Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΜΑΡΚΟΝ 14

Ἦν δὲ τὸ πάσχα καὶ τὰ ἄζυμα μετὰ δύο ἡμέρας. καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς πῶς αὐτὸν ἐν δόλῳ κρατήσαντες ἀποκτείνωσιν, ἔλεγον ⸀γάρ1 Μὴ ἐν τῇ ἑορτῇ, μήποτε ⸂ἔσται θόρυβος2 τοῦ λαοῦ.

Καὶ ὄντος αὐτοῦ ἐν Βηθανίᾳ ἐν τῇ οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ κατακειμένου αὐτοῦ ἦλθεν γυνὴ ἔχουσα ἀλάβαστρον μύρου νάρδου πιστικῆς πολυτελοῦς· ⸀συντρίψασα3 ⸀τὴν4 ἀλάβαστρον κατέχεεν ⸀αὐτοῦ5 τῆς κεφαλῆς. ἦσαν δέ τινες ἀγανακτοῦντες πρὸς ⸀ἑαυτούς6 Εἰς τί ἡ ἀπώλεια αὕτη τοῦ μύρου γέγονεν; ἠδύνατο γὰρ τοῦτο ⸂τὸ μύρον7 πραθῆναι ἐπάνω ⸂δηναρίων τριακοσίων8 καὶ δοθῆναι τοῖς πτωχοῖς· καὶ ἐνεβριμῶντο αὐτῇ. ὁ δὲ Ἰησοῦς εἶπεν· Ἄφετε αὐτήν· τί αὐτῇ κόπους παρέχετε; καλὸν ἔργον ἠργάσατο ἐν ἐμοί· πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθʼ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε ⸀αὐτοῖς9 εὖ ποιῆσαι, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε· ὃ ⸀ἔσχεν10 ἐποίησεν, προέλαβεν μυρίσαι ⸂τὸ σῶμά μου11 εἰς τὸν ἐνταφιασμόν. ἀμὴν ⸀δὲ12 λέγω ὑμῖν, ὅπου ⸀ἐὰν13 κηρυχθῇ τὸ ⸀εὐαγγέλιον14 εἰς ὅλον τὸν κόσμον, καὶ ὃ ἐποίησεν αὕτη λαληθήσεται εἰς μνημόσυνον αὐτῆς.

⸀Καὶ15 Ἰούδας ⸂Ἰσκαριὼθ ὁ 16 εἷς τῶν δώδεκα ἀπῆλθεν πρὸς τοὺς ἀρχιερεῖς ἵνα αὐτὸν ⸂παραδοῖ αὐτοῖς17. οἱ δὲ ἀκούσαντες ἐχάρησαν καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι. καὶ ἐζήτει πῶς ⸂αὐτὸν εὐκαίρως παραδοῖ18.

Καὶ τῇ πρώτῃ ἡμέρᾳ τῶν ἀζύμων, ὅτε τὸ πάσχα ἔθυον, λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Ποῦ θέλεις ἀπελθόντες ἑτοιμάσωμεν ἵνα φάγῃς τὸ πάσχα; καὶ ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ καὶ λέγει αὐτοῖς· Ὑπάγετε εἰς τὴν πόλιν, καὶ ἀπαντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ, καὶ ὅπου ⸀ἐὰν19 εἰσέλθῃ εἴπατε τῷ οἰκοδεσπότῃ ὅτι Ὁ διδάσκαλος λέγει· Ποῦ ἐστιν τὸ κατάλυμά ⸀μου20 ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; καὶ21 αὐτὸς ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον ἕτοιμον· ⸀καὶ ἐκεῖ ἑτοιμάσατε ἡμῖν. καὶ ἐξῆλθον οἱ ⸀μαθηταὶ22 καὶ ἦλθον εἰς τὴν πόλιν καὶ εὗρον καθὼς εἶπεν αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.

Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα. καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων ⸂ὁ Ἰησοῦς εἶπεν23 · Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με ὁ ἐσθίων μετʼ ἐμοῦ. ⸀ἤρξαντο24 λυπεῖσθαι καὶ λέγειν αὐτῷ εἷς κατὰ εἷς· Μήτι ⸀ἐγώ25 ὁ ⸀δὲ26 εἶπεν αὐτοῖς· ⸀Εἷς27 τῶν δώδεκα, ὁ ἐμβαπτόμενος μετʼ ἐμοῦ εἰς ⸀τὸ28 τρύβλιον· ⸀ὅτι29 ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ διʼ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· ⸀καλὸν30 αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.

Καὶ ἐσθιόντων αὐτῶν ⸀λαβὼν31 ἄρτον εὐλογήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς καὶ εἶπεν· ⸀Λάβετε, τοῦτό ἐστιν τὸ σῶμά μου.32 καὶ ⸀λαβὼν33 ποτήριον εὐχαριστήσας ἔδωκεν αὐτοῖς, καὶ ἔπιον ἐξ αὐτοῦ πάντες. καὶ εἶπεν αὐτοῖς· Τοῦτό ἐστιν τὸ αἷμά μου ⸀τῆς34 διαθήκης τὸ ⸂ἐκχυννόμενον ὑπὲρ πολλῶν35. ἀμὴν λέγω ὑμῖν ὅτι οὐκέτι οὐ μὴ πίω ἐκ τοῦ γενήματος τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω καινὸν ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ.

Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν. Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς ὅτι Πάντες ⸀σκανδαλισθήσεσθε36 ὅτι γέγραπται· Πατάξω τὸν ποιμένα, καὶ ⸂τὰ πρόβατα διασκορπισθήσονται37. ἀλλὰ μετὰ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν. ὁ δὲ Πέτρος ἔφη αὐτῷ· ⸂Εἰ καὶ38 πάντες σκανδαλισθήσονται, ἀλλʼ οὐκ ἐγώ. καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· Ἀμὴν λέγω σοι ὅτι σὺ σήμερον ⸂ταύτῃ τῇ νυκτὶ39 πρὶν ἢ δὶς ἀλέκτορα φωνῆσαι τρίς ⸂με ἀπαρνήσῃ40. ὁ δὲ ⸂ἐκπερισσῶς ἐλάλει41 · Ἐὰν ⸂δέῃ με42 συναποθανεῖν σοι, οὐ μή σε ⸀ἀπαρνήσομαι43 ὡσαύτως δὲ καὶ πάντες ἔλεγον.

Καὶ ἔρχονται εἰς χωρίον οὗ τὸ ὄνομα Γεθσημανί, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ· Καθίσατε ὧδε ἕως προσεύξωμαι. καὶ παραλαμβάνει τὸν Πέτρον καὶ ⸂Ἰάκωβον καὶ44 Ἰωάννην μετʼ ⸀αὐτοῦ45 καὶ ἤρξατο ἐκθαμβεῖσθαι καὶ ἀδημονεῖν, καὶ λέγει αὐτοῖς· Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε. καὶ ⸂προελθὼν μικρὸν ἔπιπτεν46 ἐπὶ τῆς γῆς, καὶ προσηύχετο ἵνα εἰ δυνατόν ἐστιν παρέλθῃ ἀπʼ αὐτοῦ ἡ ὥρα, καὶ ἔλεγεν· Αββα ὁ πατήρ, πάντα δυνατά σοι· παρένεγκε τὸ ποτήριον ⸂τοῦτο ἀπʼ ἐμοῦ47 · ἀλλʼ οὐ τί ἐγὼ θέλω ἀλλὰ τί σύ. καὶ ἔρχεται καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας, καὶ λέγει τῷ Πέτρῳ· Σίμων, καθεύδεις; οὐκ ἴσχυσας μίαν ὥραν γρηγορῆσαι; γρηγορεῖτε καὶ προσεύχεσθε, ἵνα μὴ ⸀ἔλθητε48 εἰς πειρασμόν· τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής. καὶ πάλιν ἀπελθὼν προσηύξατο τὸν αὐτὸν λόγον εἰπών. καὶ ⸂πάλιν ἐλθὼν εὗρεν αὐτοὺς49 καθεύδοντας, ἦσαν γὰρ ⸂αὐτῶν οἱ ὀφθαλμοὶ50 ⸀καταβαρυνόμενοι51 καὶ οὐκ ᾔδεισαν τί ⸂ἀποκριθῶσιν αὐτῷ52. καὶ ἔρχεται τὸ53 τρίτον καὶ λέγει αὐτοῖς· Καθεύδετε ⸀τὸ λοιπὸν καὶ ἀναπαύεσθε· ἀπέχει· ἦλθεν ἡ ὥρα, ἰδοὺ παραδίδοται ὁ υἱὸς τοῦ ἀνθρώπου εἰς τὰς χεῖρας τῶν ἁμαρτωλῶν. ἐγείρεσθε ἄγωμεν· ἰδοὺ ὁ παραδιδούς με ἤγγικεν.

Καὶ ⸀εὐθὺς54 ἔτι αὐτοῦ λαλοῦντος παραγίνεται ⸀Ἰούδας55 ⸀εἷς56 τῶν δώδεκα καὶ μετʼ αὐτοῦ ⸀ὄχλος57 μετὰ μαχαιρῶν καὶ ξύλων παρὰ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων καὶ τῶν πρεσβυτέρων. δεδώκει δὲ ὁ παραδιδοὺς αὐτὸν σύσσημον αὐτοῖς λέγων· Ὃν ἂν φιλήσω αὐτός ἐστιν· κρατήσατε αὐτὸν καὶ ⸀ἀπάγετε58 ἀσφαλῶς. καὶ ἐλθὼν ⸀εὐθὺς59 προσελθὼν αὐτῷ λέγει· ⸀Ῥαββί60 καὶ κατεφίλησεν αὐτόν. οἱ δὲ ἐπέβαλαν ⸂τὰς χεῖρας αὐτῷ61 καὶ ἐκράτησαν αὐτόν. εἷς δέ ⸀τις62 τῶν παρεστηκότων σπασάμενος τὴν μάχαιραν ἔπαισεν τὸν δοῦλον τοῦ ἀρχιερέως καὶ ἀφεῖλεν αὐτοῦ τὸ ⸀ὠτάριον63 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; καθʼ ἡμέραν ἤμην πρὸς ὑμᾶς ἐν τῷ ἱερῷ διδάσκων καὶ οὐκ ἐκρατήσατέ με· ἀλλʼ ἵνα πληρωθῶσιν αἱ γραφαί. καὶ ἀφέντες αὐτὸν ⸂ἔφυγον πάντες64.

Καὶ ⸂νεανίσκος τις65 ⸀συνηκολούθει66 αὐτῷ περιβεβλημένος σινδόνα ἐπὶ γυμνοῦ, καὶ κρατοῦσιν ⸀αὐτόν67 ὁ δὲ καταλιπὼν τὴν σινδόνα γυμνὸς ⸀ἔφυγεν68

Καὶ ἀπήγαγον τὸν Ἰησοῦν πρὸς τὸν ἀρχιερέα, καὶ ⸀συνέρχονται69 πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι καὶ οἱ γραμματεῖς. καὶ ὁ Πέτρος ἀπὸ μακρόθεν ἠκολούθησεν αὐτῷ ἕως ἔσω εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως καὶ ἦν συγκαθήμενος μετὰ τῶν ὑπηρετῶν καὶ θερμαινόμενος πρὸς τὸ φῶς. οἱ δὲ ἀρχιερεῖς καὶ ὅλον τὸ συνέδριον ἐζήτουν κατὰ τοῦ Ἰησοῦ μαρτυρίαν εἰς τὸ θανατῶσαι αὐτόν, καὶ οὐχ ηὕρισκον· πολλοὶ γὰρ ἐψευδομαρτύρουν κατʼ αὐτοῦ, καὶ ἴσαι αἱ μαρτυρίαι οὐκ ἦσαν. καί τινες ἀναστάντες ἐψευδομαρτύρουν κατʼ αὐτοῦ λέγοντες ὅτι Ἡμεῖς ἠκούσαμεν αὐτοῦ λέγοντος ὅτι Ἐγὼ καταλύσω τὸν ναὸν τοῦτον τὸν χειροποίητον καὶ διὰ τριῶν ἡμερῶν ἄλλον ἀχειροποίητον οἰκοδομήσω· καὶ οὐδὲ οὕτως ἴση ἦν ἡ μαρτυρία αὐτῶν. καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἰς μέσον ἐπηρώτησεν τὸν Ἰησοῦν λέγων· Οὐκ ἀποκρίνῃ οὐδέν; τί οὗτοί σου καταμαρτυροῦσιν; ὁ δὲ ἐσιώπα καὶ ⸂οὐκ ἀπεκρίνατο οὐδέν70. πάλιν ὁ ἀρχιερεὺς ἐπηρώτα αὐτὸν καὶ λέγει αὐτῷ· Σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ εὐλογητοῦ; ὁ δὲ Ἰησοῦς εἶπεν· Ἐγώ εἰμι, καὶ ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν καθήμενον τῆς δυνάμεως καὶ ἐρχόμενον μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ. ὁ δὲ ἀρχιερεὺς διαρρήξας τοὺς χιτῶνας αὐτοῦ λέγει· Τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἠκούσατε τῆς βλασφημίας· τί ὑμῖν φαίνεται; οἱ δὲ πάντες κατέκριναν αὐτὸν ⸂ἔνοχον εἶναι71 θανάτου. καὶ ἤρξαντό τινες ἐμπτύειν αὐτῷ καὶ περικαλύπτειν ⸂αὐτοῦ τὸ πρόσωπον72 καὶ κολαφίζειν αὐτὸν καὶ λέγειν αὐτῷ· Προφήτευσον, καὶ οἱ ὑπηρέται ῥαπίσμασιν αὐτὸν ⸀ἔλαβον73

Καὶ ὄντος τοῦ Πέτρου ⸂κάτω ἐν τῇ αὐλῇ74 ἔρχεται μία τῶν παιδισκῶν τοῦ ἀρχιερέως, καὶ ἰδοῦσα τὸν Πέτρον θερμαινόμενον ἐμβλέψασα αὐτῷ λέγει· Καὶ σὺ μετὰ τοῦ Ναζαρηνοῦ ⸂ἦσθα τοῦ Ἰησοῦ75 · ὁ δὲ ἠρνήσατο λέγων· ⸂Οὔτε οἶδα οὔτε ἐπίσταμαι σὺ τί76 λέγεις, καὶ ἐξῆλθεν ἔξω εἰς τὸ προαύλιον ⸂καὶ ἀλέκτωρ ἐφώνησεν77. καὶ ἡ παιδίσκη ἰδοῦσα αὐτὸν ⸂ἤρξατο πάλιν78 λέγειν τοῖς ⸀παρεστῶσιν79 ὅτι Οὗτος ἐξ αὐτῶν ἐστιν. ὁ δὲ πάλιν ἠρνεῖτο. καὶ μετὰ μικρὸν πάλιν οἱ παρεστῶτες ἔλεγον τῷ Πέτρῳ· Ἀληθῶς ἐξ αὐτῶν εἶ, καὶ γὰρ Γαλιλαῖος εἶ ⸂καὶ ἡ λαλιά σου ὁμοιάζει80 · ὁ δὲ ἤρξατο ἀναθεματίζειν καὶ ὀμνύναι ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον τοῦτον ὃν λέγετε. καὶ ⸀εὐθὺς81 ἐκ δευτέρου ἀλέκτωρ ἐφώνησεν· καὶ ἀνεμνήσθη ὁ Πέτρος τὸ ῥῆμα ⸀ὡς82 εἶπεν αὐτῷ ὁ Ἰησοῦς ὅτι Πρὶν ἀλέκτορα ⸂φωνῆσαι δὶς τρίς με ἀπαρνήσῃ83, καὶ ἐπιβαλὼν ἔκλαιεν.

Source notes (83)
  1. Footnote γάρ WH Treg NA28 ] δέ RP
  2. Footnote ἔσται θόρυβος WH Treg NA28 ] θόρυβος ἔσται RP
  3. Footnote συντρίψασα WH NA28 ] καὶ συντρίψασα Treg RP
  4. Footnote τὴν WH Treg NA28 ] τὸ RP
  5. Footnote αὐτοῦ WH Treg NA28 ] + κατὰ RP
  6. Footnote ἑαυτούς WH NA28 ] + καὶ λέγοντες Treg RP
  7. Footnote τὸ μύρον WH Treg NA28 ] – RP
  8. Footnote δηναρίων τριακοσίων WH Treg NA28 ] τριακοσίων δηναρίων RP
  9. Footnote αὐτοῖς NA28 Treg ] αὐτοῖς πάντοτε WH; αὐτοὺς RP
  10. Footnote ἔσχεν WH NA28 ] + αὕτη Treg RP
  11. Footnote τὸ σῶμά μου WH Treg NA28 ] μου τὸ σῶμα RP
  12. Footnote δὲ WH Treg NA28 ] – RP
  13. Footnote ἐὰν WH NA28 RP ] ἂν Treg
  14. Footnote εὐαγγέλιον WH Treg NA28 ] + τοῦτο RP
  15. Footnote Καὶ WH Treg NA28 ] + ὁ RP
  16. Footnote Ἰσκαριὼθ ὁ WH NA28 ] Ἰσκαριώτης ὁ Treg; ὁ Ἰσκαριώτης RP
  17. Footnote παραδοῖ αὐτοῖς WH Treg NA28 ] παραδῷ αὐτὸν RP
  18. Footnote αὐτὸν εὐκαίρως παραδοῖ WH Treg NA28 ] εὐκαίρως αὐτὸν παραδῷ RP
  19. Footnote ἐὰν WH NA28 RP ] ἂν Treg
  20. Footnote μου WH Treg NA28 ] – RP
  21. Footnote καὶ WH Treg NA28 ] – RP
  22. Footnote μαθηταὶ WH NA28 ] + αὐτοῦ Treg RP
  23. Footnote ὁ Ἰησοῦς εἶπεν WH NA28 ] εἶπεν ὁ Ἰησοῦς Treg RP
  24. Footnote ἤρξαντο WH NA28 ] οἱ δὲ ἤρξαντο Treg RP
  25. Footnote ἐγώ WH Treg NA28 ] + Καὶ ἄλλος Μήτι ἐγώ RP
  26. Footnote δὲ WH Treg NA28 ] + ἀποκριθεὶς RP
  27. Footnote Εἷς WH NA28 ] + ἐκ Treg RP
  28. Footnote τὸ Treg NA28 RP ] + ἓν WH
  29. Footnote ὅτι WH Treg NA28 ] – RP
  30. Footnote καλὸν WH NA28 ] + ἦν Treg RP
  31. Footnote λαβὼν WH NA28 ] + ὁ Ἰησοῦς Treg NIV RP
  32. Footnote Λάβετε WH Treg NA28 ] + φάγετε RP
  33. Footnote λαβὼν WH Treg NA28 ] + τὸ RP
  34. Footnote τῆς WH NA28 ] τὸ τῆς Treg; τὸ τῆς καινῆς RP
  35. Footnote ἐκχυννόμενον ὑπὲρ πολλῶν WH Treg NA28 ] περὶ πολλῶν ἐκχυνόμενον RP
  36. Footnote σκανδαλισθήσεσθε WH Treg NA28 ] + ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ RP
  37. Footnote τὰ πρόβατα διασκορπισθήσονται WH Treg NA28 ] διασκορπισθήσεται τὰ πρόβατα RP
  38. Footnote Εἰ καὶ WH Treg NA28 ] Καὶ εἰ RP
  39. Footnote ταύτῃ τῇ νυκτὶ WH Treg NA28 ] ἐν τῇ νυκτὶ ταύτῃ RP
  40. Footnote με ἀπαρνήσῃ WH Treg NA28 ] ἀπαρνήσῃ με RP
  41. Footnote ἐκπερισσῶς ἐλάλει WH Treg NA28 ] ἐκπερισσοῦ ἔλεγεν μᾶλλον RP
  42. Footnote δέῃ με WH Treg NA28 ] με δέῃ RP
  43. Footnote ἀπαρνήσομαι WH Treg NA28 ] ἀπαρνήσωμαι RP
  44. Footnote Ἰάκωβον καὶ Treg NIV RP ] τὸν Ἰάκωβον καὶ τὸν WH NA28
  45. Footnote αὐτοῦ WH Treg NA28 ] ἑαυτοῦ RP
  46. Footnote προελθὼν μικρὸν ἔπιπτεν WH NA28 ] προσελθὼν μικρὸν ἔπεσεν Treg RP
  47. Footnote τοῦτο ἀπʼ ἐμοῦ WH Treg NA28 ] ἀπʼ ἐμοῦ τοῦτο RP
  48. Footnote ἔλθητε WH NA28 ] εἰσέλθητε Treg RP
  49. Footnote πάλιν ἐλθὼν εὗρεν αὐτοὺς WH NA28 ] ἐλθὼν εὗρεν αὐτοὺς Treg; ὑποστρέψας εὗρεν αὐτοὺς πάλιν RP
  50. Footnote αὐτῶν οἱ ὀφθαλμοὶ WH NA28 ] οἱ ὀφθαλμοὶ αὐτῶν Treg RP
  51. Footnote καταβαρυνόμενοι WH Treg NA28 ] βεβαρημένοι RP
  52. Footnote ἀποκριθῶσιν αὐτῷ WH Treg NA28 ] αὐτῷ ἀποκριθῶσιν RP
  53. Footnote τὸ WH NA28 ] – Treg RP
  54. Footnote εὐθὺς WH Treg NA28 ] εὐθέως RP
  55. Footnote Ἰούδας NA28 RP ] ὁ Ἰούδας WH; ὁ Ἰούδας ὁ Ἰσκαριώτης Treg
  56. Footnote εἷς WH Treg NA28 ] + ὢν RP
  57. Footnote ὄχλος WH Treg NA28 ] + πολὺς RP
  58. Footnote ἀπάγετε WH Treg NA28 ] ἀπαγάγετε RP
  59. Footnote εὐθὺς WH Treg NA28 ] εὐθέως RP
  60. Footnote Ῥαββί WH Treg NA28 ] αὐτῷ Ῥαββί ῥαββί RP
  61. Footnote τὰς χεῖρας αὐτῷ WH Treg NA28 ] ἐπʼ αὐτὸν τὰς χεῖρας αὐτῶν RP
  62. Footnote τις WH NA28 RP ] – Treg
  63. Footnote ὠτάριον WH Treg NA28 ] ὠτίον RP
  64. Footnote ἔφυγον πάντες WH Treg NA28 ] πάντες ἔφυγον RP
  65. Footnote νεανίσκος τις WH Treg NA28 ] εἷς τις νεανίσκος RP
  66. Footnote συνηκολούθει WH Treg NA28 ] ἠκολούθησεν RP
  67. Footnote αὐτόν WH Treg NA28 ] + οἱ νεανίσκοι RP
  68. Footnote ἔφυγεν WH Treg NA28 ] + ἀπʼ αὐτῶν RP
  69. Footnote συνέρχονται WH NA28 ] + αὐτῷ Treg RP
  70. Footnote οὐκ ἀπεκρίνατο οὐδέν WH Treg NA28 ] οὐδὲν ἀπεκρίνατο RP
  71. Footnote ἔνοχον εἶναι WH Treg NA28 ] εἶναι ἔνοχον RP
  72. Footnote αὐτοῦ τὸ πρόσωπον WH Treg NA28 ] τὸ πρόσωπον αὐτοῦ RP
  73. Footnote ἔλαβον WH Treg NA28 ] ἔβαλλον RP
  74. Footnote κάτω ἐν τῇ αὐλῇ WH Treg NA28 ] ἐν τῇ αὐλῇ κάτω RP
  75. Footnote ἦσθα τοῦ Ἰησοῦ WH Treg NA28 ] Ἰησοῦ ἦσθα RP
  76. Footnote Οὔτε οἶδα οὔτε ἐπίσταμαι σὺ τί WH Treg NA28 ] Οὐκ οἶδα οὐδὲ ἐπίσταμαι τί σὺ RP
  77. Footnote καὶ ἀλέκτωρ ἐφώνησεν Treg RP NA28 ] – WH NIV
  78. Footnote ἤρξατο πάλιν WH NA28 ] πάλιν ἤρξατο Treg RP
  79. Footnote παρεστῶσιν WH Treg NA28 ] παρεστηκόσιν RP
  80. Footnote καὶ ἡ λαλιά σου ὁμοιάζει RP ] – WH Treg NA28
  81. Footnote εὐθὺς WH Treg NA28 ] – RP
  82. Footnote ὡς WH Treg NA28 ] ὃ RP
  83. Footnote φωνῆσαι δὶς τρίς με ἀπαρνήσῃ NA28 ] δὶς φωνῆσαι τρίς με ἀπαρνήσῃ WH Treg; φωνῆσαι δὶς ἀπαρνήσῃ με τρίς RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.