Η Καινή Διαθήκη
ΚΑΤΑ ΜΑΡΚΟΝ 2
Καὶ ⸀εἰσελθὼν1 πάλιν εἰς Καφαρναοὺμ διʼ ⸀ἡμερῶν2 ἠκούσθη ὅτι ⸂ἐν οἴκῳ3 ἐστίν· ⸀καὶ4 συνήχθησαν πολλοὶ ὥστε μηκέτι χωρεῖν μηδὲ τὰ πρὸς τὴν θύραν, καὶ ἐλάλει αὐτοῖς τὸν λόγον. καὶ ἔρχονται ⸂φέροντες πρὸς αὐτὸν παραλυτικὸν5 αἰρόμενον ὑπὸ τεσσάρων. καὶ μὴ δυνάμενοι ⸀προσενέγκαι6 αὐτῷ διὰ τὸν ὄχλον ἀπεστέγασαν τὴν στέγην ὅπου7 ἦν, καὶ ἐξορύξαντες χαλῶσι τὸν κράβαττον ⸀ὅπου ὁ παραλυτικὸς κατέκειτο. ⸂καὶ ἰδὼν8 ὁ Ἰησοῦς τὴν πίστιν αὐτῶν λέγει τῷ παραλυτικῷ· Τέκνον, ⸂ἀφίενταί σου9 αἱ ⸀ἁμαρτίαι10 ἦσαν δέ τινες τῶν γραμματέων ἐκεῖ καθήμενοι καὶ διαλογιζόμενοι ἐν ταῖς καρδίαις αὐτῶν· Τί οὗτος οὕτως λαλεῖ; ⸀βλασφημεῖ11 τίς δύναται ἀφιέναι ἁμαρτίας εἰ μὴ εἷς ὁ θεός; καὶ ⸀εὐθὺς12 ἐπιγνοὺς ὁ Ἰησοῦς τῷ πνεύματι αὐτοῦ ὅτι ⸀οὕτως13 διαλογίζονται ἐν ἑαυτοῖς ⸀λέγει14 αὐτοῖς· Τί ταῦτα διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν; τί ἐστιν εὐκοπώτερον, εἰπεῖν τῷ παραλυτικῷ· ⸀Ἀφίενταί15 σου αἱ ἁμαρτίαι, ἢ εἰπεῖν· ⸀Ἔγειρε16 καὶ ἆρον ⸂τὸν κράβαττόν σου17 καὶ περιπάτει; ἵνα δὲ εἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ⸂ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας18 — λέγει τῷ παραλυτικῷ· Σοὶ λέγω, ⸀ἔγειρε19 ἆρον τὸν κράβαττόν σου καὶ ὕπαγε εἰς τὸν οἶκόν σου. καὶ ἠγέρθη ⸂καὶ εὐθὺς20 ἄρας τὸν κράβαττον ἐξῆλθεν ⸀ἔμπροσθεν21 πάντων, ὥστε ἐξίστασθαι πάντας καὶ δοξάζειν τὸν θεὸν λέγοντας ὅτι ⸂Οὕτως οὐδέποτε22 εἴδομεν.
Καὶ ἐξῆλθεν πάλιν παρὰ τὴν θάλασσαν· καὶ πᾶς ὁ ὄχλος ἤρχετο πρὸς αὐτόν, καὶ ἐδίδασκεν αὐτούς. καὶ παράγων εἶδεν Λευὶν τὸν τοῦ Ἁλφαίου καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ.
Καὶ ⸀γίνεται23 κατακεῖσθαι αὐτὸν ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ πολλοὶ τελῶναι καὶ ἁμαρτωλοὶ συνανέκειντο τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ, ἦσαν γὰρ πολλοὶ καὶ ⸀ἠκολούθουν24 αὐτῷ. καὶ οἱ γραμματεῖς ⸂τῶν Φαρισαίων25 ⸀ἰδόντες26 ⸂ὅτι ἐσθίει27 μετὰ τῶν ⸂ἁμαρτωλῶν καὶ τελωνῶν28 ἔλεγον τοῖς μαθηταῖς αὐτοῦ· ⸀Ὅτι29 μετὰ τῶν ⸂τελωνῶν καὶ ἁμαρτωλῶν30 ⸀ἐσθίει31 καὶ ἀκούσας ὁ Ἰησοῦς λέγει αὐτοῖς ⸀ὅτι32 Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ ἀλλʼ οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους ἀλλὰ ⸀ἁμαρτωλούς33
Καὶ ἦσαν οἱ μαθηταὶ Ἰωάννου καὶ οἱ ⸀Φαρισαῖοι34 νηστεύοντες. καὶ ἔρχονται καὶ λέγουσιν αὐτῷ· Διὰ τί οἱ μαθηταὶ35 Ἰωάννου καὶ οἱ ⸀μαθηταὶ τῶν Φαρισαίων νηστεύουσιν, οἱ δὲ σοὶ μαθηταὶ οὐ νηστεύουσιν; καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μὴ δύνανται οἱ υἱοὶ τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετʼ αὐτῶν ἐστιν νηστεύειν; ὅσον χρόνον ⸂ἔχουσιν τὸν νυμφίον μετʼ αὐτῶν36 οὐ δύνανται νηστεύειν· ἐλεύσονται δὲ ἡμέραι ὅταν ἀπαρθῇ ἀπʼ αὐτῶν ὁ νυμφίος, καὶ τότε νηστεύσουσιν ἐν ⸂ἐκείνῃ τῇ ἡμέρᾳ37.
⸀Οὐδεὶς38 ἐπίβλημα ῥάκους ἀγνάφου ἐπιράπτει ἐπὶ ⸂ἱμάτιον παλαιόν39 · εἰ δὲ μή, αἴρει τὸ πλήρωμα ⸀ἀπʼ40 αὐτοῦ τὸ καινὸν τοῦ παλαιοῦ, καὶ χεῖρον σχίσμα γίνεται. καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή, ⸂ῥήξει ὁ οἶνος41 τοὺς ἀσκούς, καὶ ὁ οἶνος ⸂ἀπόλλυται καὶ οἱ ἀσκοί42. ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς ⸀καινούς43
Καὶ ἐγένετο ⸂αὐτὸν ἐν τοῖς σάββασιν παραπορεύεσθαι44 διὰ τῶν σπορίμων, καὶ ⸂οἱ μαθηταὶ αὐτοῦ ἤρξαντο45 ὁδὸν ποιεῖν τίλλοντες τοὺς στάχυας. καὶ οἱ Φαρισαῖοι ἔλεγον αὐτῷ· Ἴδε τί ⸀ποιοῦσιν46 τοῖς σάββασιν ὃ οὐκ ἔξεστιν; καὶ ⸀λέγει47 αὐτοῖς· Οὐδέποτε ἀνέγνωτε τί ἐποίησεν Δαυὶδ ὅτε χρείαν ἔσχεν καὶ ἐπείνασεν αὐτὸς καὶ οἱ μετʼ αὐτοῦ; ⸀πῶς48 εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ ἐπὶ Ἀβιαθὰρ ἀρχιερέως καὶ τοὺς ἄρτους τῆς προθέσεως ἔφαγεν, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ ⸂τοὺς ἱερεῖς49, καὶ ἔδωκεν καὶ τοῖς σὺν αὐτῷ οὖσιν; καὶ50 ἔλεγεν αὐτοῖς· Τὸ σάββατον διὰ τὸν ἄνθρωπον ἐγένετο ⸀καὶ οὐχ ὁ ἄνθρωπος διὰ τὸ σάββατον· ὥστε κύριός ἐστιν ὁ υἱὸς τοῦ ἀνθρώπου καὶ τοῦ σαββάτου.
Source notes (50)
- Footnote εἰσελθὼν WH Treg NA28 ] εἰσῆλθεν RP
- Footnote ἡμερῶν WH Treg NA28 ] + καὶ RP
- Footnote ἐν οἴκῳ WH Treg NA28 ] εἰς οἶκόν RP
- Footnote καὶ WH NA28 ] + εὐθέως Treg RP
- Footnote φέροντες πρὸς αὐτὸν παραλυτικὸν WH NA28 ] πρὸς αὐτὸν φέροντες παραλυτικὸν Treg; πρὸς αὐτὸν παραλυτικὸν φέροντες RP
- Footnote προσενέγκαι WH NA28 ] προσεγγίσαι Treg RP
- Footnote ὅπου WH Treg NA28 ] ἐφʼ ᾧ RP
- Footnote καὶ ἰδὼν WH NA28 ] ἰδὼν δὲ Treg RP
- Footnote ἀφίενταί σου WH Treg NA28 ] ἀφέωνταί σοι RP
- Footnote ἁμαρτίαι WH Treg NA28 ] + σου RP
- Footnote βλασφημεῖ WH Treg NA28 ] βλασφημίας RP
- Footnote εὐθὺς WH Treg NA28 ] εὐθέως RP
- Footnote οὕτως WH Treg NA28 ] + αὐτοὶ RP
- Footnote λέγει WH Treg NA28 ] εἶπεν RP
- Footnote Ἀφίενταί WH Treg NA28 ] Ἀφέωνταί RP
- Footnote Ἔγειρε NA28 ] Ἐγείρου WH Treg; Ἔγειραι RP
- Footnote τὸν κράβαττόν σου WH Treg NA28 ] σου τὸν κράββατον RP
- Footnote ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας Treg ] ἀφιέναι ἁμαρτίας ἐπὶ τῆς γῆς WH NA28; ἀφιέναι ἐπὶ τῆς γῆς ἁμαρτίας RP
- Footnote ἔγειρε WH Treg NA28 ] ἔγειραι καὶ RP
- Footnote καὶ εὐθὺς WH Treg NA28 ] εὐθέως καὶ RP
- Footnote ἔμπροσθεν WH NA28 ] ἐναντίον Treg RP
- Footnote Οὕτως οὐδέποτε WH Treg NA28 ] Οὐδέποτε οὕτως RP
- Footnote γίνεται WH NA28 ] γίνεται ἐν τῷ Treg; ἐγένετο ἐν τῷ RP
- Footnote ἠκολούθουν WH Treg NA28 ] ἠκολούθησαν RP
- Footnote τῶν Φαρισαίων WH Treg NA28 ] καὶ οἱ Φαρισαῖοι RP
- Footnote ἰδόντες WH NA28 RP ] καὶ ἰδόντες Treg
- Footnote ὅτι ἐσθίει WH NA28 ] ὅτι ἤσθιεν Treg; αὐτὸν ἐσθίοντα RP
- Footnote ἁμαρτωλῶν καὶ τελωνῶν WH Treg NA28 ] τελωνῶν καὶ ἁμαρτωλῶν RP
- Footnote Ὅτι WH Treg NA28 ] Τί ὅτι RP
- Footnote τελωνῶν καὶ ἁμαρτωλῶν WH NA28 RP ] ἁμαρτωλῶν καὶ τῶν τελωνῶν Treg
- Footnote ἐσθίει WH NA28 ] + καὶ πίνει Treg RP
- Footnote ὅτι WH NA28 ] – Treg RP
- Footnote ἁμαρτωλούς WH Treg NA28 ] + εἰς μετάνοιαν RP
- Footnote Φαρισαῖοι WH Treg NA28 ] τῶν Φαρισαίων RP
- Footnote μαθηταὶ WH Treg NA28 ] – RP
- Footnote ἔχουσιν τὸν νυμφίον μετʼ αὐτῶν WH Treg NA28 ] μεθʼ ἑαυτῶν ἔχουσιν τὸν νυμφίον RP
- Footnote ἐκείνῃ τῇ ἡμέρᾳ WH Treg NA28 ] ἐκείναις ταῖς ἡμέραις RP
- Footnote Οὐδεὶς WH Treg NA28 ] Καὶ οὐδεὶς RP
- Footnote ἱμάτιον παλαιόν WH Treg NA28 ] ἱματίῳ παλαιῷ RP
- Footnote ἀπʼ WH NA28 ] – Treg RP
- Footnote ῥήξει ὁ οἶνος WH Treg NA28 ] ῥήσσει ὁ οἶνος ὁ νέος RP
- Footnote ἀπόλλυται καὶ οἱ ἀσκοί WH Treg NA28 ] ἐκχεῖται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται RP
- Footnote καινούς WH NA28 ] + βλητέον Treg RP
- Footnote αὐτὸν … σάββασιν παραπορεύεσθαι NA28 ] αὐτὸν … σάββασιν διαπορεύεσθαι WH Treg; παραπορεύεσθαι αὐτὸν … σάββασιν RP
- Footnote οἱ μαθηταὶ αὐτοῦ ἤρξαντο WH Treg NA28 ] ἤρξαντο οἱ μαθηταὶ αὐτοῦ RP
- Footnote ποιοῦσιν WH Treg NA28 ] + ἐν RP
- Footnote λέγει WH Treg NA28 ] αὐτὸς ἔλεγεν RP
- Footnote πῶς WH Treg RP NA28 ] – NIV
- Footnote τοὺς ἱερεῖς WH NA28 ] τοῖς ἱερεῦσιν Treg RP
- Footnote καὶ WH Treg NA28 ] – RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.