Η Καινή Διαθήκη
ΚΑΤΑ ΛΟΥΚΑΝ 23
Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον. ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες· Τοῦτον εὕραμεν διαστρέφοντα τὸ ἔθνος ⸀ἡμῶν1 καὶ κωλύοντα ⸂φόρους Καίσαρι2 διδόναι ⸀καὶ3 λέγοντα ⸀αὑτὸν4 χριστὸν βασιλέα εἶναι. ὁ δὲ Πιλᾶτος ⸀ἠρώτησεν5 αὐτὸν λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη· Σὺ λέγεις. ὁ δὲ Πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους· Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ. οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι Ἀνασείει τὸν λαὸν διδάσκων καθʼ ὅλης τῆς Ἰουδαίας, ⸀καὶ6 ἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε.
Πιλᾶτος δὲ ⸀ἀκούσας7 ἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστιν, καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστὶν ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις. ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν, ἦν γὰρ ⸂ἐξ ἱκανῶν χρόνων θέλων8 ἰδεῖν αὐτὸν διὰ τὸ ⸀ἀκούειν9 περὶ αὐτοῦ, καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπʼ αὐτοῦ γινόμενον. ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ. εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ. ἐξουθενήσας δὲ αὐτὸν ⸀καὶ10 ὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας ⸀περιβαλὼν11 ἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ. ἐγένοντο δὲ φίλοι ὅ τε ⸂Ἡρῴδης καὶ ὁ Πιλᾶτος12 ἐν αὐτῇ τῇ ἡμέρᾳ μετʼ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς ⸀αὑτούς13
Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν εἶπεν πρὸς αὐτούς· Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας ⸀οὐθὲν14 εὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατʼ αὐτοῦ. ἀλλʼ οὐδὲ Ἡρῴδης, ⸂ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς15 · καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ· παιδεύσας οὖν αὐτὸν ⸀ἀπολύσω16
⸀Ἀνέκραγον17 δὲ παμπληθεὶ λέγοντες· Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν ⸀τὸν18 Βαραββᾶν· ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον ⸂βληθεὶς ἐν τῇ φυλακῇ19. πάλιν ⸀δὲ20 ὁ Πιλᾶτος ⸀προσεφώνησεν, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν.21 οἱ δὲ ἐπεφώνουν λέγοντες· ⸂Σταύρου σταύρου22 αὐτόν. ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς· Τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω. οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ ⸀αὐτῶν23 ⸀καὶ24 Πιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν· ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον ⸀εἰς25 φυλακὴν ὃν ᾐτοῦντο, τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν.
Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι ⸂Σίμωνά τινα Κυρηναῖον ἐρχόμενον26 ἀπʼ ἀγροῦ ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὄπισθεν τοῦ Ἰησοῦ. Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν ⸀αἳ27 ἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν. στραφεὶς δὲ πρὸς αὐτὰς ⸀ὁ28 Ἰησοῦς εἶπεν· Θυγατέρες Ἰερουσαλήμ, μὴ κλαίετε ἐπʼ ἐμέ· πλὴν ἐφʼ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν, ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν Μακάριαι αἱ29 στεῖραι καὶ ⸀αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ⸀ἔθρεψαν30 τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν· Πέσετε ἐφʼ ἡμᾶς, καὶ τοῖς βουνοῖς· Καλύψατε ἡμᾶς· ὅτι εἰ ἐν ⸀τῷ31 ὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;
Ἤγοντο δὲ καὶ ἕτεροι ⸂κακοῦργοι δύο32 σὺν αὐτῷ ἀναιρεθῆναι. καὶ ὅτε ⸀ἦλθον33 ἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν. ⸂ὁ δὲ Ἰησοῦς ἔλεγεν· Πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν τί ποιοῦσιν34 ⸃ διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον ⸀κλήρους35 καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. ἐξεμυκτήριζον δὲ καὶ οἱ ⸀ἄρχοντες36 λέγοντες· Ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ χριστὸς ⸂τοῦ θεοῦ, ὁ⸃ ἐκλεκτός.37 ⸀ἐνέπαιξαν38 δὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι, ⸀ὄξος39 προσφέροντες αὐτῷ καὶ λέγοντες· Εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν. ἦν δὲ καὶ ⸀ἐπιγραφὴ40 ἐπʼ ⸀αὐτῷ41 Ὁ βασιλεὺς τῶν Ἰουδαίων ⸀οὗτος42
Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτόν ⸀λέγων43 ⸀Οὐχὶ44 σὺ εἶ ὁ χριστός; σῶσον σεαυτὸν καὶ ἡμᾶς. ἀποκριθεὶς δὲ ὁ ἕτερος ⸂ἐπιτιμῶν αὐτῷ ἔφη45 · Οὐδὲ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ; καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν. καὶ ⸀ἔλεγεν46 Ἰησοῦ, μνήσθητί ⸀μου47 ὅταν ἔλθῃς ⸂ἐν τῇ βασιλείᾳ48 σου. καὶ εἶπεν ⸀αὐτῷ49 Ἀμήν ⸂σοι λέγω50 σήμερον μετʼ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.
⸂Καὶ ἦν51 ⸀ἤδη52 ὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφʼ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης ⸂τοῦ ἡλίου ἐκλιπόντος53, ἐσχίσθη ⸀δὲ54 τὸ καταπέτασμα τοῦ ναοῦ μέσον. καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπεν· Πάτερ, εἰς χεῖράς σου ⸀παρατίθεμαι55 τὸ πνεῦμά μου. ⸂τοῦτο δὲ56 εἰπὼν ἐξέπνευσεν. Ἰδὼν δὲ ὁ ἑκατοντάρχης τὸ γενόμενον ⸀ἐδόξαζεν57 τὸν θεὸν λέγων· Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν. καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, ⸀θεωρήσαντες58 τὰ γενόμενα, ⸀τύπτοντες59 τὰ στήθη ὑπέστρεφον. εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ ⸀αὐτῷ60 ⸀μακρόθεν61 καὶ γυναῖκες αἱ ⸀συνακολουθοῦσαι62 αὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα.
Καὶ ἰδοὺ ἀνὴρ63 ὀνόματι Ἰωσὴφ βουλευτὴς ὑπάρχων, ⸀ἀνὴρ ἀγαθὸς καὶ δίκαιος— οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν— ἀπὸ Ἁριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς ⸀προσεδέχετο64 τὴν βασιλείαν τοῦ θεοῦ, οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ⸀καθελὼν65 ἐνετύλιξεν αὐτὸ σινδόνι, καὶ ἔθηκεν ⸀αὐτὸν66 ἐν μνήματι λαξευτῷ οὗ οὐκ ἦν ⸂οὐδεὶς οὔπω67 κείμενος. καὶ ἡμέρα ἦν ⸂παρασκευῆς, καὶ⸃ σάββατον ἐπέφωσκεν.68 κατακολουθήσασαι δὲ ⸀αἱ69 γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι ⸂ἐκ τῆς Γαλιλαίας αὐτῷ70, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ, ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα.
Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν,
Source notes (70)
- Footnote ἡμῶν WH Treg NA28 ] – RP
- Footnote φόρους Καίσαρι WH Treg NA28 ] Καίσαρι φόρους RP
- Footnote καὶ WH Treg NA28 ] – RP
- Footnote αὑτὸν WH ] ἑαυτὸν Treg NA28 RP
- Footnote ἠρώτησεν WH Treg NA28 ] ἐπηρώτησεν RP
- Footnote καὶ WH Treg NA28 ] – RP
- Footnote ἀκούσας WH NA28 ] + Γαλιλαίαν Treg RP
- Footnote ἐξ ἱκανῶν χρόνων θέλων WH Treg NA28 ] θέλων ἐξ ἱκανοῦ RP
- Footnote ἀκούειν WH Treg NA28 ] + πολλὰ RP
- Footnote καὶ NA28 ] – WH Treg RP
- Footnote περιβαλὼν WH NA28 ] αὐτὸν Treg RP
- Footnote Ἡρῴδης καὶ ὁ Πιλᾶτος WH Treg NA28 ] Πιλάτος καὶ ὁ Ἡρῴδης RP
- Footnote αὑτούς WH ] αὐτούς Treg NA28; ἑαυτούς RP
- Footnote οὐθὲν WH Treg NA28 ] οὐδὲν RP
- Footnote ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς WH NA28 ] ἀνέπεμψα γὰρ ὑμᾶς πρὸς αὐτόν Treg RP
- Footnote ἀπολύσω WH Treg NA28 ] + 17 Ἀνάγκην δέ εἶχεν ἀπολύειν αὐτοῖς κατὰ ἑορτὴν ἕνα. RP
- Footnote Ἀνέκραγον WH Treg NA28 ] Ἀνέκραξαν RP
- Footnote τὸν WH Treg NA28 ] – RP
- Footnote βληθεὶς ἐν τῇ φυλακῇ WH Treg NA28 ] βεβλημένος εἰς φυλακήν RP
- Footnote δὲ WH Treg NA28 ] οὖν RP
- Footnote προσεφώνησεν Treg RP ] + αὐτοῖς WH NA28
- Footnote Σταύρου σταύρου WH Treg NA28 ] Σταύρωσον σταύρωσον RP
- Footnote αὐτῶν WH NA28 ] + καὶ τῶν ἀρχιερέων Treg RP
- Footnote καὶ WH Treg NA28 ] Ὁ δὲ RP
- Footnote εἰς WH Treg NA28 ] + τὴν RP
- Footnote Σίμωνά τινα Κυρηναῖον ἐρχόμενον WH Treg NA28 ] Σίμωνός τινος Κυρηναίου ἐρχομένου RP
- Footnote αἳ WH Treg NA28 ] + καὶ RP
- Footnote ὁ NA28 RP ] – WH Treg
- Footnote αἱ WH Treg NA28 ] – RP
- Footnote ἔθρεψαν WH Treg NA28 ] ἐθήλασαν RP
- Footnote τῷ Treg NA28 RP ] – WH
- Footnote κακοῦργοι δύο WH NA28 ] δύο κακοῦργοι Treg RP
- Footnote ἦλθον WH Treg NA28 ] ἀπῆλθον RP
- Footnote ὁ δὲ … ποιοῦσιν Treg NA28 RP ] ⟦WH⟧
- Footnote κλήρους NA28 ] κλῆρον WH Treg RP
- Footnote ἄρχοντες WH Treg NA28 ] + σὺν αὐτοῖς RP
- Footnote τοῦ θεοῦ ὁ WH NA28 ] ὁ τοῦ θεοῦ Treg RP
- Footnote ἐνέπαιξαν WH NA28 ] ἐνέπαιζον Treg RP
- Footnote ὄξος WH Treg NA28 ] καὶ ὄξος RP
- Footnote ἐπιγραφὴ WH NA28 ] + ἐπιγεγραμμένη Treg; + γεγραμμένη RP
- Footnote αὐτῷ WH Treg NA28 ] + γράμμασιν Ἑλληνικοῖς καὶ Ῥωμαϊκοῖς καὶ Ἑβραϊκοῖς Οὗτός ἐστιν RP
- Footnote οὗτος WH Treg NA28 ] – RP
- Footnote λέγων Treg NA28 RP ] – WH
- Footnote Οὐχὶ WH Treg NA28 ] Εἰ RP
- Footnote ἐπιτιμῶν αὐτῷ ἔφη WH Treg NA28 ] ἐπετίμα αὐτῷ λέγων RP
- Footnote ἔλεγεν WH Treg NA28 ] + τᾠ RP
- Footnote μου WH Treg NA28 ] + κύριε RP
- Footnote ἐν τῇ βασιλείᾳ Treg RP ] εἰς τὴν βασιλείαν WH NA28
- Footnote αὐτῷ WH NA28 ] + ὁ Ἰησοῦς Treg RP
- Footnote σοι λέγω WH Treg NA28 ] λέγω σοι RP
- Footnote Καὶ ἦν WH Treg NA28 ] Ἦν δὲ RP
- Footnote ἤδη WH Treg NA28 ] – RP
- Footnote τοῦ ἡλίου ἐκλιπόντος WH NA28 ] καὶ ἐσκοτίσθη ὁ ἥλιος καὶ Treg RP
- Footnote δὲ WH NA28 ] – Treg RP
- Footnote παρατίθεμαι WH Treg NA28 ] παραθήσομαι RP
- Footnote τοῦτο δὲ WH Treg NA28 ] καὶ ταῦτα RP
- Footnote ἐδόξαζεν WH Treg NA28 ] ἐδόξασεν RP
- Footnote θεωρήσαντες WH Treg NA28 ] θεωροῦντες RP
- Footnote τύπτοντες WH Treg NA28 ] + ἑαυτῶν RP
- Footnote αὐτῷ WH Treg NA28 ] αὐτοῦ RP
- Footnote μακρόθεν Treg RP ] απο μακρόθεν WH NA28
- Footnote συνακολουθοῦσαι WH Treg NA28 ] συνακολουθήσασαι RP
- Footnote ἀνὴρ WH Treg RP ] καὶ ἀνὴρ NA28
- Footnote προσεδέχετο WH Treg NA28 ] καὶ προσεδέχετο καὶ αὐτὸς RP
- Footnote καθελὼν WH Treg NA28 ] + αὐτὸ RP
- Footnote αὐτὸν WH Treg NA28 ] αὐτὸ NIV RP
- Footnote οὐδεὶς οὔπω WH Treg NA28 ] οὐδέπω οὐδεὶς RP
- Footnote παρασκευῆς καὶ WH Treg NA28 ] Παρασκευή RP
- Footnote αἱ WH Treg NA28 ] – RP
- Footnote ἐκ τῆς Γαλιλαίας αὐτῷ WH NA28 ] αὐτῷ ἐκ τῆς Γαλιλαίας Treg RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.