Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΜΑΡΚΟΝ 10

Καὶ ἐκεῖθεν ἀναστὰς ἔρχεται εἰς τὰ ὅρια τῆς Ἰουδαίας ⸀καὶ1 πέραν τοῦ Ἰορδάνου, καὶ συμπορεύονται πάλιν ὄχλοι πρὸς αὐτόν, καὶ ὡς εἰώθει πάλιν ἐδίδασκεν αὐτούς.

⸀Καὶ2 ⸀ἐπηρώτων3 αὐτὸν εἰ ἔξεστιν ἀνδρὶ γυναῖκα ἀπολῦσαι, πειράζοντες αὐτόν. ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Τί ὑμῖν ἐνετείλατο Μωϋσῆς; οἱ δὲ εἶπαν· ⸂Ἐπέτρεψεν Μωϋσῆς4 βιβλίον ἀποστασίου γράψαι καὶ ἀπολῦσαι. ⸂ὁ δὲ5 Ἰησοῦς εἶπεν αὐτοῖς· Πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἔγραψεν ὑμῖν τὴν ἐντολὴν ταύτην· ἀπὸ δὲ ἀρχῆς κτίσεως ἄρσεν καὶ θῆλυ ἐποίησεν ⸀αὐτούς6 ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα ⸂καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ7, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν· ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ μία σάρξ· ὃ οὖν ὁ θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω.

Καὶ ⸂εἰς τὴν οἰκίαν8 πάλιν οἱ μαθηταὶ ⸂περὶ τούτου9 ⸀ἐπηρώτων10 αὐτόν. καὶ λέγει αὐτοῖς· Ὃς ⸀ἂν11 ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ καὶ γαμήσῃ ἄλλην μοιχᾶται ἐπʼ αὐτήν, καὶ ἐὰν ⸂αὐτὴ ἀπολύσασα τὸν ἄνδρα αὐτῆς γαμήσῃ ἄλλον12 μοιχᾶται.

Καὶ προσέφερον αὐτῷ παιδία ἵνα ⸂αὐτῶν ἅψηται13 · οἱ δὲ μαθηταὶ ⸂ἐπετίμησαν αὐτοῖς14. ἰδὼν δὲ ὁ Ἰησοῦς ἠγανάκτησεν καὶ εἶπεν αὐτοῖς· Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με, μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ. ἀμὴν λέγω ὑμῖν, ὃς ⸀ἂν15 μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν. καὶ ἐναγκαλισάμενος αὐτὰ ⸂κατευλόγει τιθεὶς τὰς χεῖρας ἐπʼ αὐτά16.

Καὶ ἐκπορευομένου αὐτοῦ εἰς ὁδὸν προσδραμὼν εἷς καὶ γονυπετήσας αὐτὸν ἐπηρώτα αὐτόν· Διδάσκαλε ἀγαθέ, τί ποιήσω ἵνα ζωὴν αἰώνιον κληρονομήσω; ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός. τὰς ἐντολὰς οἶδας· Μὴ ⸂φονεύσῃς, Μὴ μοιχεύσῃς⸃, Μὴ κλέψῃς, Μὴ ψευδομαρτυρήσῃς, Μὴ ἀποστερήσῃς, Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα.17 ὁ δὲ ⸀ἔφη18 αὐτῷ· Διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου. ὁ δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησε19 αὐτὸν καὶ εἶπεν αὐτῷ· Ἕν ⸀σε ὑστερεῖ· ὕπαγε ὅσα ἔχεις πώλησον καὶ δὸς ⸀τοῖς20 πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ δεῦρο ἀκολούθει ⸀μοι21 ὁ δὲ στυγνάσας ἐπὶ τῷ λόγῳ ἀπῆλθεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά.

Καὶ περιβλεψάμενος ὁ Ἰησοῦς λέγει τοῖς μαθηταῖς αὐτοῦ· Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελεύσονται. οἱ δὲ μαθηταὶ ἐθαμβοῦντο ἐπὶ τοῖς λόγοις αὐτοῦ. ὁ δὲ Ἰησοῦς πάλιν ἀποκριθεὶς λέγει αὐτοῖς· Τέκνα, πῶς δύσκολόν ⸀ἐστιν22 εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν· εὐκοπώτερόν ἐστιν κάμηλον διὰ ⸂τῆς τρυμαλιᾶς τῆς23 ῥαφίδος ⸀διελθεῖν24 ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν. οἱ δὲ περισσῶς ἐξεπλήσσοντο λέγοντες πρὸς ⸀ἑαυτούς25 Καὶ τίς δύναται σωθῆναι; ⸀ἐμβλέψας26 αὐτοῖς ὁ Ἰησοῦς λέγει· Παρὰ ἀνθρώποις ἀδύνατον ἀλλʼ οὐ παρὰ θεῷ, πάντα γὰρ ⸀δυνατὰ27 παρὰ τῷ θεῷ.

Ἤρξατο ⸂λέγειν ὁ Πέτρος28 αὐτῷ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ⸀ἠκολουθήκαμέν29 σοι. ⸂ἔφη ὁ Ἰησοῦς30 · Ἀμὴν λέγω ὑμῖν, οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ ⸂μητέρα ἢ πατέρα31 ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν ἐμοῦ καὶ ἕνεκεν τοῦ εὐαγγελίου, ἐὰν μὴ λάβῃ ἑκατονταπλασίονα νῦν ἐν τῷ καιρῷ τούτῳ οἰκίας καὶ ἀδελφοὺς καὶ ἀδελφὰς καὶ ⸀μητέρας32 καὶ τέκνα καὶ ἀγροὺς μετὰ διωγμῶν, καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον. πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ⸀οἱ33 ἔσχατοι πρῶτοι.

Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα, καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς, καὶ ἐθαμβοῦντο, ⸂οἱ δὲ34 ἀκολουθοῦντες ἐφοβοῦντο. καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν ὅτι Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς35 ἀρχιερεῦσιν καὶ ⸀τοῖς γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν καὶ ἐμπαίξουσιν αὐτῷ καὶ ⸂ἐμπτύσουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν36 καὶ ⸀ἀποκτενοῦσιν37 καὶ ⸂μετὰ τρεῖς ἡμέρας38 ἀναστήσεται.

Καὶ προσπορεύονται αὐτῷ Ἰάκωβος καὶ Ἰωάννης ⸀οἱ39 υἱοὶ Ζεβεδαίου λέγοντες ⸀αὐτῷ40 Διδάσκαλε, θέλομεν ἵνα ὃ ἐὰν αἰτήσωμέν ⸀σε41 ποιήσῃς ἡμῖν. ὁ δὲ εἶπεν αὐτοῖς· Τί θέλετε ⸀ποιήσω42 ὑμῖν; οἱ δὲ εἶπαν αὐτῷ· Δὸς ἡμῖν ἵνα εἷς ⸂σου ἐκ δεξιῶν43 καὶ εἷς ἐξ ⸀ἀριστερῶν44 καθίσωμεν ἐν τῇ δόξῃ σου. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐκ οἴδατε τί αἰτεῖσθε· δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ πίνω, ⸀ἢ45 τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι; οἱ δὲ εἶπαν αὐτῷ· Δυνάμεθα. ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· ⸀Τὸ46 ποτήριον ὃ ἐγὼ πίνω πίεσθε καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου ⸀ἢ47 ἐξ εὐωνύμων οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλʼ οἷς ἡτοίμασται.

Καὶ ἀκούσαντες οἱ δέκα ἤρξαντο ἀγανακτεῖν περὶ Ἰακώβου καὶ Ἰωάννου. ⸂καὶ προσκαλεσάμενος αὐτοὺς ὁ Ἰησοῦς48 λέγει αὐτοῖς· Οἴδατε ὅτι οἱ δοκοῦντες ἄρχειν τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι αὐτῶν κατεξουσιάζουσιν αὐτῶν. οὐχ οὕτως δέ ⸀ἐστιν49 ἐν ὑμῖν· ἀλλʼ ὃς ⸀ἂν50 θέλῃ ⸂μέγας γενέσθαι51 ἐν ὑμῖν, ἔσται ὑμῶν διάκονος, καὶ ὃς ⸀ἂν52 θέλῃ ⸂ἐν ὑμῖν εἶναι53 πρῶτος, ἔσται πάντων δοῦλος· καὶ γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.

Καὶ ἔρχονται εἰς Ἰεριχώ. καὶ ἐκπορευομένου αὐτοῦ ἀπὸ Ἰεριχὼ καὶ τῶν μαθητῶν αὐτοῦ καὶ ὄχλου ἱκανοῦ ⸀ὁ54 υἱὸς Τιμαίου Βαρτιμαῖος ⸀τυφλὸς55 ⸂προσαίτης ἐκάθητο παρὰ τὴν ὁδόν56. καὶ ἀκούσας ὅτι Ἰησοῦς ὁ ⸀Ναζαρηνός57 ἐστιν ἤρξατο κράζειν καὶ λέγειν· ⸀Υἱὲ58 Δαυὶδ Ἰησοῦ, ἐλέησόν με. καὶ ἐπετίμων αὐτῷ πολλοὶ ἵνα σιωπήσῃ· ὁ δὲ πολλῷ μᾶλλον ἔκραζεν· Υἱὲ Δαυίδ, ἐλέησόν με. καὶ στὰς ὁ Ἰησοῦς εἶπεν· ⸂Φωνήσατε αὐτόν59. καὶ φωνοῦσι τὸν τυφλὸν λέγοντες αὐτῷ· Θάρσει, ⸀ἔγειρε60 φωνεῖ σε. ὁ δὲ ἀποβαλὼν τὸ ἱμάτιον αὐτοῦ ⸀ἀναπηδήσας61 ἦλθεν πρὸς τὸν Ἰησοῦν. καὶ ἀποκριθεὶς ⸂αὐτῷ ὁ Ἰησοῦς εἶπεν62 · Τί ⸂σοι θέλεις ποιήσω63 ; ὁ δὲ τυφλὸς εἶπεν αὐτῷ· Ραββουνι, ἵνα ἀναβλέψω. ⸂καὶ ὁ 64 Ἰησοῦς εἶπεν αὐτῷ· Ὕπαγε, ἡ πίστις σου σέσωκέν σε. καὶ ⸀εὐθὺς65 ἀνέβλεψεν, καὶ ἠκολούθει ⸀αὐτῷ66 ἐν τῇ ὁδῷ.

Source notes (66)
  1. Footnote καὶ WH Treg NA28 ] διὰ τοῦ RP
  2. Footnote Καὶ Holmes WHmarg ] + προσελθόντες Φαρισαῖοι WH Treg NA28 RP
  3. Footnote ἐπηρώτων WH Treg NA28 ] ἐπηρώτησαν RP
  4. Footnote Ἐπέτρεψεν Μωϋσῆς WH Treg NA28 ] Μωϋσῆς ἐπέτρεψεν RP
  5. Footnote ὁ δὲ WH Treg NA28 ] Καὶ ἀποκριθεὶς ὁ RP
  6. Footnote αὐτούς WH Treg NA28 ] + ὁ θεός RP
  7. Footnote καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ Treg NA28 RP ] – WH
  8. Footnote εἰς τὴν οἰκίαν WH Treg NA28 ] ἐν τῇ οἰκίᾳ RP
  9. Footnote περὶ τούτου WH Treg NA28 ] αὐτοῦ περὶ τοῦ αὐτοῦ RP
  10. Footnote ἐπηρώτων WH NA28 ] ἐπηρώτησαν Treg RP
  11. Footnote ἂν WH Treg NA28 ] ἐὰν RP
  12. Footnote αὐτὴ ἀπολύσασα τὸν ἄνδρα αὐτῆς γαμήσῃ ἄλλον WH Treg NA28 ] ἐὰν γυνὴ ἀπολύσῃ τὸν ἄνδρα αὐτῆς καὶ γαμηθῇ ἄλλῳ RP
  13. Footnote αὐτῶν ἅψηται WH NA28 ] ἅψηται αὐτῶν Treg RP
  14. Footnote ἐπετίμησαν αὐτοῖς WH NA28 ] ἐπετίμων τοῖς προσφέρουσιν Treg RP
  15. Footnote ἂν WH Treg NA28 ] ἐὰν RP
  16. Footnote κατευλόγει τιθεὶς … αὐτά WH NA28 ] κατηυλόγει τιθεὶς … αὐτά Treg; τιθεὶς … αὐτά, εὐλόγει αὐτά RP
  17. Footnote φονεύσῃς Μὴ μοιχεύσῃς WH NA28 ] μοιχεύσῃς μὴ φονεύσῃς Treg RP
  18. Footnote ἔφη WH NA28 ] ἀποκριθεὶς ἔφη Treg; ἀποκριθεὶς εἶπεν RP
  19. Footnote σε WH NA28 ] σοι Treg RP
  20. Footnote τοῖς WH NA28 ] Treg RP
  21. Footnote μοι WH Treg NA28 ] + ἄρας τὸν σταυρόν RP
  22. Footnote ἐστιν WH NA28 ] + τοὺς πεποιθότας ἐπὶ χρήμασιν Treg RP
  23. Footnote τῆς τρυμαλιᾶς τῆς NA28 RP ] τρυμαλιᾶς WH Treg
  24. Footnote διελθεῖν WH Treg NA28 ] εἰσελθεῖν RP
  25. Footnote ἑαυτούς Treg NA28 RP ] αὐτόν WH
  26. Footnote ἐμβλέψας WH Treg NA28 ] + δὲ RP
  27. Footnote δυνατὰ WH Treg NA28 ] + ἐστιν RP
  28. Footnote λέγειν ὁ Πέτρος WH NA28 ] ὁ Πέτρος λέγειν Treg RP
  29. Footnote ἠκολουθήκαμέν WH Treg NA28 ] ἠκολουθήσαμέν RP
  30. Footnote ἔφη ὁ Ἰησοῦς WH NA28 ] ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν Treg RP
  31. Footnote μητέρα ἢ πατέρα WH Treg NA28 ] πατέρα ἢ μητέρα ἢ γυναῖκα RP
  32. Footnote μητέρας WH NA28 RP ] μητέρα Treg
  33. Footnote οἱ WH Treg NA28 ] – RP
  34. Footnote οἱ δὲ WH Treg NA28 ] καὶ RP
  35. Footnote τοῖς WH Treg NA28 ] – RP
  36. Footnote ἐμπτύσουσιν αὐτῷ καὶ μαστιγώσουσιν αὐτὸν WH Treg NA28 ] μαστιγώσουσιν αὐτόν καὶ ἐμπτύσουσιν αὐτῷ RP
  37. Footnote ἀποκτενοῦσιν WH NA28 ] + αὐτόν Treg RP
  38. Footnote μετὰ τρεῖς ἡμέρας WH Treg NA28 ] τῇ τρίτῃ ἡμέρᾳ RP
  39. Footnote οἱ Treg NA28 RP ] + δύο WH
  40. Footnote αὐτῷ WH Treg NA28 ] – RP
  41. Footnote σε WH Treg NA28 ] – RP
  42. Footnote ποιήσω WH Treg ] με ποιήσω NA28; ποιῆσαί με RP
  43. Footnote σου ἐκ δεξιῶν WH Treg NA28 ] ἐκ δεξιῶν σου RP
  44. Footnote ἀριστερῶν WH Treg NA28 ] εὐωνύμων σου RP
  45. Footnote ἢ WH Treg NA28 ] καὶ RP
  46. Footnote Τὸ WH Treg NA28 ] + μὲν RP
  47. Footnote ἢ WH Treg NA28 ] καὶ RP
  48. Footnote καὶ προσκαλεσάμενος αὐτοὺς ὁ Ἰησοῦς WH Treg NA28 ] Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς RP
  49. Footnote ἐστιν WH Treg NA28 ] ἔσται RP
  50. Footnote ἂν WH Treg NA28 ] ἐὰν RP
  51. Footnote μέγας γενέσθαι WH Treg NA28 ] γενέσθαι μέγας RP
  52. Footnote ἂν WH NA28 ] ἐὰν Treg RP
  53. Footnote ἐν ὑμῖν εἶναι WH NA28 ] ὑμῶν εἶναι Treg; ὑμῶν γενέσθαι RP
  54. Footnote ὁ WH Treg NA28 ] – RP
  55. Footnote τυφλὸς WH Treg NA28 ] ὁ τυφλὸς RP
  56. Footnote προσαίτης ἐκάθητο … ὁδόν WH Treg NA28 ] ἐκάθητο … ὁδὸν προσαιτῶν NIV RP
  57. Footnote Ναζαρηνός WH Treg NA28 ] Ναζωραῖός RP
  58. Footnote Υἱὲ WH Treg NA28 ] Ὁ ὑιὸς RP
  59. Footnote Φωνήσατε αὐτόν WH Treg NA28 ] αὐτὸν φωνηθῆναι RP
  60. Footnote ἔγειρε WH Treg NA28 ] ἔγειραι RP
  61. Footnote ἀναπηδήσας WH Treg NA28 ] ἀναστὰς RP
  62. Footnote αὐτῷ ὁ Ἰησοῦς εἶπεν WH Treg NA28 ] λέγει αὐτῷ ὁ Ἰησοῦς RP
  63. Footnote σοι θέλεις ποιήσω WH Treg NA28 ] θέλεις ποιήσω σοί RP
  64. Footnote καὶ ὁ WH NA28 ] ὁ δὲ Treg RP
  65. Footnote εὐθὺς WH Treg NA28 ] εὐθέως RP
  66. Footnote αὐτῷ WH Treg NA28 ] τῷ Ἰησοῦ RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.