Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΜΑΡΚΟΝ 9

καὶ ἔλεγεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι εἰσίν τινες ⸂τῶν ὧδε1 ἑστηκότων οἵτινες οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.

Καὶ μετὰ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ2 τὸν Ἰάκωβον ⸀καὶ Ἰωάννην, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατʼ ἰδίαν μόνους. καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ τὰ ἱμάτια αὐτοῦ ⸀ἐγένετο3 στίλβοντα λευκὰ ⸀λίαν4 οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται ⸀οὕτως5 λευκᾶναι. καὶ ὤφθη αὐτοῖς Ἠλίας σὺν Μωϋσεῖ, καὶ ἦσαν συλλαλοῦντες τῷ Ἰησοῦ. καὶ ἀποκριθεὶς ὁ Πέτρος λέγει τῷ Ἰησοῦ· Ῥαββί, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν ⸂τρεῖς σκηνάς6, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ Ἠλίᾳ μίαν. οὐ γὰρ ᾔδει τί ⸀ἀποκριθῇ7 ⸂ἔκφοβοι γὰρ ἐγένοντο8. καὶ ἐγένετο9 νεφέλη ἐπισκιάζουσα αὐτοῖς, καὶ ⸀ἐγένετο φωνὴ ἐκ τῆς νεφέλης· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ⸂ἀκούετε αὐτοῦ10. καὶ ἐξάπινα περιβλεψάμενοι οὐκέτι οὐδένα εἶδον ⸂ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθʼ ἑαυτῶν11.

⸂Καὶ καταβαινόντων12 αὐτῶν ⸀ἐκ13 τοῦ ὄρους διεστείλατο αὐτοῖς ἵνα μηδενὶ ⸂ἃ εἶδον διηγήσωνται14, εἰ μὴ ὅταν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ. καὶ τὸν λόγον ἐκράτησαν πρὸς ἑαυτοὺς συζητοῦντες τί ἐστιν τὸ ἐκ νεκρῶν ἀναστῆναι. καὶ ἐπηρώτων αὐτὸν λέγοντες· Ὅτι λέγουσιν οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; ὁ δὲ ⸀ἔφη15 αὐτοῖς· Ἠλίας μὲν ἐλθὼν πρῶτον ⸀ἀποκαθιστάνει16 πάντα, καὶ πῶς γέγραπται ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἵνα πολλὰ πάθῃ καὶ ⸀ἐξουδενηθῇ17 ἀλλὰ λέγω ὑμῖν ὅτι καὶ Ἠλίας ἐλήλυθεν, καὶ ἐποίησαν αὐτῷ ὅσα ⸀ἤθελον18 καθὼς γέγραπται ἐπʼ αὐτόν.

Καὶ ⸂ἐλθόντες πρὸς τοὺς μαθητὰς εἶδον19 ὄχλον πολὺν περὶ αὐτοὺς καὶ γραμματεῖς συζητοῦντας ⸂πρὸς αὐτούς20. καὶ ⸀εὐθὺς21 πᾶς ὁ ὄχλος ⸂ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν22, καὶ προστρέχοντες ἠσπάζοντο αὐτόν. καὶ ἐπηρώτησεν ⸀αὐτούς23 Τί συζητεῖτε πρὸς ⸀αὑτούς24 καὶ ⸂ἀπεκρίθη αὐτῷ εἷς ἐκ τοῦ ὄχλου25 · Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρὸς σέ, ἔχοντα πνεῦμα ἄλαλον· καὶ ὅπου ⸀ἐὰν26 αὐτὸν καταλάβῃ ῥήσσει αὐτόν, καὶ ἀφρίζει καὶ τρίζει τοὺς ⸀ὀδόντας27 καὶ ξηραίνεται· καὶ εἶπα τοῖς μαθηταῖς σου ἵνα αὐτὸ ἐκβάλωσιν, καὶ οὐκ ἴσχυσαν. ὁ δὲ ἀποκριθεὶς ⸀αὐτοῖς28 λέγει· Ὦ γενεὰ ἄπιστος, ἕως πότε πρὸς ὑμᾶς ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετε αὐτὸν πρός με. καὶ ἤνεγκαν αὐτὸν πρὸς αὐτόν. καὶ ἰδὼν αὐτὸν ⸂τὸ πνεῦμα εὐθὺς29 ⸀συνεσπάραξεν30 αὐτόν, καὶ πεσὼν ἐπὶ τῆς γῆς ἐκυλίετο ἀφρίζων. καὶ ἐπηρώτησεν τὸν πατέρα αὐτοῦ· Πόσος χρόνος ἐστὶν ὡς τοῦτο γέγονεν αὐτῷ; ὁ δὲ εἶπεν· ⸀Ἐκ31 παιδιόθεν· καὶ πολλάκις ⸂καὶ εἰς πῦρ αὐτὸν32 ἔβαλεν καὶ εἰς ὕδατα ἵνα ἀπολέσῃ αὐτόν· ἀλλʼ εἴ τι ⸀δύνῃ33 βοήθησον ἡμῖν σπλαγχνισθεὶς ἐφʼ ἡμᾶς. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Τὸ Εἰ ⸀δύνῃ34 πάντα δυνατὰ τῷ πιστεύοντι. ⸀εὐθὺς35 κράξας ὁ πατὴρ τοῦ ⸀παιδίου36 ἔλεγεν· ⸀Πιστεύω37 βοήθει μου τῇ ἀπιστίᾳ. ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ὄχλος ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ λέγων αὐτῷ· Τὸ ⸂ἄλαλον καὶ κωφὸν πνεῦμα38, ἐγὼ ⸂ἐπιτάσσω σοι39, ἔξελθε ἐξ αὐτοῦ καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν. καὶ ⸂κράξας καὶ πολλὰ σπαράξας40 ἐξῆλθεν· καὶ ἐγένετο ὡσεὶ νεκρὸς ὥστε ⸀τοὺς41 πολλοὺς λέγειν ὅτι ἀπέθανεν. ὁ δὲ Ἰησοῦς κρατήσας ⸂τῆς χειρὸς αὐτοῦ42 ἤγειρεν αὐτόν, καὶ ἀνέστη. καὶ ⸂εἰσελθόντος αὐτοῦ43 εἰς οἶκον οἱ μαθηταὶ αὐτοῦ ⸂κατʼ ἰδίαν ἐπηρώτων αὐτόν44 · Ὅτι ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; καὶ εἶπεν αὐτοῖς· Τοῦτο τὸ γένος ἐν οὐδενὶ δύναται ἐξελθεῖν εἰ μὴ ἐν ⸀προσευχῇ45

Κἀκεῖθεν ἐξελθόντες ⸀παρεπορεύοντο46 διὰ τῆς Γαλιλαίας, καὶ οὐκ ἤθελεν ἵνα τις γνοῖ· ἐδίδασκεν γὰρ τοὺς μαθητὰς αὐτοῦ καὶ ἔλεγεν αὐτοῖς ὅτι Ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ ἀποκτανθεὶς ⸂μετὰ τρεῖς ἡμέρας47 ἀναστήσεται. οἱ δὲ ἠγνόουν τὸ ῥῆμα, καὶ ἐφοβοῦντο αὐτὸν ἐπερωτῆσαι.

Καὶ ⸀ἦλθον48 εἰς Καφαρναούμ. καὶ ἐν τῇ οἰκίᾳ γενόμενος ἐπηρώτα αὐτούς· Τί ἐν τῇ ⸀ὁδῷ49 διελογίζεσθε; οἱ δὲ ἐσιώπων, πρὸς ἀλλήλους γὰρ διελέχθησαν ἐν τῇ ὁδῷ τίς μείζων. καὶ καθίσας ἐφώνησεν τοὺς δώδεκα καὶ λέγει αὐτοῖς· Εἴ τις θέλει πρῶτος εἶναι ἔσται πάντων ἔσχατος καὶ πάντων διάκονος. καὶ λαβὼν παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν καὶ ἐναγκαλισάμενος αὐτὸ εἶπεν αὐτοῖς· Ὃς ⸀ἂν50 ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ⸁ἂν51 ἐμὲ ⸀δέχηται52 οὐκ ἐμὲ δέχεται ἀλλὰ τὸν ἀποστείλαντά με.

⸂Ἔφη αὐτῷ ὁ Ἰωάννης53 · Διδάσκαλε, εἴδομέν τινα ⸀ἐν54 τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, ⸂καὶ ἐκωλύομεν αὐτόν, ὅτι οὐκ ἠκολούθει ἡμῖν55. ὁ δὲ Ἰησοῦς εἶπεν· Μὴ κωλύετε αὐτόν, οὐδεὶς γάρ ἐστιν ὃς ποιήσει δύναμιν ἐπὶ τῷ ὀνόματί μου καὶ δυνήσεται ταχὺ κακολογῆσαί με· ὃς γὰρ οὐκ ἔστιν καθʼ ⸂ἡμῶν, ὑπὲρ ἡμῶν56 ἐστιν. Ὃς γὰρ ἂν ποτίσῃ ὑμᾶς ποτήριον ὕδατος ἐν ⸀ὀνόματι57 ὅτι58 χριστοῦ ἐστε, ἀμὴν λέγω ὑμῖν ⸀ὅτι οὐ μὴ ⸀ἀπολέσῃ59 τὸν μισθὸν αὐτοῦ.

Καὶ ὃς ⸀ἂν60 σκανδαλίσῃ ἕνα τῶν μικρῶν ⸀τούτων61 τῶν πιστευόντων ⸂εἰς ἐμέ62, καλόν ἐστιν αὐτῷ μᾶλλον εἰ περίκειται ⸂μύλος ὀνικὸς63 περὶ τὸν τράχηλον αὐτοῦ καὶ βέβληται εἰς τὴν θάλασσαν. Καὶ ἐὰν ⸀σκανδαλίζῃ64 σε ἡ χείρ σου, ἀπόκοψον αὐτήν· καλόν ⸂ἐστίν σε65 κυλλὸν ⸂εἰσελθεῖν εἰς τὴν ζωὴν66 ἢ τὰς δύο χεῖρας ἔχοντα ἀπελθεῖν εἰς τὴν γέενναν, εἰς τὸ πῦρ τὸ ⸀ἄσβεστον67 καὶ ἐὰν ὁ πούς σου σκανδαλίζῃ σε68 ἀπόκοψον αὐτόν· καλόν ἐστίν ⸀σε εἰσελθεῖν εἰς τὴν ζωὴν χωλὸν ἢ τοὺς δύο πόδας ἔχοντα βληθῆναι εἰς τὴν ⸀γέενναν69 καὶ ἐὰν ὁ ὀφθαλμός σου σκανδαλίζῃ σε, ἔκβαλε αὐτόν· καλόν ⸀σέ70 ἐστιν μονόφθαλμον εἰσελθεῖν εἰς τὴν71 βασιλείαν τοῦ θεοῦ ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς ⸀τὴν ⸀γέενναν72 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται.

Πᾶς γὰρ πυρὶ ⸀ἁλισθήσεται73 καλὸν τὸ ἅλα74 · ἐὰν δὲ τὸ ἅλας ἄναλον γένηται, ἐν τίνι αὐτὸ ἀρτύσετε; ἔχετε ἐν ἑαυτοῖς ⸀ἅλα, καὶ εἰρηνεύετε ἐν ἀλλήλοις.

Source notes (74)
  1. Footnote τῶν ὧδε RP ] ὧδε τῶν WH Treg NA28
  2. Footnote καὶ WH Treg RP ] + τὸν NA28
  3. Footnote ἐγένετο WH NA28 ] ἐγένοντο Treg RP
  4. Footnote λίαν WH Treg NA28 ] + ὡς χιών RP
  5. Footnote οὕτως WH Treg NA28 ] – RP
  6. Footnote τρεῖς σκηνάς WH Treg NA28 ] σκηνὰς τρεῖς RP
  7. Footnote ἀποκριθῇ WH Treg NA28 ] λαλήσει RP
  8. Footnote ἔκφοβοι γὰρ ἐγένοντο WH Treg NA28 ] ἦσαν γὰρ ἔκφοβοι RP
  9. Footnote ἐγένετο WH NA28 ] ἦλθεν Treg RP
  10. Footnote ἀκούετε αὐτοῦ WH Treg NA28 ] αὐτοῦ ἀκούετε RP
  11. Footnote ἀλλὰ τὸν Ἰησοῦν μόνον μεθʼ ἑαυτῶν Treg NA28 RP ] μεθʼ ἑαυτῶν εἰ μὴ τὸν Ἰησοῦν μόνον WH
  12. Footnote Καὶ καταβαινόντων WH Treg NA28 ] Καταβαινόντων δὲ RP
  13. Footnote ἐκ WH NA28 ] ἀπὸ Treg RP
  14. Footnote ἃ εἶδον διηγήσωνται WH Treg NA28 ] διηγήσωνται ἃ εἶδον RP
  15. Footnote ἔφη WH Treg NA28 ] ἀποκριθείς εἶπεν RP
  16. Footnote ἀποκαθιστάνει WH Treg NA28 ] ἀποκαθιστᾷ RP
  17. Footnote ἐξουδενηθῇ WH Treg NA28 ] ἐξουδενωθῇ RP
  18. Footnote ἤθελον WH Treg NA28 ] ἠθέλησαν RP
  19. Footnote ἐλθόντες πρὸς τοὺς μαθητὰς εἶδον WH Treg NA28 ] ἐλθὼν πρὸς τοὺς μαθητὰς εἶδεν RP
  20. Footnote πρὸς αὐτούς WH Treg NA28 ] αὐτοῖς RP
  21. Footnote εὐθὺς WH Treg NA28 ] εὐθέως RP
  22. Footnote ἰδόντες αὐτὸν ἐξεθαμβήθησαν WH Treg NA28 ] ἰδὼν αὐτὸν ἐξεθαμβήθη RP
  23. Footnote αὐτούς WH Treg NA28 ] τοῦς γραμματεῖς RP
  24. Footnote αὑτούς Holmes ] αὐτούς WH Treg NA28 RP
  25. Footnote ἀπεκρίθη αὐτῷ εἷς … ὄχλου WH Treg NA28 ] ἀποκριθεὶς εἷς … ὄχλου εἶπεν RP
  26. Footnote ἐὰν WH Treg NA28 ] ἂν RP
  27. Footnote ὀδόντας WH Treg NA28 ] + αὐτοῦ RP
  28. Footnote αὐτοῖς WH Treg NA28 ] αὐτῷ RP
  29. Footnote τὸ πνεῦμα εὐθὺς WH Treg NA28 ] εὐθέως τὸ πνεῦμα RP
  30. Footnote συνεσπάραξεν WH NA28 ] ἐσπάραξεν Treg RP
  31. Footnote Ἐκ WH Treg NA28 ] – RP
  32. Footnote καὶ εἰς πῦρ αὐτὸν WH NA28 ] αὐτὸν καὶ εἰς πῦρ Treg; αὐτὸν καὶ εἰς τὸ πῦρ RP
  33. Footnote δύνῃ WH Treg NA28 ] δύνασαι RP
  34. Footnote δύνῃ WH Treg NA28 ] δύνασαι πιστεῦσαι RP
  35. Footnote εὐθὺς WH NA28 ] καὶ εὐθὺς Treg; καὶ εὐθέως RP
  36. Footnote παιδίου WH Treg NA28 ] + μετὰ δακρύων RP
  37. Footnote Πιστεύω WH Treg NA28 ] + κύριε RP
  38. Footnote ἄλαλον καὶ κωφὸν πνεῦμα WH Treg NA28 ] πνεῦμα τὸ ἄλαλον καὶ κωφὸν RP
  39. Footnote ἐπιτάσσω σοι WH Treg NA28 ] σοι ἐπιτάσσω RP
  40. Footnote κράξας καὶ πολλὰ σπαράξας WH Treg NA28 ] κράξαν καὶ πολλὰ σπαράξαν αὐτόν RP
  41. Footnote τοὺς WH Treg NA28 ] – RP
  42. Footnote τῆς χειρὸς αὐτοῦ WH Treg NA28 ] αὐτὸν τῆς χειρός RP
  43. Footnote εἰσελθόντος αὐτοῦ WH Treg NA28 ] εἰσελθόντα αὐτὸν RP
  44. Footnote κατʼ ἰδίαν ἐπηρώτων αὐτόν WH Treg NA28 ] ἐπηρώτων αὐτὸν κατʼ ἰδίαν RP
  45. Footnote προσευχῇ WH NA28 ] + καὶ νηστείᾳ Treg RP
  46. Footnote παρεπορεύοντο NA28 RP ] ἐπορεύοντο WH Treg
  47. Footnote μετὰ τρεῖς ἡμέρας WH Treg NA28 ] τῇ τρίτῃ ἡμέρᾳ RP
  48. Footnote ἦλθον WH Treg NA28 ] ἦλθεν RP
  49. Footnote ὁδῷ WH Treg NA28 ] + πρὸς ἑαυτοὺς RP
  50. Footnote ⸀ἂν WH Treg NA28 ] ἐὰν RP
  51. Footnote ⸁ἂν WH Treg NA28 ] ἐὰν RP
  52. Footnote δέχηται WH Treg NA28 ] δέξηται RP
  53. Footnote Ἔφη αὐτῷ ὁ Ἰωάννης WH NA28 ] + λέγων Treg; Ἀπεκρίθη δὲ αὐτῷ Ἰωάννης λέγων RP
  54. Footnote ἐν WH Treg NA28 ] – RP
  55. Footnote καὶ ἐκωλύομεν αὐτόν, ὅτι οὐκ ἠκολούθει ἡμῖν WH NA28 ] ὃς οὐκ ἀκολουθεῖ ἡμῖν καὶ ἐκωλύομεν αὐτόν ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν Treg; ὃς οὐκ ἀκολουθεῖ ἡμῖν καὶ ἐκωλύσαμεν αὐτόν ὅτι οὐκ ἀκολουθεῖ ἡμῖν RP; ὃς οὐκ ἀκολουθεῖ ἡμῖν καὶ ἐκωλύομεν αὐτόν Greeven
  56. Footnote ἡμῶν, ὑπὲρ ἡμῶν WH Treg NA28 ] ὑμῶν, ὑπὲρ ὑμῶν RP
  57. Footnote ὀνόματι WH Treg NA28 ] + μου RP
  58. Footnote ὅτι WH Treg NA28 ] – RP
  59. Footnote ἀπολέσῃ WH NA28 RP ] ἀπολέσει Treg
  60. Footnote ἂν WH Treg NA28 ] ἐὰν RP
  61. Footnote τούτων WH Treg NA28 ] – RP
  62. Footnote εἰς ἐμέ Treg NA28 RP ] – WH
  63. Footnote μύλος ὀνικὸς WH Treg NA28 ] λίθος μυλικὸς RP
  64. Footnote σκανδαλίζῃ Treg NA28 RP ] σκανδαλίσῃ WH
  65. Footnote ἐστίν σε WH Treg NA28 ] σοι ἐστὶν RP
  66. Footnote εἰσελθεῖν εἰς τὴν ζωὴν WH Treg NA28 ] εἰς τὴν ζωὴν εἰσελθεῖν RP
  67. Footnote ἄσβεστον WH NA28 ] + 44 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται Treg RP
  68. Footnote σε WH Treg NA28 ] σοι RP
  69. Footnote γέενναν WH NA28 ] + εἰς τὸ πῦρ τὸ ἄσβεστον 46 ὅπου ὁ σκώληξ αὐτῶν οὐ τελευτᾷ καὶ τὸ πῦρ οὐ σβέννυται Treg RP
  70. Footnote σέ WH Treg NA28 ] σοι RP
  71. Footnote τὴν Treg NA28 RP ] – WH
  72. Footnote γέενναν WH Treg NA28 ] + τοῦ πυρός RP
  73. Footnote ἁλισθήσεται WH NA28 ] + καὶ πᾶσα θυσία ἁλὶ ἁλισθήσεται Treg RP
  74. Footnote ἅλα WH Treg NA28 ] ἅλας RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.