Η Καινή Διαθήκη
ΚΑΤΑ ΛΟΥΚΑΝ 22
Ἤγγιζεν δὲ ἡ ἑορτὴ τῶν ἀζύμων ἡ λεγομένη Πάσχα. καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν, ἐφοβοῦντο γὰρ τὸν λαόν.
Εἰσῆλθεν δὲ Σατανᾶς εἰς Ἰούδαν τὸν ⸀καλούμενον1 Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα· καὶ ἀπελθὼν συνελάλησεν τοῖς ἀρχιερεῦσιν καὶ στρατηγοῖς τὸ πῶς ⸂αὐτοῖς παραδῷ αὐτόν2. καὶ ἐχάρησαν καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι. καὶ ἐξωμολόγησεν, καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν ⸂ἄτερ ὄχλου αὐτοῖς3.
Ἦλθεν δὲ ἡ ἡμέρα τῶν ἀζύμων, ⸀ᾗ4 ἔδει θύεσθαι τὸ πάσχα· καὶ ἀπέστειλεν Πέτρον καὶ Ἰωάννην εἰπών· Πορευθέντες ἑτοιμάσατε ἡμῖν τὸ πάσχα ἵνα φάγωμεν. οἱ δὲ εἶπαν αὐτῷ· Ποῦ θέλεις ⸀ἑτοιμάσωμεν5 ὁ δὲ εἶπεν αὐτοῖς· Ἰδοὺ εἰσελθόντων ὑμῶν εἰς τὴν πόλιν συναντήσει ὑμῖν ἄνθρωπος κεράμιον ὕδατος βαστάζων· ἀκολουθήσατε αὐτῷ εἰς τὴν οἰκίαν ⸂εἰς ἣν6 εἰσπορεύεται. καὶ ἐρεῖτε τῷ οἰκοδεσπότῃ τῆς οἰκίας· Λέγει σοι ὁ διδάσκαλος· Ποῦ ἐστιν τὸ κατάλυμα ὅπου τὸ πάσχα μετὰ τῶν μαθητῶν μου φάγω; κἀκεῖνος ὑμῖν δείξει ἀνάγαιον μέγα ἐστρωμένον· ἐκεῖ ἑτοιμάσατε. ἀπελθόντες δὲ εὗρον καθὼς ⸀εἰρήκει7 αὐτοῖς, καὶ ἡτοίμασαν τὸ πάσχα.
Καὶ ὅτε ἐγένετο ἡ ὥρα, ἀνέπεσεν καὶ ⸀οἱ8 ἀπόστολοι σὺν αὐτῷ. καὶ εἶπεν πρὸς αὐτούς· Ἐπιθυμίᾳ ἐπεθύμησα τοῦτο τὸ πάσχα φαγεῖν μεθʼ ὑμῶν πρὸ τοῦ με παθεῖν· λέγω γὰρ ὑμῖν ⸀ὅτι9 οὐ μὴ φάγω ⸀αὐτὸ10 ἕως ὅτου πληρωθῇ ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ. καὶ δεξάμενος ποτήριον εὐχαριστήσας εἶπεν· Λάβετε τοῦτο καὶ διαμερίσατε ⸂εἰς ἑαυτούς11 · λέγω γὰρ ὑμῖν, ⸀οὐ12 μὴ πίω ἀπὸ τοῦ ⸂νῦν ἀπὸ τοῦ13 γενήματος τῆς ἀμπέλου ἕως ⸀οὗ14 ἡ βασιλεία τοῦ θεοῦ ἔλθῃ. καὶ λαβὼν ἄρτον εὐχαριστήσας ἔκλασεν καὶ ἔδωκεν αὐτοῖς λέγων· Τοῦτό ἐστιν τὸ σῶμά μου ⸂[τὸ ὑπὲρ ὑμῶν διδόμενον· τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν.15 16 ⸄καὶ τὸ ποτήριον ὡσαύτως⸅ μετὰ τὸ δειπνῆσαι, λέγων· Τοῦτο τὸ ποτήριον ἡ καινὴ διαθήκη ἐν τῷ αἵματί μου, τὸ ὑπὲρ ὑμῶν ἐκχυννόμενον]⸃. πλὴν ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετʼ ἐμοῦ ἐπὶ τῆς τραπέζης· ⸂ὅτι ὁ υἱὸς μὲν17 τοῦ ἀνθρώπου ⸂κατὰ τὸ ὡρισμένον πορεύεται18, πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ διʼ οὗ παραδίδοται. καὶ αὐτοὶ ἤρξαντο συζητεῖν πρὸς ἑαυτοὺς τὸ τίς ἄρα εἴη ἐξ αὐτῶν ὁ τοῦτο μέλλων πράσσειν.
Ἐγένετο δὲ καὶ φιλονεικία ἐν αὐτοῖς, τὸ τίς αὐτῶν δοκεῖ εἶναι μείζων. ὁ δὲ εἶπεν αὐτοῖς· Οἱ βασιλεῖς τῶν ἐθνῶν κυριεύουσιν αὐτῶν καὶ οἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται καλοῦνται. ὑμεῖς δὲ οὐχ οὕτως, ἀλλʼ ὁ μείζων ἐν ὑμῖν ⸀γινέσθω19 ὡς ὁ νεώτερος, καὶ ὁ ἡγούμενος ὡς ὁ διακονῶν· τίς γὰρ μείζων, ὁ ἀνακείμενος ἢ ὁ διακονῶν; οὐχὶ ὁ ἀνακείμενος; ἐγὼ δὲ ⸂ἐν μέσῳ ὑμῶν εἰμι20 ὡς ὁ διακονῶν.
Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετʼ ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου· κἀγὼ διατίθεμαι ὑμῖν, καθὼς διέθετό μοι ὁ πατήρ μου βασιλείαν, ἵνα ⸀ἔσθητε21 καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ⸂ἐν τῇ βασιλείᾳ μου22, καὶ ⸀καθήσεσθε23 ἐπὶ θρόνων ⸂τὰς δώδεκα φυλὰς κρίνοντες24 τοῦ Ἰσραήλ.
⸀Σίμων25 Σίμων, ἰδοὺ ὁ Σατανᾶς ἐξῃτήσατο ὑμᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον· ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου· καὶ σύ ποτε ἐπιστρέψας ⸀στήρισον26 τοὺς ἀδελφούς σου. ὁ δὲ εἶπεν αὐτῷ· Κύριε, μετὰ σοῦ ἕτοιμός εἰμι καὶ εἰς φυλακὴν καὶ εἰς θάνατον πορεύεσθαι. ὁ δὲ εἶπεν· Λέγω σοι, Πέτρε, οὐ ⸀φωνήσει27 σήμερον ἀλέκτωρ ⸀ἕως28 τρίς ⸂με ἀπαρνήσῃ εἰδέναι29.
Καὶ εἶπεν αὐτοῖς· Ὅτε ἀπέστειλα ὑμᾶς ἄτερ βαλλαντίου καὶ πήρας καὶ ὑποδημάτων, μή τινος ὑστερήσατε; οἱ δὲ εἶπαν· Οὐθενός. εἶπεν ⸀δὲ30 αὐτοῖς· Ἀλλὰ νῦν ὁ ἔχων βαλλάντιον ἀράτω, ὁμοίως καὶ πήραν, καὶ ὁ μὴ ἔχων ⸀πωλησάτω31 τὸ ἱμάτιον αὐτοῦ καὶ ⸀ἀγορασάτω32 μάχαιραν. λέγω γὰρ ὑμῖν ⸀ὅτι33 τοῦτο τὸ34 γεγραμμένον δεῖ τελεσθῆναι ἐν ἐμοί, τό· Καὶ μετὰ ἀνόμων ἐλογίσθη· καὶ γὰρ ⸀τὸ περὶ ἐμοῦ τέλος ἔχει. οἱ δὲ εἶπαν· Κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο. ὁ δὲ εἶπεν αὐτοῖς· Ἱκανόν ἐστιν.
Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν· ἠκολούθησαν δὲ αὐτῷ καὶ οἱ ⸀μαθηταί35 γενόμενος δὲ ἐπὶ τοῦ τόπου εἶπεν αὐτοῖς· Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. καὶ αὐτὸς ἀπεσπάσθη ἀπʼ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο λέγων· Πάτερ, εἰ βούλει ⸀παρένεγκε36 ⸂τοῦτο τὸ ποτήριον37 ἀπʼ ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου ἀλλὰ τὸ σὸν ⸀γινέσθω38 ⸂ὤφθη δὲ αὐτῷ ἄγγελος ⸀ἀπʼ οὐρανοῦ ἐνισχύων αὐτόν.39 40 41 καὶ γενόμενος ἐν ἀγωνίᾳ ἐκτενέστερον προσηύχετο· ⸄καὶ ἐγένετο⸅ ὁ ἱδρὼς αὐτοῦ ὡσεὶ θρόμβοι αἵματος καταβαίνοντες ἐπὶ τὴν γῆν.⸃ καὶ ἀναστὰς ἀπὸ τῆς προσευχῆς ἐλθὼν πρὸς τοὺς μαθητὰς εὗρεν ⸂κοιμωμένους αὐτοὺς42 ἀπὸ τῆς λύπης, καὶ εἶπεν αὐτοῖς· Τί καθεύδετε; ἀναστάντες προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν.
⸀Ἔτι43 αὐτοῦ λαλοῦντος ἰδοὺ ὄχλος, καὶ ὁ λεγόμενος Ἰούδας εἷς τῶν δώδεκα προήρχετο αὐτούς, καὶ ἤγγισεν τῷ Ἰησοῦ φιλῆσαι αὐτόν. ⸂Ἰησοῦς δὲ44 εἶπεν αὐτῷ· Ἰούδα, φιλήματι τὸν υἱὸν τοῦ ἀνθρώπου παραδίδως; ἰδόντες δὲ οἱ περὶ αὐτὸν τὸ ἐσόμενον ⸀εἶπαν45 Κύριε, εἰ πατάξομεν ἐν μαχαίρῃ; καὶ ἐπάταξεν εἷς τις ἐξ αὐτῶν ⸂τοῦ ἀρχιερέως τὸν δοῦλον46 καὶ ἀφεῖλεν ⸂τὸ οὖς αὐτοῦ47 τὸ δεξιόν. ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ἐᾶτε ἕως τούτου· καὶ ἁψάμενος τοῦ ⸀ὠτίου48 ἰάσατο αὐτόν. εἶπεν ⸀δὲ49 Ἰησοῦς πρὸς τοὺς παραγενομένους ἐπʼ αὐτὸν ἀρχιερεῖς καὶ στρατηγοὺς τοῦ ἱεροῦ καὶ πρεσβυτέρους· Ὡς ἐπὶ λῃστὴν ⸀ἐξήλθατε50 μετὰ μαχαιρῶν καὶ ξύλων; καθʼ ἡμέραν ὄντος μου μεθʼ ὑμῶν ἐν τῷ ἱερῷ οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπʼ ἐμέ· ἀλλʼ αὕτη ⸂ἐστὶν ὑμῶν51 ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους.
Συλλαβόντες δὲ αὐτὸν ἤγαγον καὶ ⸀εἰσήγαγον52 εἰς ⸂τὴν οἰκίαν53 τοῦ ἀρχιερέως· ὁ δὲ Πέτρος ἠκολούθει μακρόθεν. ⸀περιαψάντων54 δὲ πῦρ ἐν μέσῳ τῆς αὐλῆς καὶ ⸀συγκαθισάντων55 ἐκάθητο ὁ Πέτρος ⸀μέσος56 αὐτῶν. ἰδοῦσα δὲ αὐτὸν παιδίσκη τις καθήμενον πρὸς τὸ φῶς καὶ ἀτενίσασα αὐτῷ εἶπεν· Καὶ οὗτος σὺν αὐτῷ ἦν· ὁ δὲ ⸀ἠρνήσατο57 λέγων· ⸂Οὐκ οἶδα αὐτόν, γύναι⸃.58 καὶ μετὰ βραχὺ ἕτερος ἰδὼν αὐτὸν ἔφη59 Καὶ σὺ ἐξ αὐτῶν εἶ· ὁ δὲ Πέτρος ⸀ἔφη· Ἄνθρωπε, οὐκ εἰμί. καὶ διαστάσης ὡσεὶ ὥρας μιᾶς ἄλλος τις διϊσχυρίζετο λέγων· Ἐπʼ ἀληθείας καὶ οὗτος μετʼ αὐτοῦ ἦν, καὶ γὰρ Γαλιλαῖός ἐστιν· εἶπεν δὲ ὁ Πέτρος· Ἄνθρωπε, οὐκ οἶδα ὃ λέγεις. καὶ παραχρῆμα ἔτι λαλοῦντος αὐτοῦ ἐφώνησεν ἀλέκτωρ. καὶ στραφεὶς ὁ κύριος ἐνέβλεψεν τῷ Πέτρῳ, καὶ ὑπεμνήσθη ὁ Πέτρος τοῦ ⸀λόγου60 τοῦ κυρίου ὡς εἶπεν αὐτῷ ὅτι Πρὶν ἀλέκτορα φωνῆσαι ⸀σήμερον61 ἀπαρνήσῃ με τρίς. καὶ ἐξελθὼν ⸀ἔξω62 ἔκλαυσεν πικρῶς.
Καὶ οἱ ἄνδρες οἱ συνέχοντες ⸀αὐτὸν63 ἐνέπαιζον αὐτῷ δέροντες, καὶ περικαλύψαντες ⸂αὐτὸν ἐπηρώτων64 λέγοντες· Προφήτευσον, τίς ἐστιν ὁ παίσας σε; καὶ ἕτερα πολλὰ βλασφημοῦντες ἔλεγον εἰς αὐτόν.
Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέριον τοῦ λαοῦ, ἀρχιερεῖς ⸀τε65 καὶ γραμματεῖς, καὶ ⸀ἀπήγαγον66 αὐτὸν εἰς τὸ συνέδριον αὐτῶν, λέγοντες· Εἰ σὺ εἶ ὁ χριστός, εἰπὸν ἡμῖν. εἶπεν δὲ αὐτοῖς· Ἐὰν ὑμῖν εἴπω οὐ μὴ πιστεύσητε· ἐὰν ⸀δὲ67 ἐρωτήσω, οὐ μὴ ⸀ἀποκριθῆτε68 ἀπὸ τοῦ νῦν ⸀δὲ69 ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ θεοῦ. εἶπαν δὲ πάντες· Σὺ οὖν εἶ ὁ υἱὸς τοῦ θεοῦ; ὁ δὲ πρὸς αὐτοὺς ἔφη· Ὑμεῖς λέγετε ὅτι ἐγώ εἰμι. οἱ δὲ εἶπαν· Τί ἔτι ⸂ἔχομεν μαρτυρίας χρείαν70 ; αὐτοὶ γὰρ ἠκούσαμεν ἀπὸ τοῦ στόματος αὐτοῦ.
Source notes (70)
- Footnote καλούμενον WH Treg NA28 ] ἐπικαλούμενον RP
- Footnote αὐτοῖς παραδῷ αὐτόν WH Treg NA28 ] αὐτὸν παραδῷ αὐτοῖς RP
- Footnote ἄτερ ὄχλου αὐτοῖς WH Treg NA28 ] αὐτοῖς ἄτερ ὄχλου RP
- Footnote ᾗ WH Treg NIV ] ἐν ᾗ RP NA28
- Footnote ἑτοιμάσωμεν WH Treg NA28 ] ἑτοιμάσομεν RP
- Footnote εἰς ἣν WH Treg NA28 ] οὗ RP
- Footnote εἰρήκει WH Treg NA28 ] εἴρηκεν RP
- Footnote οἱ WH Treg NA28 ] + δώδεκα RP
- Footnote ὅτι WH NA28 ] + οὐκέτι Treg RP
- Footnote αὐτὸ WH Treg NA28 ] ἐξ αὐτοῦ RP
- Footnote εἰς ἑαυτούς WH Treg NA28 ] ἑαυτοῖς RP
- Footnote οὐ WH Treg NIV ] ὅτι οὐ RP NA28
- Footnote νῦν ἀπὸ τοῦ WH Treg NA28 ] – RP
- Footnote οὗ WH Treg NA28 ] ὅτου RP
- Footnote 19–20 τὸ ὑπὲρ ὑμῶν … ἐκχυννόμενον Treg NA28 RP ] ⟦WH⟧
- Footnote καὶ τὸ ποτήριον ὡσαύτως Treg NA28 ⟦WH⟧ ] ὡσαύτως καὶ τὸ ποτήριον RP
- Footnote ὅτι ὁ υἱὸς μὲν WH Treg NA28 ] καὶ ὁ μὲν υἱὸς RP
- Footnote κατὰ τὸ ὡρισμένον πορεύεται WH Treg NA28 ] πορεύεται κατὰ τὸ ὡρισμένον RP
- Footnote γινέσθω WH Treg NA28 ] γενέσθω RP
- Footnote ἐν μέσῳ ὑμῶν εἰμι WH Treg NA28 ] εἰμι ἐν μέσῳ ὑμῶν RP
- Footnote ἔσθητε WH Treg NA28 ] ἐσθίητε RP
- Footnote ἐν τῇ βασιλείᾳ μου WH Treg NA28 ] – RP
- Footnote καθήσεσθε NA28 Treg ] καθῆσθε WH; καθίσεσθε RP
- Footnote τὰς … φυλὰς κρίνοντες WH NA28 ] κρίνοντες τὰς … φυλὰς Treg RP
- Footnote Σίμων WH NA28 ] Εἶπεν δὲ ὁ κύριος Σίμων Treg RP
- Footnote στήρισον WH Treg NA28 ] στήριξον RP
- Footnote φωνήσει WH Treg NA28 ] μή φωνήσῃ RP
- Footnote ἕως WH Treg NA28 ] πρὶν ἢ RP
- Footnote με ἀπαρνήσῃ εἰδέναι WH Treg NA28 ] ἀπαρνήσῃ μή εἰδέναι με RP
- Footnote δὲ WH Treg NA28 ] οὖν RP
- Footnote πωλησάτω WH Treg NA28 ] πωλήσει RP
- Footnote ἀγορασάτω WH Treg NA28 ] ἀγοράσει RP
- Footnote ὅτι WH Treg NA28 ] + ἔτι RP
- Footnote τὸ WH Treg NA28 ] τὰ RP
- Footnote μαθηταί WH Treg NA28 ] + αὐτοῦ RP
- Footnote παρένεγκε WH Treg NA28 ] παρενεγκεῖν RP
- Footnote τοῦτο τὸ ποτήριον WH Treg NA28 ] τὸ ποτήριον τοῦτο RP
- Footnote γινέσθω WH Treg NA28 ] γενέσθω RP
- Footnote 43–44 ὤφθη δὲ … ἐπὶ τὴν γῆν. Treg NA28 RP ] ⟦WH⟧
- Footnote ἀπʼ NA28 RP ] ἀπὸ τοῦ ⟦WH⟧ Treg
- Footnote καὶ ἐγένετο ⟦WH⟧ NA28 ] ἐγένετο δὲ Treg RP
- Footnote κοιμωμένους αὐτοὺς WH Treg NA28 ] αὐτοὺς κοιμωμένους RP
- Footnote Ἔτι WH Treg NA28 ] + δέ RP
- Footnote Ἰησοῦς δὲ WH Treg NA28 ] Ὁ δὲ Ἰησοῦς RP
- Footnote εἶπαν WH Treg NA28 ] + αὐτῷ RP
- Footnote τοῦ ἀρχιερέως τὸν δοῦλον WH Treg NA28 ] τὸν δοῦλον τοῦ ἀρχιερέως RP
- Footnote τὸ οὖς αὐτοῦ WH Treg NA28 ] αὐτοῦ τὸ οὖς RP
- Footnote ὠτίου WH Treg NA28 ] + αὐτοῦ RP
- Footnote δὲ WH Treg NA28 ] + ὁ RP
- Footnote ἐξήλθατε WH Treg NA28 ] ἐξεληλύθατε RP
- Footnote ἐστὶν ὑμῶν WH Treg NA28 ] ὑμῶν ἐστὶν RP
- Footnote εἰσήγαγον WH Treg NA28 ] + αὐτὸν RP
- Footnote τὴν οἰκίαν WH Treg NA28 ] τὸν οἶκον RP
- Footnote περιαψάντων WH Treg NA28 ] Ἁψάντων RP
- Footnote συγκαθισάντων WH Treg NA28 ] + αὐτῶν RP
- Footnote μέσος WH Treg NA28 ] ἐν μέσῳ RP
- Footnote ἠρνήσατο WH Treg NA28 ] + αὐτόν RP
- Footnote Οὐκ οἶδα αὐτόν γύναι WH Treg NA28 ] Γύναι οὐκ οἶδα αὐτόν RP
- Footnote ἔφη WH Treg NA28 ] εἴπεν RP
- Footnote λόγου Treg RP ] ῥήματος WH NA28
- Footnote σήμερον WH Treg NA28 ] – RP
- Footnote ἔξω WH Treg NA28 ] + ὁ Πέτρος RP
- Footnote αὐτὸν WH Treg NA28 ] τὸν Ἰησοῦν RP
- Footnote αὐτὸν ἐπηρώτων WH Treg NA28 ] αὐτόν ἔτυπτον αὐτοῦ τὸ πρόσωπον καὶ ἐπηρώτων αὐτόν RP
- Footnote τε WH Treg NA28 ] – RP
- Footnote ἀπήγαγον WH Treg NA28 ] ἀνήγαγον RP
- Footnote δὲ WH Treg NA28 ] + καὶ RP
- Footnote ἀποκριθῆτε WH NA28 ] μοι ἢ ἀπολύσητε Treg RP
- Footnote δὲ WH Treg NA28 ] – RP
- Footnote ἔχομεν μαρτυρίας χρείαν WH Treg NA28 ] χρείαν ἔχομεν μαρτυρίας RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.