Η Καινή Διαθήκη
ΚΑΤΑ ΜΑΡΚΟΝ 13
Καὶ ἐκπορευομένου αὐτοῦ ἐκ τοῦ ἱεροῦ λέγει αὐτῷ εἷς τῶν μαθητῶν αὐτοῦ· Διδάσκαλε, ἴδε ποταποὶ λίθοι καὶ ποταπαὶ οἰκοδομαί. καὶ ὁ ⸀Ἰησοῦς1 εἶπεν αὐτῷ· Βλέπεις ταύτας τὰς μεγάλας οἰκοδομάς; οὐ μὴ ἀφεθῇ ⸀ὧδε2 λίθος ἐπὶ ⸀λίθον3 ὃς οὐ μὴ καταλυθῇ. Καὶ καθημένου αὐτοῦ εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν κατέναντι τοῦ ἱεροῦ ⸀ἐπηρώτα4 αὐτὸν κατʼ ἰδίαν Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας· Εἰπὸν ἡμῖν πότε ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ⸂ταῦτα συντελεῖσθαι πάντα5. ὁ δὲ Ἰησοῦς ⸂ἤρξατο λέγειν αὐτοῖς6 · Βλέπετε μή τις ὑμᾶς πλανήσῃ· ⸀πολλοὶ7 ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες ὅτι Ἐγώ εἰμι, καὶ πολλοὺς πλανήσουσιν. ὅταν δὲ ⸀ἀκούσητε8 πολέμους καὶ ἀκοὰς πολέμων, μὴ θροεῖσθε· ⸀δεῖ9 γενέσθαι, ἀλλʼ οὔπω τὸ τέλος. ἐγερθήσεται γὰρ ἔθνος ἐπʼ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, ⸀ἔσονται10 σεισμοὶ κατὰ τόπους, ⸁ἔσονται11 ⸀λιμοί12 ⸀ἀρχὴ13 ὠδίνων ταῦτα. βλέπετε δὲ ὑμεῖς ἑαυτούς· ⸀παραδώσουσιν14 ὑμᾶς εἰς συνέδρια καὶ εἰς συναγωγὰς δαρήσεσθε καὶ ἐπὶ ἡγεμόνων καὶ βασιλέων σταθήσεσθε ἕνεκεν ἐμοῦ εἰς μαρτύριον αὐτοῖς. καὶ εἰς πάντα τὰ ἔθνη ⸂πρῶτον δεῖ15 κηρυχθῆναι τὸ εὐαγγέλιον. ⸂καὶ ὅταν16 ⸀ἄγωσιν17 ὑμᾶς παραδιδόντες, μὴ προμεριμνᾶτε τί ⸀λαλήσητε18 ἀλλʼ ὃ ἐὰν δοθῇ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τοῦτο λαλεῖτε, οὐ γάρ ἐστε ὑμεῖς οἱ λαλοῦντες ἀλλὰ τὸ πνεῦμα τὸ ἅγιον. ⸂καὶ παραδώσει19 ἀδελφὸς ἀδελφὸν εἰς θάνατον καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς· καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται. Ὅταν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως ⸀ἑστηκότα20 ὅπου οὐ δεῖ, ὁ ἀναγινώσκων νοείτω, τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, ⸀ὁ21 ἐπὶ τοῦ δώματος μὴ ⸀καταβάτω22 μηδὲ εἰσελθάτω ⸂τι ἆραι23 ἐκ τῆς οἰκίας αὐτοῦ, καὶ ὁ εἰς τὸν ⸀ἀγρὸν24 μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω ἆραι τὸ ἱμάτιον αὐτοῦ. οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις. προσεύχεσθε δὲ ἵνα μὴ ⸀γένηται25 χειμῶνος· ἔσονται γὰρ αἱ ἡμέραι ἐκεῖναι θλῖψις οἵα οὐ γέγονεν τοιαύτη ἀπʼ ἀρχῆς κτίσεως ⸀ἣν26 ἔκτισεν ὁ θεὸς ἕως τοῦ νῦν καὶ οὐ μὴ γένηται. καὶ εἰ μὴ ⸂ἐκολόβωσεν κύριος27 τὰς ἡμέρας, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ. ἀλλὰ διὰ τοὺς ἐκλεκτοὺς οὓς ἐξελέξατο ἐκολόβωσεν τὰς ἡμέρας. ⸀καὶ28 τότε ἐάν τις ὑμῖν εἴπῃ· ⸀Ἴδε29 ὧδε ὁ ⸀χριστός30 ⸁Ἴδε31 ἐκεῖ, μὴ πιστεύετε· ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται καὶ δώσουσιν σημεῖα καὶ τέρατα πρὸς τὸ ἀποπλανᾶν εἰ ⸀δυνατὸν32 τοὺς ἐκλεκτούς· ὑμεῖς δὲ βλέπετε· ⸀προείρηκα33 ὑμῖν πάντα. Ἀλλὰ ἐν ἐκείναις ταῖς ἡμέραις μετὰ τὴν θλῖψιν ἐκείνην ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες ⸂ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες34, καὶ αἱ δυνάμεις αἱ ἐν τοῖς οὐρανοῖς σαλευθήσονται. καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης· καὶ τότε ἀποστελεῖ τοὺς ⸀ἀγγέλους35 καὶ ἐπισυνάξει τοὺς ⸀ἐκλεκτοὺς36 ἐκ τῶν τεσσάρων ἀνέμων ἀπʼ ἄκρου γῆς ἕως ἄκρου οὐρανοῦ. Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ⸂ἤδη ὁ κλάδος αὐτῆς37 ἁπαλὸς γένηται καὶ ἐκφύῃ τὰ φύλλα, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος ἐστίν· οὕτως καὶ ὑμεῖς, ὅταν ⸂ἴδητε ταῦτα38 γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις. ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη μέχρις οὗ ⸂ταῦτα πάντα39 γένηται. ὁ οὐρανὸς καὶ ἡ γῆ ⸀παρελεύσονται40 οἱ δὲ λόγοι μου οὐ ⸀μὴ41 ⸁παρελεύσονται42 Περὶ δὲ τῆς43 ἡμέρας ἐκείνης ἢ ⸀τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι ⸀ἐν44 οὐρανῷ οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ πατήρ. βλέπετε ⸀ἀγρυπνεῖτε45 οὐκ οἴδατε γὰρ πότε ὁ καιρός ἐστιν· ὡς ἄνθρωπος ἀπόδημος ἀφεὶς τὴν οἰκίαν αὐτοῦ καὶ δοὺς τοῖς δούλοις αὐτοῦ τὴν ἐξουσίαν, ⸀ἑκάστῳ46 τὸ ἔργον αὐτοῦ, καὶ τῷ θυρωρῷ ἐνετείλατο ἵνα γρηγορῇ. γρηγορεῖτε οὖν, οὐκ οἴδατε γὰρ πότε ὁ κύριος τῆς οἰκίας ἔρχεται, ⸀ἢ47 ὀψὲ ἢ ⸀μεσονύκτιον48 ἢ ἀλεκτοροφωνίας ἢ πρωΐ, μὴ ἐλθὼν ἐξαίφνης εὕρῃ ὑμᾶς καθεύδοντας· ⸀ὃ49 δὲ ὑμῖν λέγω πᾶσιν λέγω· γρηγορεῖτε.
Source notes (49)
- Footnote Ἰησοῦς WH Treg NA28 ] + ἀποκριθεὶς RP
- Footnote ὧδε WH Treg NA28 ] – RP
- Footnote λίθον WH Treg NA28 ] λίθῷ RP
- Footnote ἐπηρώτα WH Treg NA28 ] ἐπηρώτων RP
- Footnote ταῦτα συντελεῖσθαι πάντα WH Treg NA28 ] πάντα ταῦτα συντελεῖσθαι RP
- Footnote ἤρξατο λέγειν αὐτοῖς WH Treg NA28 ] ἀποκριθεὶς αὐτοῖς ἤρξατο λέγειν RP
- Footnote πολλοὶ WH NA28 ] + γὰρ Treg RP
- Footnote ἀκούσητε WH NA28 RP ] ἀκούετε Treg
- Footnote δεῖ WH NA28 ] + γὰρ Treg RP
- Footnote ⸀ἔσονται WH Treg NA28 ] καὶ ἔσονται RP
- Footnote ⸁ἔσονται WH NA28 ] καὶ ἔσονται Treg RP
- Footnote λιμοί WH Treg NA28 ] + καὶ ταραχαί RP
- Footnote ἀρχὴ WH Treg NA28 ] ἀρχαὶ RP
- Footnote παραδώσουσιν WH NA28 ] + γὰρ Treg RP
- Footnote πρῶτον δεῖ WH Treg NA28 ] δεῖ πρῶτον RP
- Footnote καὶ ὅταν WH Treg NA28 ] Ὅταν δὲ RP
- Footnote ἄγωσιν WH Treg NA28 ] ἀγάγωσιν RP
- Footnote λαλήσητε WH Treg NA28 ] + μηδὲ μελετᾶτε RP
- Footnote καὶ παραδώσει WH Treg NA28 ] Παραδώσει δὲ RP
- Footnote ἑστηκότα WH Treg NA28 ] τὸ ῥηθὲν ὑπὸ Δανιὴλ τοῦ προφήτου ἑστὼς RP
- Footnote ὁ WH NIV ] + δὲ Treg RP NA28
- Footnote καταβάτω WH NA28 ] + εἰς τὴν οἰκίαν Treg RP
- Footnote τι ἆραι WH Treg ] ἆραί τι NA28 RP
- Footnote ἀγρὸν WH Treg NA28 ] + ὢν RP
- Footnote γένηται WH Treg NA28 ] + ἡ φυγὴ ὑμῶν RP
- Footnote ἣν WH Treg NA28 ] ἧς RP
- Footnote ἐκολόβωσεν κύριος WH NA28 ] κύριος ἐκολόβωσεν Treg RP
- Footnote καὶ WH Treg NA28 ] – RP
- Footnote ⸀Ἴδε WH Treg NA28 ] Ἰδού RP
- Footnote χριστός WH NA28 ] + ἢ Treg RP
- Footnote ⸁Ἴδε WH Treg NA28 ] Ἰδού RP
- Footnote δυνατὸν WH NA28 ] + καὶ Treg RP
- Footnote προείρηκα WH Treg NA28 ] ἰδού προείρηκα RP
- Footnote ἔσονται ἐκ τοῦ οὐρανοῦ πίπτοντες WH Treg NA28 ] τοῦ οὐρανοῦ ἔσονται ἐκπίπτοντες RP
- Footnote ἀγγέλους WH Treg NA28 ] + αὐτοῦ RP
- Footnote ἐκλεκτοὺς Treg ] + αὐτοῦ WH NA28 RP
- Footnote ἤδη ὁ κλάδος αὐτῆς WH Treg NA28 ] αὐτῆς ἤδη ὁ κλάδος RP
- Footnote ἴδητε ταῦτα WH Treg NA28 ] ταῦτα ἴδητε RP
- Footnote ταῦτα πάντα WH Treg NA28 ] πάντα ταῦτα RP
- Footnote ⸀παρελεύσονται WH Treg NA28 ] παρελεύσεται RP
- Footnote μὴ NA28 RP ] – WH Treg
- Footnote ⸁παρελεύσονται WH Treg NA28 ] παρέλθωσιν RP
- Footnote τῆς WH Treg NA28 ] – RP
- Footnote ἐν WH Treg NA28 ] οἱ ἐν RP
- Footnote ἀγρυπνεῖτε WH NA28 ] + καὶ προσεύχεσθε Treg RP
- Footnote ἑκάστῳ WH Treg NA28 ] καὶ ἑκάστῳ RP
- Footnote ἢ WH Treg NA28 ] – RP
- Footnote μεσονύκτιον WH Treg NA28 ] μεσονυκτίου RP
- Footnote ὃ WH Treg NA28 ] Ἃ RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.