Η Καινή Διαθήκη
ΚΑΤΑ ΜΑΡΚΟΝ 15
Καὶ ⸀εὐθὺς1 πρωῒ συμβούλιον ποιήσαντες οἱ ἀρχιερεῖς μετὰ τῶν πρεσβυτέρων καὶ γραμματέων καὶ ὅλον τὸ συνέδριον δήσαντες τὸν Ἰησοῦν ἀπήνεγκαν καὶ ⸀παρέδωκαν2 Πιλάτῳ. καὶ ἐπηρώτησεν αὐτὸν ὁ Πιλᾶτος· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς ⸂αὐτῷ λέγει3 · Σὺ λέγεις. καὶ κατηγόρουν αὐτοῦ οἱ ἀρχιερεῖς πολλά. ὁ δὲ Πιλᾶτος πάλιν ⸀ἐπηρώτα4 αὐτὸν λέγων· Οὐκ ἀποκρίνῃ οὐδέν; ἴδε πόσα σου ⸀κατηγοροῦσιν5 ὁ δὲ Ἰησοῦς οὐκέτι οὐδὲν ἀπεκρίθη, ὥστε θαυμάζειν τὸν Πιλᾶτον. Κατὰ δὲ ἑορτὴν ἀπέλυεν αὐτοῖς ἕνα δέσμιον ⸂ὃν παρῃτοῦντο6. ἦν δὲ ὁ λεγόμενος Βαραββᾶς μετὰ τῶν ⸀στασιαστῶν7 δεδεμένος οἵτινες ἐν τῇ στάσει φόνον πεποιήκεισαν. καὶ ⸀ἀναβὰς8 ὁ ὄχλος ἤρξατο αἰτεῖσθαι ⸀καθὼς9 ἐποίει αὐτοῖς. ὁ δὲ Πιλᾶτος ἀπεκρίθη αὐτοῖς λέγων· Θέλετε ἀπολύσω ὑμῖν τὸν βασιλέα τῶν Ἰουδαίων; ἐγίνωσκεν γὰρ ὅτι διὰ φθόνον παραδεδώκεισαν αὐτὸν οἱ ἀρχιερεῖς. οἱ δὲ ἀρχιερεῖς ἀνέσεισαν τὸν ὄχλον ἵνα μᾶλλον τὸν Βαραββᾶν ἀπολύσῃ αὐτοῖς. ὁ δὲ Πιλᾶτος ⸂πάλιν ἀποκριθεὶς ἔλεγεν10 αὐτοῖς· Τί οὖν ⸀θέλετε11 ποιήσω ⸂ὃν λέγετε12 ⸀τὸν13 βασιλέα τῶν Ἰουδαίων; οἱ δὲ πάλιν ἔκραξαν· Σταύρωσον αὐτόν. ὁ δὲ Πιλᾶτος ἔλεγεν αὐτοῖς· Τί γὰρ ⸂ἐποίησεν κακόν14 ; οἱ δὲ ⸀περισσῶς15 ἔκραξαν· Σταύρωσον αὐτόν. ὁ δὲ Πιλᾶτος βουλόμενος τῷ ὄχλῳ τὸ ἱκανὸν ποιῆσαι ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, καὶ παρέδωκεν τὸν Ἰησοῦν φραγελλώσας ἵνα σταυρωθῇ. Οἱ δὲ στρατιῶται ἀπήγαγον αὐτὸν ἔσω τῆς αὐλῆς, ὅ ἐστιν πραιτώριον, καὶ συγκαλοῦσιν ὅλην τὴν σπεῖραν. καὶ ⸀ἐνδιδύσκουσιν16 αὐτὸν πορφύραν καὶ περιτιθέασιν αὐτῷ πλέξαντες ἀκάνθινον στέφανον· καὶ ἤρξαντο ἀσπάζεσθαι αὐτόν· Χαῖρε, ⸀βασιλεῦ17 τῶν Ἰουδαίων· καὶ ἔτυπτον αὐτοῦ τὴν κεφαλὴν καλάμῳ καὶ ἐνέπτυον αὐτῷ, καὶ τιθέντες τὰ γόνατα προσεκύνουν αὐτῷ. καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν πορφύραν καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια ⸂τὰ ἴδια18. καὶ ἐξάγουσιν αὐτὸν ἵνα ⸀σταυρώσωσιν19 αὐτόν. Καὶ ἀγγαρεύουσιν παράγοντά τινα Σίμωνα Κυρηναῖον ἐρχόμενον ἀπʼ ἀγροῦ, τὸν πατέρα Ἀλεξάνδρου καὶ Ῥούφου, ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. καὶ φέρουσιν αὐτὸν20 ἐπὶ ⸀τὸν ⸀Γολγοθᾶν21 τόπον, ὅ ἐστιν ⸀μεθερμηνευόμενον22 Κρανίου Τόπος. καὶ ἐδίδουν ⸀αὐτῷ23 ἐσμυρνισμένον οἶνον, ⸀ὃς24 δὲ οὐκ ἔλαβεν. καὶ ⸂σταυροῦσιν αὐτὸν καὶ25 διαμερίζονται τὰ ἱμάτια αὐτοῦ, βάλλοντες κλῆρον ἐπʼ αὐτὰ τίς τί ἄρῃ. Ἦν δὲ ὥρα τρίτη καὶ ἐσταύρωσαν αὐτόν. καὶ ἦν ἡ ἐπιγραφὴ τῆς αἰτίας αὐτοῦ ἐπιγεγραμμένη· Ὁ βασιλεὺς τῶν Ἰουδαίων. καὶ σὺν αὐτῷ σταυροῦσιν δύο λῃστάς, ἕνα ἐκ δεξιῶν καὶ ἕνα ἐξ εὐωνύμων ⸀αὐτοῦ26 Καὶ οἱ παραπορευόμενοι ἐβλασφήμουν αὐτὸν κινοῦντες τὰς κεφαλὰς αὐτῶν καὶ λέγοντες· Οὐὰ ὁ καταλύων τὸν ναὸν καὶ ⸂οἰκοδομῶν ἐν τρισὶν ἡμέραις27, σῶσον σεαυτὸν ⸀καταβὰς28 ἀπὸ τοῦ σταυροῦ. ὁμοίως καὶ οἱ ἀρχιερεῖς ἐμπαίζοντες πρὸς ἀλλήλους μετὰ τῶν γραμματέων ἔλεγον· Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι· ὁ χριστὸς ὁ ⸀βασιλεὺς29 Ἰσραὴλ καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ, ἵνα ἴδωμεν καὶ ⸀πιστεύσωμεν30 καὶ οἱ συνεσταυρωμένοι ⸀σὺν31 αὐτῷ ὠνείδιζον αὐτόν. ⸂Καὶ γενομένης32 ὥρας ἕκτης σκότος ἐγένετο ἐφʼ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης. καὶ τῇ ⸂ἐνάτῃ ὥρᾳ33 ἐβόησεν ὁ Ἰησοῦς φωνῇ ⸀μεγάλῃ34 Ἐλωῒ ἐλωῒ ⸀λεμὰ35 σαβαχθάνι; ὅ ἐστιν μεθερμηνευόμενον Ὁ θεός μου ὁ θεός μου, εἰς τί ⸂ἐγκατέλιπές με36 ; καί τινες τῶν παρεστηκότων ἀκούσαντες ἔλεγον· ⸀Ἴδε37 Ἠλίαν φωνεῖ. δραμὼν δέ ⸂τις καὶ38 γεμίσας σπόγγον ὄξους ⸀περιθεὶς39 καλάμῳ ἐπότιζεν αὐτόν, λέγων· Ἄφετε ἴδωμεν εἰ ἔρχεται Ἠλίας καθελεῖν αὐτόν. ὁ δὲ Ἰησοῦς ἀφεὶς φωνὴν μεγάλην ἐξέπνευσεν. καὶ τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπʼ ἄνωθεν ἕως κάτω. ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι ⸀οὕτως40 ἐξέπνευσεν εἶπεν· Ἀληθῶς ⸂οὗτος ὁ ἄνθρωπος41 υἱὸς ⸂θεοῦ ἦν42. Ἦσαν δὲ καὶ γυναῖκες ἀπὸ μακρόθεν θεωροῦσαι, ἐν ⸀αἷς43 καὶ ⸀Μαρία44 ἡ 45 Μαγδαληνὴ καὶ Μαρία ⸀ἡ Ἰακώβου τοῦ μικροῦ καὶ ⸀Ἰωσῆτος46 μήτηρ καὶ Σαλώμη, ⸀αἳ47 ὅτε ἦν ἐν τῇ Γαλιλαίᾳ ἠκολούθουν αὐτῷ καὶ διηκόνουν αὐτῷ, καὶ ἄλλαι πολλαὶ αἱ συναναβᾶσαι αὐτῷ εἰς Ἱεροσόλυμα. Καὶ ἤδη ὀψίας γενομένης, ἐπεὶ ἦν παρασκευή, ὅ ἐστιν ⸀προσάββατον48 ⸀ἐλθὼν49 Ἰωσὴφ ⸀ὁ50 ἀπὸ Ἁριμαθαίας εὐσχήμων βουλευτής, ὃς καὶ αὐτὸς ἦν προσδεχόμενος τὴν βασιλείαν τοῦ θεοῦ, τολμήσας εἰσῆλθεν πρὸς ⸀τὸν51 Πιλᾶτον καὶ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. ὁ δὲ Πιλᾶτος ἐθαύμασεν εἰ ἤδη τέθνηκεν, καὶ προσκαλεσάμενος τὸν κεντυρίωνα ἐπηρώτησεν αὐτὸν εἰ ⸀πάλαι52 ἀπέθανεν· καὶ γνοὺς ἀπὸ τοῦ κεντυρίωνος ἐδωρήσατο τὸ ⸀πτῶμα53 τῷ Ἰωσήφ. καὶ ἀγοράσας ⸀σινδόνα54 καθελὼν αὐτὸν ἐνείλησεν τῇ σινδόνι καὶ ⸀ἔθηκεν55 αὐτὸν ἐν ⸀μνημείῳ56 ὃ ἦν λελατομημένον ἐκ πέτρας, καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου. ἡ δὲ Μαρία ἡ Μαγδαληνὴ καὶ Μαρία ⸂ἡ Ἰωσῆτος57 ἐθεώρουν ποῦ ⸀τέθειται58
Source notes (58)
- Footnote εὐθὺς WH Treg NA28 ] εὐθέως ἐπὶ τὸ RP
- Footnote παρέδωκαν WH Treg NA28 ] + τῷ RP
- Footnote αὐτῷ λέγει WH Treg NA28 ] εἶπεν αὐτῷ RP
- Footnote ἐπηρώτα WH Treg NA28 ] ἐπηρώτησεν RP
- Footnote κατηγοροῦσιν WH Treg NA28 ] καταμαρτυροῦσιν RP
- Footnote ὃν παρῃτοῦντο WH NA28 ] ὅνπερ ᾐτοῦντο Treg RP
- Footnote στασιαστῶν WH Treg NA28 ] συστασιαστῶν RP
- Footnote ἀναβὰς WH Treg NA28 ] ἀναβοήσας RP
- Footnote καθὼς WH NA28 ] + ἀεὶ Treg RP
- Footnote πάλιν ἀποκριθεὶς ἔλεγεν WH Treg NA28 ] ἀποκριθεὶς πάλιν εἶπεν RP
- Footnote θέλετε Treg RP NA28 ] – WH NIV
- Footnote ὃν λέγετε WH NA28 RP ] – Treg
- Footnote τὸν WH Treg NA28 ] – RP
- Footnote ἐποίησεν κακόν WH Treg NA28 ] κακὸν ἐποίησεν RP
- Footnote περισσῶς WH Treg NA28 ] περισσοτέρως RP
- Footnote ἐνδιδύσκουσιν WH Treg NA28 ] ἐνδύουσιν RP
- Footnote βασιλεῦ WH Treg NA28 ] ὁ βασιλεὺς RP
- Footnote τὰ ἴδια Treg RP ] αὐτοῦ WH NA28
- Footnote σταυρώσωσιν WH NA28 RP ] σταυρώσουσιν Treg
- Footnote τὸν WH Treg NA28 ] – RP
- Footnote Γολγοθᾶν WH NA28 ] Γολγοθᾶ Treg RP
- Footnote μεθερμηνευόμενον Treg NA28 RP ] μεθερμηνευόμενος WH
- Footnote αὐτῷ WH Treg NA28 ] + πιεῖν RP
- Footnote ὃς WH Treg NA28 ] ὁ RP
- Footnote σταυροῦσιν αὐτὸν καὶ WH Treg NA28 ] σταυρώσαντες αὐτὸν RP
- Footnote αὐτοῦ WH NA28 ] + 28 Καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα, Καὶ μετὰ ἀνόμων ἐλογίσθη Treg RP
- Footnote οἰκοδομῶν ἐν τρισὶν ἡμέραις WH NA28 ] οἰκοδομῶν τρισὶν ἡμέραις Treg; ἐν τρισὶν ἡμέραις οἰκοδομῶν RP
- Footnote καταβὰς WH Treg NA28 ] καὶ κατάβα RP
- Footnote βασιλεὺς WH Treg NA28 ] + τοῦ RP
- Footnote πιστεύσωμεν WH Treg NA28 ] + αὐτῷ RP
- Footnote σὺν WH NA28 ] – Treg RP
- Footnote Καὶ γενομένης WH Treg NA28 ] Γενομένης δὲ RP
- Footnote ἐνάτῃ ὥρᾳ WH Treg NA28 ] ὥρᾳ τῇ ἐνάτῃ RP
- Footnote μεγάλῃ WH Treg NA28 ] + λέγων RP
- Footnote λεμὰ NA28 ] λαμὰ WH Treg; λιμὰ RP
- Footnote ἐγκατέλιπές με WH Treg NA28 ] με ἐγκατέλιπες RP
- Footnote Ἴδε WH Treg NA28 ] Ἰδού RP
- Footnote τις καὶ Treg NA28 ] τις WH; εἷς καὶ RP
- Footnote περιθεὶς WH Treg NA28 ] + τε RP
- Footnote οὕτως WH NA28 ] + κράξας Treg NIV RP
- Footnote οὗτος ὁ ἄνθρωπος WH Treg NA28 ] ὁ ἄνθρωπος οὗτος RP
- Footnote θεοῦ ἦν WH NA28 ] ἦν θεοῦ Treg RP
- Footnote αἷς WH NA28 ] + ἦν Treg RP
- Footnote Μαρία Treg NA28 RP ] Μαριὰμ WH
- Footnote ἡ WH Treg NA28 ] + τοῦ RP
- Footnote Ἰωσῆτος WH Treg NA28 ] Ἰωσῆ RP
- Footnote αἳ WH NA28 ] + καί Treg RP
- Footnote προσάββατον WH NA28 RP ] πρὸς σάββατον Treg
- Footnote ἐλθὼν WH Treg NA28 ] ἦλθεν RP
- Footnote ὁ Treg NA28 RP ] – WH
- Footnote τὸν WH Treg NA28 ] – RP
- Footnote πάλαι NA28 RP ] ἤδη WH Treg
- Footnote πτῶμα WH Treg NA28 ] σῶμα RP
- Footnote σινδόνα WH Treg NA28 ] + καὶ RP
- Footnote ἔθηκεν WH Treg NA28 ] κατέθηκεν RP
- Footnote μνημείῳ Treg NA28 RP ] μνήματι WH
- Footnote ἡ Ἰωσῆτος WH Treg NA28 ] Ἰωσῆ RP
- Footnote τέθειται WH Treg NA28 ] τίθεται RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.