Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΜΑΡΚΟΝ 1

Ἀρχὴ τοῦ εὐαγγελίου Ἰησοῦ ⸀χριστοῦ1 ⸀Καθὼς2 γέγραπται ἐν ⸂τῷ Ἠσαΐᾳ τῷ προφήτῃ3 · ⸀Ἰδοὺ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν ⸀σου·4 5 φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· Ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ, ἐγένετο Ἰωάννης ⸀ὁ6 βαπτίζων ἐν τῇ ⸀ἐρήμῳ7 κηρύσσων βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν. καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα καὶ οἱ Ἱεροσολυμῖται ⸂πάντες, καὶ ἐβαπτίζοντο⸃ ⸂ὑπʼ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ⸃ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.8 9 ⸂καὶ ἦν10 ὁ Ἰωάννης ἐνδεδυμένος τρίχας καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ, καὶ ἔσθων ἀκρίδας καὶ μέλι ἄγριον. καὶ ἐκήρυσσεν λέγων· Ἔρχεται ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἱκανὸς κύψας λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· ⸀ἐγὼ11 ἐβάπτισα ⸀ὑμᾶς12 ὕδατι, αὐτὸς δὲ βαπτίσει ὑμᾶς ⸀ἐν13 πνεύματι ἁγίῳ. Καὶ ἐγένετο ἐν ἐκείναις ταῖς ἡμέραις ἦλθεν Ἰησοῦς ἀπὸ Ναζαρὲτ τῆς Γαλιλαίας καὶ ἐβαπτίσθη ⸂εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου14. καὶ ⸀εὐθὺς15 ἀναβαίνων ⸀ἐκ16 τοῦ ὕδατος εἶδεν σχιζομένους τοὺς οὐρανοὺς καὶ τὸ πνεῦμα ⸀ὡς17 περιστερὰν καταβαῖνον ⸀εἰς18 αὐτόν· καὶ φωνὴ ἐγένετο ἐκ τῶν οὐρανῶν· Σὺ εἶ ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ⸀σοὶ19 εὐδόκησα. Καὶ εὐθὺς τὸ πνεῦμα αὐτὸν ἐκβάλλει εἰς τὴν ἔρημον. καὶ ⸀ἦν20 ἐν τῇ ἐρήμῳ ⸂τεσσεράκοντα ἡμέρας21 πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ. ⸂Καὶ μετὰ22 τὸ παραδοθῆναι τὸν Ἰωάννην ἦλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν κηρύσσων τὸ ⸀εὐαγγέλιον23 τοῦ θεοῦ καὶ λέγων ὅτι Πεπλήρωται ὁ καιρὸς καὶ ἤγγικεν ἡ βασιλεία τοῦ θεοῦ· μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ. ⸂Καὶ παράγων24 παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν Σίμωνα καὶ Ἀνδρέαν τὸν ⸀ἀδελφὸν25 Σίμωνος ⸀ἀμφιβάλλοντας26 ἐν τῇ θαλάσσῃ, ἦσαν γὰρ ἁλιεῖς· καὶ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς γενέσθαι ἁλιεῖς ἀνθρώπων. καὶ ⸀εὐθὺς27 ἀφέντες τὰ ⸀δίκτυα28 ἠκολούθησαν αὐτῷ. καὶ ⸀προβὰς29 ὀλίγον εἶδεν Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ αὐτοὺς ἐν τῷ πλοίῳ καταρτίζοντας τὰ δίκτυα, καὶ ⸀εὐθὺς30 ἐκάλεσεν αὐτούς. καὶ ἀφέντες τὸν πατέρα αὐτῶν Ζεβεδαῖον ἐν τῷ πλοίῳ μετὰ τῶν μισθωτῶν ἀπῆλθον ὀπίσω αὐτοῦ. Καὶ εἰσπορεύονται εἰς Καφαρναούμ. καὶ ⸀εὐθὺς31 τοῖς σάββασιν ⸂ἐδίδασκεν εἰς τὴν συναγωγήν32. καὶ ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ, ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς. καὶ ⸀εὐθὺς33 ἦν ἐν τῇ συναγωγῇ αὐτῶν ἄνθρωπος ἐν πνεύματι ἀκαθάρτῳ καὶ ἀνέκραξεν λέγων· ⸀Τί34 ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; ἦλθες ἀπολέσαι ἡμᾶς; οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ. καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς λέγων· Φιμώθητι καὶ ἔξελθε ἐξ αὐτοῦ. καὶ σπαράξαν αὐτὸν τὸ πνεῦμα τὸ ἀκάθαρτον καὶ ⸀φωνῆσαν35 φωνῇ μεγάλῃ ἐξῆλθεν ἐξ αὐτοῦ. καὶ ἐθαμβήθησαν ⸀ἅπαντες36 ὥστε συζητεῖν ⸂πρὸς ἑαυτοὺς37 λέγοντας· Τί ἐστιν τοῦτο; ⸂διδαχὴ καινή38 · κατʼ ἐξουσίαν καὶ τοῖς πνεύμασι τοῖς ἀκαθάρτοις ἐπιτάσσει, καὶ ὑπακούουσιν αὐτῷ. ⸂καὶ ἐξῆλθεν39 ἡ ἀκοὴ αὐτοῦ εὐθὺς ⸀πανταχοῦ40 εἰς ὅλην τὴν περίχωρον τῆς Γαλιλαίας. Καὶ ⸀εὐθὺς41 ἐκ τῆς συναγωγῆς ⸂ἐξελθόντες ἦλθον42 εἰς τὴν οἰκίαν Σίμωνος καὶ Ἀνδρέου μετὰ Ἰακώβου καὶ Ἰωάννου. ἡ δὲ πενθερὰ Σίμωνος κατέκειτο πυρέσσουσα, καὶ ⸀εὐθὺς43 λέγουσιν αὐτῷ περὶ αὐτῆς. καὶ προσελθὼν ἤγειρεν αὐτὴν κρατήσας τῆς ⸀χειρός44 καὶ ἀφῆκεν αὐτὴν ὁ ⸀πυρετός45 καὶ διηκόνει αὐτοῖς. Ὀψίας δὲ γενομένης, ὅτε ⸀ἔδυ46 ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους· καὶ ⸂ἦν ὅλη ἡ πόλις ἐπισυνηγμένη47 πρὸς τὴν θύραν. καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλεν, καὶ οὐκ ἤφιεν λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν ⸀αὐτόν48 Καὶ πρωῒ ἔννυχα λίαν ἀναστὰς ἐξῆλθεν καὶ ἀπῆλθεν εἰς ἔρημον τόπον κἀκεῖ προσηύχετο. καὶ ⸀κατεδίωξεν49 αὐτὸν ⸀Σίμων50 καὶ οἱ μετʼ αὐτοῦ, καὶ ⸂εὗρον αὐτὸν καὶ51 λέγουσιν αὐτῷ ὅτι Πάντες ⸂ζητοῦσίν σε52. καὶ λέγει αὐτοῖς· Ἄγωμεν ⸀ἀλλαχοῦ53 εἰς τὰς ἐχομένας κωμοπόλεις, ἵνα καὶ ἐκεῖ κηρύξω, εἰς τοῦτο γὰρ ⸀ἐξῆλθον54 καὶ ⸀ἦλθεν55 κηρύσσων ⸂εἰς τὰς συναγωγὰς56 αὐτῶν εἰς ὅλην τὴν Γαλιλαίαν καὶ τὰ δαιμόνια ἐκβάλλων. Καὶ ἔρχεται πρὸς αὐτὸν λεπρὸς παρακαλῶν αὐτὸν καὶ ⸀γονυπετῶν57 λέγων αὐτῷ ὅτι Ἐὰν θέλῃς δύνασαί με καθαρίσαι. ⸀καὶ58 ⸀ὀργισθεὶς59 ἐκτείνας τὴν χεῖρα ⸂αὐτοῦ ἥψατο60 καὶ λέγει αὐτῷ· Θέλω, καθαρίσθητι· καὶ ⸀εὐθὺς61 ἀπῆλθεν ἀπʼ αὐτοῦ ἡ λέπρα, καὶ ἐκαθαρίσθη. καὶ ἐμβριμησάμενος αὐτῷ ⸀εὐθὺς62 ἐξέβαλεν αὐτόν, καὶ λέγει αὐτῷ· Ὅρα μηδενὶ μηδὲν εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν δεῖξον τῷ ἱερεῖ καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου ἃ προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς. ὁ δὲ ἐξελθὼν ἤρξατο κηρύσσειν πολλὰ καὶ διαφημίζειν τὸν λόγον, ὥστε μηκέτι αὐτὸν δύνασθαι φανερῶς εἰς πόλιν εἰσελθεῖν, ἀλλὰ ἔξω ⸀ἐπʼ63 ἐρήμοις τόποις ἦν· καὶ ἤρχοντο πρὸς αὐτὸν ⸀πάντοθεν64

Source notes (64)
  1. Footnote χριστοῦ WH ] + υἱοῦ θεοῦ Treg NA28; υἱοῦ τοῦ θεοῦ RP
  2. Footnote Καθὼς WH Treg NA28 ] Ὡς RP
  3. Footnote τῷ Ἠσαΐᾳ τῷ προφήτῃ WH Treg NA28 ] τοῖς προφήταις RP
  4. Footnote Ἰδοὺ WH Treg NA28 ] + ἐγὼ RP
  5. Footnote σου WH Treg NA28 ] + ἔμπροσθέν σου RP
  6. Footnote ὁ WH Treg NA28 ] – RP
  7. Footnote ἐρήμῳ WH ] + καὶ Treg NA28 RP
  8. Footnote πάντες καὶ ἐβαπτίζοντο WH Treg NA28 ] καὶ ἐβαπτίζοντο πάντες RP
  9. Footnote ὑπʼ αὐτοῦ ἐν τῷ Ἰορδάνῃ ποταμῷ WH Treg NA28 ] ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπʼ αὐτοῦ RP
  10. Footnote καὶ ἦν WH Treg NA28 ] Ἦν δὲ RP
  11. Footnote ἐγὼ WH Treg NA28 ] + μὲν RP
  12. Footnote ὑμᾶς WH NA28 ] + ἐν Treg RP
  13. Footnote ἐν Treg NA28 RP ] – WH
  14. Footnote εἰς τὸν Ἰορδάνην ὑπὸ Ἰωάννου WH Treg NA28 ] ὑπὸ Ἰωάννου εἰς τὸν Ἰορδάνην RP
  15. Footnote εὐθὺς WH Treg NA28 ] εὐθέως RP
  16. Footnote ἐκ WH Treg NA28 ] ἀπὸ RP
  17. Footnote ὡς WH Treg NA28 ] ὡσεὶ RP
  18. Footnote εἰς WH Treg NA28 ] ἐπʼ RP
  19. Footnote σοὶ WH Treg NA28 ] ᾧ RP
  20. Footnote ἦν WH Treg NA28 ] + ἐκεῖ RP
  21. Footnote τεσσεράκοντα ἡμέρας WH Treg NA28 ] ἡμέρας τεσσεράκοντα RP
  22. Footnote Καὶ μετὰ WH Treg ] Μετὰ δὲ NA28 RP
  23. Footnote εὐαγγέλιον WH Treg NA28 ] + τῆς βασιλείας RP
  24. Footnote Καὶ παράγων WH Treg NA28 ] Περιπατῶν δὲ RP
  25. Footnote ἀδελφὸν WH Treg NA28 ] + αὐτοῦ τοῦ RP
  26. Footnote ἀμφιβάλλοντας WH Treg NA28 ] βάλλοντας ἀμφίβληστρον RP
  27. Footnote εὐθὺς WH NA28 ] εὐθέως RP Treg
  28. Footnote δίκτυα WH Treg NA28 ] + αὐτῶν RP
  29. Footnote προβὰς WH Treg NA28 ] ἐκεῖθεν RP
  30. Footnote εὐθὺς WH Treg NA28 ] εὐθέως RP
  31. Footnote εὐθὺς WH NA28 ] εὐθέως Treg RP
  32. Footnote ἐδίδασκεν εἰς τὴν συναγωγήν Holmes WHmarg ] εἰσελθὼν εἰς τὴν συναγωγὴν ἐδίδασκεν WH Treg NA28 RP
  33. Footnote εὐθὺς WH NA28 ] – Treg RP
  34. Footnote Τί WH Treg NA28 ] Ἔα τί RP
  35. Footnote φωνῆσαν WH Treg NA28 ] κράξαν RP
  36. Footnote ἅπαντες WH Treg NA28 ] πάντες RP
  37. Footnote πρὸς ἑαυτοὺς Treg NA28 RP ] αὐτοὺς WH
  38. Footnote διδαχὴ καινή WH Treg NA28 ] Τίς ἡ διδαχὴ ἡ καινὴ αὕτη ὅτι RP
  39. Footnote καὶ ἐξῆλθεν WH Treg NA28 ] Ἐξῆλθεν δὲ RP
  40. Footnote πανταχοῦ WH Treg NA28 ] – RP
  41. Footnote εὐθὺς WH Treg NA28 ] εὐθέως RP
  42. Footnote ἐξελθόντες ἦλθον WH NA28 RP ] ἐξελθὼν ἦλθεν Treg
  43. Footnote εὐθὺς WH Treg NA28 ] εὐθέως RP
  44. Footnote χειρός WH NA28 ] + αὐτῆς Treg RP
  45. Footnote πυρετός WH Treg NA28 ] + εὐθέως RP
  46. Footnote ἔδυ NA28 RP ] ἔδυσεν WH Treg
  47. Footnote ἦν ὅλη ἡ πόλις ἐπισυνηγμένη WH Treg NA28 ] ἡ πόλις ὅλη ἐπισυνηγμένη ἦν RP
  48. Footnote αὐτόν Treg NA28 RP ] + χριστὸν εἶναι WH
  49. Footnote κατεδίωξεν WH NA28 ] κατεδίωξαν Treg RP
  50. Footnote Σίμων WH NA28 ] ὁ Σίμων Treg RP
  51. Footnote εὗρον αὐτὸν καὶ WH Treg NA28 ] εὑρόντες αὐτὸν RP
  52. Footnote ζητοῦσίν σε WH Treg NA28 ] σε ζητοῦσιν RP
  53. Footnote ἀλλαχοῦ WH Treg NA28 ] – RP
  54. Footnote ἐξῆλθον WH Treg NA28 ] ἐξελήλυθα RP
  55. Footnote ἦλθεν WH Treg NA28 ] ἦν RP
  56. Footnote εἰς τὰς συναγωγὰς WH Treg NA28 ] ἐν ταῖς συναγωγαῖς RP
  57. Footnote γονυπετῶν WH ] + καὶ NA28; αὐτὸν καὶ Treg RP
  58. Footnote καὶ WH Treg NA28 ] Ὁ δὲ Ἰησοῦς RP
  59. Footnote ὀργισθεὶς Holmes WHmarg ] σπλαγχνισθεὶς WH Treg NA28 RP
  60. Footnote αὐτοῦ ἥψατο WH Treg NA28 ] ἥψατο αὐτοῦ RP
  61. Footnote εὐθὺς WH Treg NA28 ] εἰπόντος αὐτοῦ εὐθέως RP
  62. Footnote εὐθὺς WH Treg NA28 ] εὐθέως RP
  63. Footnote ἐπʼ WH Treg NA28 ] ἐν RP
  64. Footnote πάντοθεν WH Treg NA28 ] πανταχόθεν RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.