Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΜΑΡΚΟΝ 11

Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱεροσόλυμα εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ Ὄρος τῶν Ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν, καὶ ⸀εὐθὺς1 εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον ἐφʼ ὃν οὐδεὶς ⸀οὔπω2 ἀνθρώπων ⸀ἐκάθισεν3 ⸂λύσατε αὐτὸν καὶ φέρετε4. καὶ ἐάν τις ὑμῖν εἴπῃ· Τί ποιεῖτε τοῦτο; εἴπατε ⸀ὅτι5 Ὁ κύριος αὐτοῦ χρείαν ἔχει· καὶ ⸀εὐθὺς6 αὐτὸν ἀποστέλλει ⸀πάλιν7 ὧδε. ⸂καὶ ἀπῆλθον8 καὶ εὗρον πῶλον δεδεμένον ⸀πρὸς9 θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν. καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς· Τί ποιεῖτε λύοντες τὸν πῶλον; οἱ δὲ εἶπαν αὐτοῖς καθὼς ⸀εἶπεν10 ὁ Ἰησοῦς· καὶ ἀφῆκαν αὐτούς. καὶ ⸀φέρουσιν11 τὸν πῶλον πρὸς τὸν Ἰησοῦν, καὶ ⸀ἐπιβάλλουσιν12 αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπʼ ⸀αὐτόν13 ⸂καὶ πολλοὶ14 τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν, ἄλλοι δὲ στιβάδας ⸂κόψαντες ἐκ τῶν ἀγρῶν15. καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ⸀ἔκραζον16 Ὡσαννά· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· Εὐλογημένη ἡ ἐρχομένη ⸀βασιλεία17 τοῦ πατρὸς ἡμῶν Δαυίδ· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις. Καὶ εἰσῆλθεν εἰς ⸀Ἱεροσόλυμα18 εἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος πάντα ⸀ὀψὲ19 ἤδη οὔσης τῆς ὥρας ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα. Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας ἐπείνασεν. καὶ ἰδὼν συκῆν ⸀ἀπὸ20 μακρόθεν ἔχουσαν φύλλα ἦλθεν εἰ ἄρα ⸂τι εὑρήσει21 ἐν αὐτῇ, καὶ ἐλθὼν ἐπʼ αὐτὴν οὐδὲν εὗρεν εἰ μὴ φύλλα, ⸂ὁ γὰρ καιρὸς οὐκ ἦν22 σύκων. καὶ ⸀ἀποκριθεὶς23 εἶπεν αὐτῇ· Μηκέτι ⸂εἰς τὸν αἰῶνα ἐκ σοῦ24 μηδεὶς καρπὸν φάγοι. καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ. Καὶ ἔρχονται εἰς Ἱεροσόλυμα. καὶ ⸀εἰσελθὼν25 εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς26 πωλοῦντας καὶ ⸀τοὺς ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ, καὶ ἐδίδασκεν ⸂καὶ ἔλεγεν27 ⸀αὐτοῖς28 Οὐ γέγραπται ὅτι Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν; ὑμεῖς δὲ ⸀πεποιήκατε29 αὐτὸν σπήλαιον λῃστῶν. καὶ ἤκουσαν οἱ ⸂ἀρχιερεῖς καὶ οἱ γραμματεῖς30, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν· ἐφοβοῦντο γὰρ αὐτόν, ⸂πᾶς γὰρ31 ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ. Καὶ ⸀ὅταν32 ὀψὲ ἐγένετο, ⸀ἐξεπορεύοντο33 ἔξω τῆς πόλεως. Καὶ ⸂παραπορευόμενοι πρωῒ34 εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν. καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ· Ῥαββί, ἴδε ἡ συκῆ ἣν κατηράσω ἐξήρανται. καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς λέγει αὐτοῖς· Ἔχετε πίστιν θεοῦ· ⸀ἀμὴν35 λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ· Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ ἀλλὰ ⸀πιστεύῃ36 ὅτι ⸂ὃ λαλεῖ γίνεται, ἔσται αὐτῷ37. διὰ τοῦτο λέγω ὑμῖν, πάντα ὅσα ⸂προσεύχεσθε καὶ αἰτεῖσθε38, πιστεύετε ὅτι ⸀ἐλάβετε39 καὶ ἔσται ὑμῖν. καὶ ὅταν ⸀στήκετε40 προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος, ἵνα καὶ ὁ πατὴρ ὑμῶν41 ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ⸀ὑμῶν. Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα. καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι καὶ ⸀ἔλεγον42 αὐτῷ· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; ⸀ἢ43 τίς σοι ⸂ἔδωκεν τὴν ἐξουσίαν ταύτην44 ἵνα ταῦτα ποιῇς; ὁ δὲ ⸀Ἰησοῦς45 εἶπεν αὐτοῖς· Ἐπερωτήσω ⸀ὑμᾶς46 ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ· τὸ47 βάπτισμα ⸀τὸ Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; ἀποκρίθητέ μοι. καὶ ⸀διελογίζοντο48 πρὸς ἑαυτοὺς λέγοντες· ⸂Τί εἴπωμεν;49 ἐὰν εἴπωμεν· Ἐξ οὐρανοῦ, ἐρεῖ· Διὰ τί ⸀οὖν50 οὐκ ἐπιστεύσατε αὐτῷ; ἀλλὰ εἴπωμεν· Ἐξ ἀνθρώπων;— ἐφοβοῦντο τὸν ⸀ὄχλον51 ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην ⸂ὄντως ὅτι52 προφήτης ἦν. καὶ ἀποκριθέντες ⸂τῷ Ἰησοῦ λέγουσιν53 · Οὐκ οἴδαμεν. καὶ ὁ ⸀Ἰησοῦς54 λέγει αὐτοῖς· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

Source notes (54)
  1. Footnote εὐθὺς WH Treg NA28 ] εὐθέως RP
  2. Footnote οὔπω WH Treg NA28 ] – RP
  3. Footnote ἐκάθισεν WH NA28 ] κεκάθικεν Treg RP
  4. Footnote λύσατε αὐτὸν καὶ φέρετε WH Treg NA28 ] λύσαντες αὐτὸν ἀγάγετε RP
  5. Footnote ὅτι RP ] – WH Treg NA28
  6. Footnote εὐθὺς WH Treg NA28 ] εὐθέως RP
  7. Footnote πάλιν WH Treg NA28 ] – RP
  8. Footnote καὶ ἀπῆλθον WH Treg NA28 ] Ἀπῆλθον δὲ RP
  9. Footnote πρὸς WH Treg NA28 ] + τὴν RP
  10. Footnote εἶπεν WH Treg NA28 ] ἐνετείλατο RP
  11. Footnote φέρουσιν WH Treg NA28 ] ἤγαγον RP
  12. Footnote ἐπιβάλλουσιν WH Treg NA28 ] ἐπέβαλον RP
  13. Footnote αὐτόν WH Treg NA28 ] αὐτῷ RP
  14. Footnote καὶ πολλοὶ WH Treg NA28 ] Πολλοὶ δὲ RP
  15. Footnote κόψαντες ἐκ τῶν ἀγρῶν WH Treg NA28 ] ἔκοπτον ἐκ τῶν δένδρων καὶ ἐστρώννυον εἰς τὴν ὁδόν RP
  16. Footnote ἔκραζον WH Treg NA28 ] + λέγοντες RP
  17. Footnote βασιλεία WH Treg NA28 ] + ἐν ὀνόματι κυρίου RP
  18. Footnote Ἱεροσόλυμα WH Treg NA28 ] + ὁ Ἰησοῦς καὶ RP
  19. Footnote ὀψὲ WH ] ὀψίας Treg NA28 RP
  20. Footnote ἀπὸ WH Treg NA28 ] – RP
  21. Footnote τι εὑρήσει WH Treg NA28 ] εὑρήσει τι RP
  22. Footnote ὁ γὰρ καιρὸς οὐκ ἦν WH Treg NA28 ] οὐ γὰρ ἦν καιρὸς RP
  23. Footnote ἀποκριθεὶς WH Treg NA28 ] + ὁ Ἰησοῦς RP
  24. Footnote εἰς τὸν αἰῶνα ἐκ σοῦ WH Treg NA28 ] ἐκ σοῦ εἰς τὸν αἰῶνα RP
  25. Footnote εἰσελθὼν WH Treg NA28 ] + ὁ Ἰησοῦς RP
  26. Footnote τοὺς WH Treg NA28 ] – RP
  27. Footnote καὶ ἔλεγεν WH Treg NA28 ] λέγων RP
  28. Footnote αὐτοῖς Treg NA28 RP ] – WH
  29. Footnote πεποιήκατε WH Treg NA28 ] ἐποιήσατε RP
  30. Footnote ἀρχιερεῖς καὶ οἱ γραμματεῖς WH Treg NA28 ] γραμματεῖς καὶ οἱ ἀρχιερεῖς RP
  31. Footnote πᾶς γὰρ WH Treg NA28 ] ὅτι πᾶς RP
  32. Footnote ὅταν WH Treg NA28 ] ὅτε RP
  33. Footnote ἐξεπορεύοντο WH Treg NA28 ] ἐξεπορεύετο RP
  34. Footnote παραπορευόμενοι πρωῒ WH Treg NA28 ] πρωῒ παραπορευόμενοι RP
  35. Footnote ἀμὴν WH NA28 ] + γὰρ Treg RP
  36. Footnote πιστεύῃ WH NA28 ] πιστεύσῃ Treg RP
  37. Footnote ὃ λαλεῖ γίνεται, ἔσται αὐτῷ WH Treg NA28 ] ἃ λέγει γίνεται ἔσται αὐτῷ ὃ ἐὰν εἴπῃ RP
  38. Footnote προσεύχεσθε καὶ αἰτεῖσθε WH Treg NA28 ] ἄν προσευχόμενοιαἰτῆσθε RP
  39. Footnote ἐλάβετε WH Treg NA28 ] λαμβάνετε RP
  40. Footnote στήκετε WH Treg NA28 ] στήκητε RP
  41. Footnote ὑμῶν WH Treg NA28 ] + 26 Εἰ δὲ ὑμεῖς οὖκ ἀφίετε, οὐδὲ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφήσει τὰ παραπτώματα ὑμῶν RP
  42. Footnote ἔλεγον WH Treg NA28 ] λέγουσιν RP
  43. Footnote ἢ WH NA28 ] καὶ Treg RP
  44. Footnote ἔδωκεν τὴν … ταύτην WH Treg NA28 ] τὴν … ταύτην ἔδωκεν RP
  45. Footnote Ἰησοῦς WH Treg NA28 ] + ἀποκριθεὶς RP
  46. Footnote ὑμᾶς WH Treg NA28 ] + καὶ ἐγὼ RP
  47. Footnote τὸ WH Treg NA28 ] – RP
  48. Footnote διελογίζοντο WH Treg NA28 ] ἐλογίζοντο RP
  49. Footnote Τί εἴπωμεν; Holmes ] – WH Treg NA28 RP
  50. Footnote οὖν WH NA28 RP ] – Treg
  51. Footnote ὄχλον WH NA28 ] λαόν Treg RP
  52. Footnote ὄντως ὅτι WH Treg NA28 ] ὅτι ὄντως RP
  53. Footnote τῷ Ἰησοῦ λέγουσιν WH Treg NA28 ] λέγουσιν τῷ Ἰησοῦ RP
  54. Footnote Ἰησοῦς WH Treg NA28 ] + ἀποκριθεὶς RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.