Η Καινή Διαθήκη
ΚΑΤΑ ΜΑΡΚΟΝ 12
Καὶ ἤρξατο αὐτοῖς ἐν παραβολαῖς ⸀λαλεῖν1 Ἀμπελῶνα ⸂ἄνθρωπος ἐφύτευσεν2, καὶ περιέθηκεν φραγμὸν καὶ ὤρυξεν ὑπολήνιον καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. καὶ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς τῷ καιρῷ δοῦλον, ἵνα παρὰ τῶν γεωργῶν λάβῃ ἀπὸ ⸂τῶν καρπῶν3 τοῦ ἀμπελῶνος· ⸀καὶ4 λαβόντες αὐτὸν ἔδειραν καὶ ἀπέστειλαν κενόν. καὶ πάλιν ἀπέστειλεν πρὸς αὐτοὺς ἄλλον δοῦλον· ⸀κἀκεῖνον5 ⸀ἐκεφαλίωσαν6 καὶ ⸀ἠτίμασαν7 ⸀καὶ8 ἄλλον ἀπέστειλεν· κἀκεῖνον ἀπέκτειναν, καὶ πολλοὺς ἄλλους, ⸂οὓς μὲν δέροντες οὓς δὲ ἀποκτέννοντες9. ἔτι ⸂ἕνα εἶχεν, υἱὸν ἀγαπητόν· ἀπέστειλεν10 αὐτὸν ⸂ἔσχατον πρὸς αὐτοὺς11 λέγων ὅτι Ἐντραπήσονται τὸν υἱόν μου. ἐκεῖνοι δὲ οἱ γεωργοὶ ⸂πρὸς ἑαυτοὺς εἶπαν12 ὅτι Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτόν, καὶ ἡμῶν ἔσται ἡ κληρονομία. καὶ λαβόντες ⸂ἀπέκτειναν αὐτόν, καὶ ἐξέβαλον αὐτὸν13 ἔξω τοῦ ἀμπελῶνος. ⸀τί14 ποιήσει ὁ κύριος τοῦ ἀμπελῶνος; ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργούς, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. οὐδὲ τὴν γραφὴν ταύτην ἀνέγνωτε· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;
Καὶ ἐζήτουν αὐτὸν κρατῆσαι, καὶ ἐφοβήθησαν τὸν ὄχλον, ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπεν. καὶ ἀφέντες αὐτὸν ἀπῆλθον.
Καὶ ἀποστέλλουσιν πρὸς αὐτόν τινας τῶν Φαρισαίων καὶ τῶν Ἡρῳδιανῶν ἵνα αὐτὸν ἀγρεύσωσιν λόγῳ. ⸀καὶ15 ἐλθόντες λέγουσιν αὐτῷ· Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλʼ ἐπʼ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις· ἔξεστιν ⸂δοῦναι κῆνσον Καίσαρι16 ἢ οὔ; δῶμεν ἢ μὴ δῶμεν; ὁ δὲ εἰδὼς αὐτῶν τὴν ὑπόκρισιν εἶπεν αὐτοῖς· Τί με πειράζετε; φέρετέ μοι δηνάριον ἵνα ἴδω. οἱ δὲ ἤνεγκαν. καὶ λέγει αὐτοῖς· Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή; οἱ δὲ εἶπαν αὐτῷ· Καίσαρος. ⸂ὁ δὲ17 Ἰησοῦς εἶπεν ⸀αὐτοῖς18 ⸂Τὰ Καίσαρος ἀπόδοτε19 Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ. καὶ ⸀ἐξεθαύμαζον20 ἐπʼ αὐτῷ.
Καὶ ἔρχονται Σαδδουκαῖοι πρὸς αὐτόν, οἵτινες λέγουσιν ἀνάστασιν μὴ εἶναι, καὶ ⸀ἐπηρώτων21 αὐτὸν λέγοντες· Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν ὅτι ἐάν τινος ἀδελφὸς ἀποθάνῃ καὶ καταλίπῃ γυναῖκα καὶ ⸂μὴ ἀφῇ τέκνον22, ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν ⸀γυναῖκα23 καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. ἑπτὰ ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος ἔλαβεν γυναῖκα, καὶ ἀποθνῄσκων οὐκ ἀφῆκεν σπέρμα· καὶ ὁ δεύτερος ἔλαβεν αὐτήν, καὶ ἀπέθανεν ⸂μὴ καταλιπὼν24 σπέρμα, καὶ ὁ τρίτος ὡσαύτως· καὶ ⸂οἱ ἑπτὰ25 οὐκ ἀφῆκαν σπέρμα· ⸀ἔσχατον26 πάντων ⸂καὶ ἡ γυνὴ ἀπέθανεν27. ἐν τῇ ἀναστάσει ⸂ὅταν ἀναστῶσιν28 τίνος αὐτῶν ἔσται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.
⸂ἔφη αὐτοῖς ὁ Ἰησοῦς29 · Οὐ διὰ τοῦτο πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ; ὅταν γὰρ ἐκ νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν οὔτε ⸀γαμίζονται30 ἀλλʼ εἰσὶν ὡς ⸀ἄγγελοι31 ἐν τοῖς οὐρανοῖς· περὶ δὲ τῶν νεκρῶν ὅτι ἐγείρονται οὐκ ἀνέγνωτε ἐν τῇ βίβλῳ Μωϋσέως ἐπὶ τοῦ βάτου ⸀πῶς32 εἶπεν αὐτῷ ὁ θεὸς λέγων· Ἐγὼ ὁ θεὸς Ἀβραὰμ καὶ ⸂ὁ θεὸς Ἰσαὰκ καὶ ὁ 33 θεὸς Ἰακώβ; οὐκ ἔστιν ⸀θεὸς34 νεκρῶν ⸀ἀλλὰ35 ζώντων· ⸀πολὺ36 πλανᾶσθε.
Καὶ προσελθὼν εἷς τῶν γραμματέων ἀκούσας αὐτῶν συζητούντων, ⸀ἰδὼν37 ὅτι καλῶς ⸂ἀπεκρίθη αὐτοῖς38, ἐπηρώτησεν αὐτόν· Ποία ἐστὶν ⸂ἐντολὴ πρώτη πάντων39 ; ⸂ἀπεκρίθη ὁ Ἰησοῦς40 ὅτι Πρώτη ⸀ἐστίν41 Ἄκουε, Ἰσραήλ, κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστιν, καὶ ἀγαπήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης ⸀τῆς42 καρδίας σου43 καὶ ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς διανοίας σου καὶ ἐξ ὅλης τῆς ἰσχύος ⸀σου. ⸀δευτέρα44 αὕτη· Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν. ⸀καὶ45 εἶπεν αὐτῷ ὁ γραμματεύς· Καλῶς, διδάσκαλε, ἐπʼ ἀληθείας εἶπες ὅτι εἷς ἐστιν καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ· καὶ τὸ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης ⸀τῆς46 καρδίας καὶ ἐξ ὅλης τῆς ⸀συνέσεως47 καὶ ἐξ ὅλης τῆς ἰσχύος καὶ τὸ ἀγαπᾶν τὸν πλησίον ὡς ἑαυτὸν ⸀περισσότερόν48 ἐστιν πάντων τῶν ὁλοκαυτωμάτων καὶ θυσιῶν. καὶ ὁ Ἰησοῦς ἰδὼν ⸀αὐτὸν49 ὅτι νουνεχῶς ἀπεκρίθη εἶπεν αὐτῷ· Οὐ μακρὰν εἶ ἀπὸ τῆς βασιλείας τοῦ θεοῦ. καὶ οὐδεὶς οὐκέτι ἐτόλμα αὐτὸν ἐπερωτῆσαι.
Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς ἔλεγεν διδάσκων ἐν τῷ ἱερῷ· Πῶς λέγουσιν οἱ γραμματεῖς ὅτι ὁ χριστὸς υἱὸς ⸂Δαυίδ ἐστιν50 ; ⸀αὐτὸς51 Δαυὶδ εἶπεν ἐν ⸂τῷ πνεύματι τῷ52 ἁγίῳ· ⸀Εἶπεν53 ⸀κύριος54 τῷ κυρίῳ μου· ⸀Κάθου55 ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ⸀ὑποκάτω56 τῶν ποδῶν σου. ⸀αὐτὸς57 Δαυὶδ λέγει αὐτὸν κύριον, καὶ πόθεν ⸂αὐτοῦ ἐστιν υἱός58 ; καὶ ὁ πολὺς ὄχλος ἤκουεν αὐτοῦ ἡδέως.
Καὶ ⸂ἐν τῇ διδαχῇ αὐτοῦ ἔλεγεν59 · Βλέπετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων ἐν στολαῖς περιπατεῖν καὶ ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις, οἱ κατεσθίοντες τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσευχόμενοι· οὗτοι λήμψονται περισσότερον κρίμα.
Καὶ ⸀καθίσας60 ⸀κατέναντι61 τοῦ γαζοφυλακίου ἐθεώρει πῶς ὁ ὄχλος βάλλει χαλκὸν εἰς τὸ γαζοφυλάκιον· καὶ πολλοὶ πλούσιοι ἔβαλλον πολλά· καὶ ἐλθοῦσα μία χήρα πτωχὴ ἔβαλεν λεπτὰ δύο, ὅ ἐστιν κοδράντης. καὶ προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ ⸀εἶπεν62 αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι ἡ χήρα αὕτη ἡ πτωχὴ πλεῖον πάντων ⸀ἔβαλεν63 τῶν βαλλόντων εἰς τὸ γαζοφυλάκιον· πάντες γὰρ ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον, αὕτη δὲ ἐκ τῆς ὑστερήσεως αὐτῆς πάντα ὅσα εἶχεν ἔβαλεν, ὅλον τὸν βίον αὐτῆς.
Source notes (63)
- Footnote λαλεῖν WH Treg NA28 ] λέγειν RP
- Footnote ἄνθρωπος ἐφύτευσεν WH NA28 ] ἐφύτευσεν ἄνθρωπος Treg RP
- Footnote τῶν καρπῶν WH Treg NA28 ] τοῦ καρποῦ RP
- Footnote καὶ WH Treg NA28 ] Οἱ δὲ RP
- Footnote κἀκεῖνον WH Treg NA28 ] + λιθοβολήσαντες RP
- Footnote ἐκεφαλίωσαν WH NA28 ] ἐκεφαλαίωσαν Treg RP
- Footnote ἠτίμασαν WH NA28 ] ἠτίμησαν Treg; ἀπέστειλαν ἠτιμωμένον RP
- Footnote καὶ WH Treg NA28 ] + πάλιν RP
- Footnote οὓς μὲν δέροντες οὓς δὲ ἀποκτέννοντες WH Treg NA28 ] τοὺς μὲν δέροντες τοὺς δὲ ἀποκτένοντες RP
- Footnote ἕνα … ἀπέστειλεν WH Treg NA28 ] οὖν ἕνα υἱὸν ἔχων ἀγαπητὸν αὐτοῦ, ἀπέστειλεν καὶ RP
- Footnote ἔσχατον πρὸς αὐτοὺς WH Treg NA28 ] πρὸς αὐτοὺς ἔσχατον RP
- Footnote πρὸς ἑαυτοὺς εἶπαν WH Treg NA28 ] εἶπον πρὸς ἑαυτοὺς RP
- Footnote ἀπέκτειναν αὐτόν, καὶ ἐξέβαλον αὐτὸν WH Treg NA28 ] αὐτὸν ἀπέκτειναν καὶ ἐξέβαλον RP
- Footnote τί WH ] + οὖν Treg NA28 RP
- Footnote καὶ WH Treg NA28 ] Οἱ δὲ RP
- Footnote δοῦναι κῆνσον Καίσαρι WH Treg NA28 ] κῆνσον Καίσαρι δοῦναι RP
- Footnote ὁ δὲ WH Treg NA28 ] Καὶ ἀποκριθεὶς ὁ RP
- Footnote αὐτοῖς Treg NA28 RP ] – WH
- Footnote Τὰ Καίσαρος ἀπόδοτε WH Treg NA28 ] Ἀπόδοτε τὰ Καίσαρος RP
- Footnote ἐξεθαύμαζον WH NA28 ] ἐθαύμαζον Treg; ἐθαύμασαν RP
- Footnote ἐπηρώτων WH Treg NA28 ] ἐπηρώτησαν RP
- Footnote μὴ ἀφῇ τέκνον WH NA28 ] τέκνα μὴ ἀφῇ Treg RP
- Footnote γυναῖκα WH Treg NA28 ] + αὐτοῦ RP
- Footnote μὴ καταλιπὼν WH Treg NA28 ] καὶ οὐδὲ αὐτὸς ἀφῆκεν RP
- Footnote οἱ ἑπτὰ WH Treg NA28 ] ἔλαβον αὐτὴν οἱ ἑπτά καὶ RP
- Footnote ἔσχατον WH Treg NA28 ] Ἐσχάτη RP
- Footnote καὶ ἡ γυνὴ ἀπέθανεν WH Treg NA28 ] ἀπέθανεν καὶ ἡ γυνή RP
- Footnote ὅταν ἀναστῶσιν RP NA28 ] –WH Treg NIV
- Footnote ἔφη αὐτοῖς ὁ Ἰησοῦς WH Treg NA28 ] Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς RP
- Footnote γαμίζονται WH Treg NA28 ] γαμίσκονται RP
- Footnote ἄγγελοι WH NA28 ] + οἱ Treg RP
- Footnote πῶς WH Treg NA28 ] ὡς RP
- Footnote ὁ θεὸς … καὶ ὁ NA28 RP ] θεὸς … καὶ WH Treg
- Footnote θεὸς WH Treg NA28 ] ὁ θεὸς NIV RP
- Footnote ἀλλὰ WH Treg NA28 ] + θεὸς RP
- Footnote πολὺ WH NA28 ] ὑμεῖς οὖν πολὺ Treg RP
- Footnote ἰδὼν Treg NA28 ] εἰδὼς WH RP
- Footnote ἀπεκρίθη αὐτοῖς WH Treg NA28 ] αὐτοῖς ἀπεκρίθη RP
- Footnote ἐντολὴ πρώτη πάντων WH Treg NA28 ] πρώτη πάντων ἐντολή RP
- Footnote ἀπεκρίθη ὁ Ἰησοῦς WH NA28 ] + αὐτῷ Treg; Ὁ δὲ Ἰησοῦς ἀπεκρίθη αὐτῷ RP
- Footnote ἐστίν WH Treg NA28 ] πάντων τῶν ἐντολῶν RP
- Footnote τῆς Treg NA28 RP ] – WH
- Footnote σου WH NA28 ] + αὕτη πρώτη ἐντολή Treg RP
- Footnote δευτέρα WH NA28 ] + ὁμοία Treg; Καὶ δευτέρα ὁμοία RP
- Footnote καὶ Treg NA28 RP ] – WH
- Footnote τῆς Treg NA28 RP ] – WH
- Footnote συνέσεως WH NA28 ] + καὶ ἐξ ὅλης τῆς ψυχῆς Treg RP
- Footnote περισσότερόν WH Treg NA28 ] πλεῖόν RP
- Footnote αὐτὸν WH Treg RP NA28 ] – NIV
- Footnote Δαυίδ ἐστιν WH Treg NA28 ] ἐστιν Δαυίδ RP
- Footnote αὐτὸς WH NA28 ] + γὰρ Treg RP
- Footnote τῷ πνεύματι τῷ WH Treg NA28 ] πνεύματι RP
- Footnote Εἶπεν WH NA28 ] Λέγει Treg RP
- Footnote κύριος WH Treg NA28 ] ὁ κύριος RP
- Footnote Κάθου WH NA28 RP ] Κάθισον Treg
- Footnote ὑποκάτω WH NA28 ] ὑποπόδιον Treg RP
- Footnote αὐτὸς WH Treg NA28 ] + οὖν RP
- Footnote αὐτοῦ ἐστιν υἱός WH Treg NA28 ] υἱὸς αὐτοῦ ἐστιν RP
- Footnote ἐν … αὐτοῦ ἔλεγεν WH Treg NA28 ] ἔλεγεν αὐτοῖς ἐν … αὐτοῦ RP
- Footnote καθίσας WH Treg NA28 ] + ὁ Ἰησοῦς RP
- Footnote κατέναντι WH NA28 RP ] ἀπέναντι Treg
- Footnote εἶπεν WH Treg NA28 ] λέγει RP
- Footnote ἔβαλεν WH Treg NA28 ] βέβληκεν RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.