14. Footnote δὲ WH NA28 ] + οἱ φαγόντες Treg RP
  15. Footnote εὐθὺς WH Treg NA28 ] εὐθέως RP
  16. Footnote ζητεῖ σημεῖον WH Treg NA28 ] σημεῖον ἐπιζητεῖ RP
  17. Footnote ὑμῖν Treg NA28 RP ] – WH
  18. Footnote πάλιν ἐμβὰς WH NA28 ] πάλιν ἐμβὰς εἰς πλοῖον Treg; ἐμβὰς πάλιν εἰς τὸ πλοῖον NIV; ἐμβὰς πάλιν εἰς πλοῖον RP
  19. Footnote ἀλλήλους WH Treg NA28 ] + λέγοντες NIV RP
  20. Footnote ἔχουσιν WH Treg NA28 ] ἔχομεν NIV RP
  21. Footnote γνοὺς WH NA28 ] + ὁ Ἰησοῦς Treg NIV RP
  22. Footnote πεπωρωμένην WH Treg NA28 ] Ἔτι πεπωρωμένην RP
  23. Footnote κλασμάτων πλήρεις WH Treg NA28 ] πλήρεις κλασμάτων RP
  24. Footnote καὶ NIV ] – WH NA28; δὲ Treg RP
  25. Footnote καὶ λέγουσιν αὐτῷ WH NA28 ] οἱ δὲ εἶπον Treg RP
  26. Footnote Οὔπω WH NA28 ] Πῶς Treg; Πῶς οὐ RP
  27. Footnote ἔρχονται WH Treg NA28 ] ἔρχεται RP
  28. Footnote ἐξήνεγκεν WH Treg NA28 ] ἐξήγαγεν RP
  29. Footnote βλέπεις WH NA28 ] βλέπει Treg RP
  30. Footnote ἐπέθηκεν NA28 RP ] ἔθηκεν WH Treg
  31. Footnote διέβλεψεν καὶ ἀπεκατέστη καὶ ἐνέβλεπεν WH Treg NA28 ] ἐποίησεν αὐτὸν ἀναβλέψαι. Καὶ ἀποκατεστάθη καὶ ἐνέβλεψεν RP
  32. Footnote ἅπαντα WH Treg NA28 ] ἅπαντας RP
  33. Footnote εἰς WH Treg NA28 ] + τὸν RP
  34. Footnote εἰσέλθῃς WH NA28 ] + μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ Treg RP
  35. Footnote εἶπαν αὐτῷ λέγοντες WH NA28 ] ἀπεκρίθησαν αὐτῷ λέγοντες Treg; ἀπεκρίθησαν RP
  36. Footnote ὅτι WH NA28 ] – Treg RP
  37. Footnote ὅτι εἷς WH Treg NA28 ] ἕνα RP
  38. Footnote ἐπηρώτα αὐτούς WH Treg NA28 ] λέγει αὐτοῖς RP
  39. Footnote ἀποκριθεὶς WH Treg NA28 ] + δὲ RP
  40. Footnote ὑπὸ WH Treg NA28 ] ἀπὸ RP
  41. Footnote ὁ Πέτρος αὐτὸν WH Treg NA28 ] αὐτὸν ὁ Πέτρος RP
  42. Footnote Πέτρῳ WH Treg NA28 ] τῷ Πέτρῳ RP
  43. Footnote καὶ λέγει WH Treg NA28 ] λέγων RP
  44. Footnote Εἴ τις WH Treg NA28 ] Ὅστις RP
  45. Footnote ἐλθεῖν WH ] ἀκολουθεῖν Treg NA28 RP
  46. Footnote ἐὰν WH Treg NA28 ] ἂν RP
  47. Footnote ⸂ψυχὴν αὐτοῦ⸃ Treg NA28 RP ] ἑαυτοῦ ψυχὴν WH
  48. Footnote ἀπολέσει WH Treg NA28 ] ἀπολέσῃ RP
  49. Footnote ⸄ψυχὴν αὐτοῦ⸅ WH NA28 ] ἑαυτοῦ ψυχὴν Treg RP
  50. Footnote σώσει WH Treg NA28 ] οὗτος σώσει RP
  51. Footnote ὠφελεῖ WH NA28 ] ὠφελήσει Treg RP
  52. Footnote ἄνθρωπον WH NA28 RP ] τὸν ἄνθρωπον Treg
  53. Footnote κερδῆσαι τὸν … καὶ ζημιωθῆναι WH NA28 ] ἐὰν κερδήσῃ τὸν … καὶ ζημιωθῇ Treg RP
  54. Footnote τί γὰρ WH Treg NA28 ] Ἢ τί RP
  55. Footnote δοῖ WH Treg NA28 ] δώσει RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.