Η Καινή Διαθήκη
ΚΑΤΑ ΛΟΥΚΑΝ 24
τῇ δὲ μιᾷ τῶν σαββάτων ὄρθρου βαθέως ⸂ἐπὶ τὸ μνῆμα ἦλθον1 φέρουσαι ἃ ἡτοίμασαν ⸀ἀρώματα2 εὗρον δὲ τὸν λίθον ἀποκεκυλισμένον ἀπὸ τοῦ μνημείου, ⸂εἰσελθοῦσαι δὲ3 οὐχ εὗρον τὸ ⸀σῶμα4 καὶ ἐγένετο ἐν τῷ ⸀ἀπορεῖσθαι5 αὐτὰς περὶ τούτου καὶ ἰδοὺ ἄνδρες δύο ἐπέστησαν αὐταῖς ἐν ⸂ἐσθῆτι ἀστραπτούσῃ6. ἐμφόβων δὲ γενομένων αὐτῶν καὶ κλινουσῶν ⸂τὰ πρόσωπα7 εἰς τὴν γῆν εἶπαν πρὸς αὐτάς· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; ⸂οὐκ ἔστιν ὧδε, ἀλλὰ ἠγέρθη.⸃ μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν ἐν τῇ Γαλιλαίᾳ,8 λέγων ⸂τὸν υἱὸν τοῦ ἀνθρώπου ὅτι δεῖ9 παραδοθῆναι εἰς χεῖρας ἀνθρώπων ἁμαρτωλῶν καὶ σταυρωθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι. καὶ ἐμνήσθησαν τῶν ῥημάτων αὐτοῦ, καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσιν τοῖς λοιποῖς. ἦσαν δὲ ἡ 10 Μαγδαληνὴ Μαρία καὶ Ἰωάννα καὶ Μαρία ⸀ἡ Ἰακώβου καὶ αἱ λοιπαὶ σὺν αὐταῖς· ⸀ἔλεγον11 πρὸς τοὺς ἀποστόλους ταῦτα. καὶ ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα ⸀ταῦτα12 καὶ ἠπίστουν αὐταῖς. ⸂Ὁ δὲ Πέτρος ἀναστὰς ἔδραμεν ἐπὶ τὸ μνημεῖον· καὶ παρακύψας βλέπει τὰ ⸀ὀθόνια μόνα· καὶ ἀπῆλθεν πρὸς ⸀αὑτὸν θαυμάζων τὸ γεγονός13 14 15
Καὶ ἰδοὺ δύο ἐξ αὐτῶν ⸂ἐν αὐτῇ τῇ ἡμέρᾳ ἦσαν πορευόμενοι16 εἰς κώμην ἀπέχουσαν σταδίους ἑξήκοντα ἀπὸ Ἰερουσαλήμ, ᾗ ὄνομα Ἐμμαοῦς, καὶ αὐτοὶ ὡμίλουν πρὸς ἀλλήλους περὶ πάντων τῶν συμβεβηκότων τούτων. καὶ ἐγένετο ἐν τῷ ὁμιλεῖν αὐτοὺς καὶ συζητεῖν καὶ ⸀αὐτὸς17 Ἰησοῦς ἐγγίσας συνεπορεύετο αὐτοῖς, οἱ δὲ ὀφθαλμοὶ αὐτῶν ἐκρατοῦντο τοῦ μὴ ἐπιγνῶναι αὐτόν. εἶπεν δὲ πρὸς αὐτούς· Τίνες οἱ λόγοι οὗτοι οὓς ἀντιβάλλετε πρὸς ἀλλήλους περιπατοῦντες; καὶ ⸀ἐστάθησαν18 σκυθρωποί. ἀποκριθεὶς δὲ ⸂εἷς ὀνόματι19 Κλεοπᾶς εἶπεν πρὸς αὐτόν· Σὺ μόνος παροικεῖς Ἰερουσαλὴμ καὶ οὐκ ἔγνως τὰ γενόμενα ἐν αὐτῇ ἐν ταῖς ἡμέραις ταύταις; καὶ εἶπεν αὐτοῖς· Ποῖα; οἱ δὲ εἶπαν αὐτῷ· Τὰ περὶ Ἰησοῦ τοῦ ⸀Ναζαρηνοῦ20 ὃς ἐγένετο ἀνὴρ προφήτης δυνατὸς ἐν ἔργῳ καὶ λόγῳ ἐναντίον τοῦ θεοῦ καὶ παντὸς τοῦ λαοῦ, ὅπως τε παρέδωκαν αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ ἄρχοντες ἡμῶν εἰς κρίμα θανάτου καὶ ἐσταύρωσαν αὐτόν. ἡμεῖς δὲ ἠλπίζομεν ὅτι αὐτός ἐστιν ὁ μέλλων λυτροῦσθαι τὸν Ἰσραήλ· ἀλλά γε ⸀καὶ21 σὺν πᾶσιν τούτοις τρίτην ταύτην ἡμέραν ⸀ἄγει22 ἀφʼ οὗ ταῦτα ἐγένετο. ἀλλὰ καὶ γυναῖκές τινες ἐξ ἡμῶν ἐξέστησαν ἡμᾶς, γενόμεναι ⸀ὀρθριναὶ23 ἐπὶ τὸ μνημεῖον καὶ μὴ εὑροῦσαι τὸ σῶμα αὐτοῦ ἦλθον λέγουσαι καὶ ὀπτασίαν ἀγγέλων ἑωρακέναι, οἳ λέγουσιν αὐτὸν ζῆν. καὶ24 ἀπῆλθόν τινες τῶν σὺν ἡμῖν ἐπὶ τὸ μνημεῖον, καὶ εὗρον οὕτως καθὼς ⸀καὶ αἱ γυναῖκες εἶπον, αὐτὸν δὲ οὐκ εἶδον. καὶ αὐτὸς εἶπεν πρὸς αὐτούς· Ὦ ἀνόητοι καὶ βραδεῖς τῇ καρδίᾳ τοῦ πιστεύειν ἐπὶ πᾶσιν οἷς ἐλάλησαν οἱ προφῆται· οὐχὶ ταῦτα ἔδει παθεῖν τὸν χριστὸν καὶ εἰσελθεῖν εἰς τὴν δόξαν αὐτοῦ; καὶ ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν ⸀διερμήνευσεν25 αὐτοῖς ἐν πάσαις ταῖς γραφαῖς τὰ περὶ ⸀ἑαυτοῦ26
Καὶ ἤγγισαν εἰς τὴν κώμην οὗ ἐπορεύοντο, καὶ αὐτὸς ⸀προσεποιήσατο27 ⸀πορρώτερον28 πορεύεσθαι. καὶ παρεβιάσαντο αὐτὸν λέγοντες· Μεῖνον μεθʼ ἡμῶν, ὅτι πρὸς ἑσπέραν ἐστὶν καὶ κέκλικεν ⸀ἤδη29 ἡ ἡμέρα. καὶ εἰσῆλθεν τοῦ μεῖναι σὺν αὐτοῖς. καὶ ἐγένετο ἐν τῷ κατακλιθῆναι αὐτὸν μετʼ αὐτῶν λαβὼν τὸν ἄρτον εὐλόγησεν καὶ κλάσας ἐπεδίδου αὐτοῖς· αὐτῶν δὲ διηνοίχθησαν οἱ ὀφθαλμοὶ καὶ ἐπέγνωσαν αὐτόν· καὶ αὐτὸς ἄφαντος ἐγένετο ἀπʼ αὐτῶν. καὶ εἶπαν πρὸς ἀλλήλους· Οὐχὶ ἡ καρδία ἡμῶν καιομένη ἦν ⸂ἐν ἡμῖν30 ὡς31 ἐλάλει ἡμῖν ἐν τῇ ὁδῷ, ⸀ὡς διήνοιγεν ἡμῖν τὰς γραφάς; καὶ ἀναστάντες αὐτῇ τῇ ὥρᾳ ὑπέστρεψαν εἰς Ἰερουσαλήμ, καὶ εὗρον ⸀ἠθροισμένους32 τοὺς ἕνδεκα καὶ τοὺς σὺν αὐτοῖς, λέγοντας ὅτι ⸂ὄντως ἠγέρθη ὁ κύριος33 καὶ ὤφθη Σίμωνι. καὶ αὐτοὶ ἐξηγοῦντο τὰ ἐν τῇ ὁδῷ καὶ ὡς ἐγνώσθη αὐτοῖς ἐν τῇ κλάσει τοῦ ἄρτου.
Ταῦτα δὲ αὐτῶν λαλούντων ⸀αὐτὸς34 ἔστη ἐν μέσῳ ⸀αὐτῶν35 πτοηθέντες δὲ καὶ ἔμφοβοι γενόμενοι ἐδόκουν πνεῦμα θεωρεῖν. καὶ εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστέ, καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ⸂τῇ καρδίᾳ36 ὑμῶν; ἴδετε τὰς χεῖράς μου καὶ τοὺς πόδας μου ὅτι ⸂ἐγώ εἰμι αὐτός37 · ψηλαφήσατέ με καὶ ἴδετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα. ⸂[καὶ τοῦτο εἰπὼν ⸀ἔδειξεν αὐτοῖς τὰς χεῖρας καὶ τοὺς πόδας.]⸃38 39 ἔτι δὲ ἀπιστούντων αὐτῶν ἀπὸ τῆς χαρᾶς καὶ θαυμαζόντων εἶπεν αὐτοῖς· Ἔχετέ τι βρώσιμον ἐνθάδε; οἱ δὲ ἐπέδωκαν αὐτῷ ἰχθύος ὀπτοῦ ⸀μέρος40 καὶ λαβὼν ἐνώπιον αὐτῶν ἔφαγεν.
Εἶπεν δὲ ⸂πρὸς αὐτούς41 · Οὗτοι οἱ λόγοι ⸀μου42 οὓς ἐλάλησα πρὸς ὑμᾶς ἔτι ὢν σὺν ὑμῖν, ὅτι δεῖ πληρωθῆναι πάντα τὰ γεγραμμένα ἐν τῷ νόμῳ Μωϋσέως ⸀καὶ43 προφήταις καὶ ψαλμοῖς περὶ ἐμοῦ. τότε διήνοιξεν αὐτῶν τὸν νοῦν τοῦ συνιέναι τὰς γραφάς, καὶ εἶπεν αὐτοῖς ὅτι οὕτως ⸀γέγραπται44 παθεῖν τὸν χριστὸν καὶ ἀναστῆναι ἐκ νεκρῶν τῇ τρίτῃ ἡμέρᾳ, καὶ45 κηρυχθῆναι ἐπὶ τῷ ὀνόματι αὐτοῦ μετάνοιαν ⸀καὶ ἄφεσιν ἁμαρτιῶν εἰς πάντα τὰ ἔθνη— ⸀ἀρξάμενοι46 ἀπὸ Ἰερουσαλήμ· ὑμεῖς ⸀ἐστε47 μάρτυρες τούτων. καὶ ἰδοὺ ἐγὼ ⸀ἐξαποστέλλω48 τὴν ἐπαγγελίαν τοῦ πατρός μου ἐφʼ ὑμᾶς· ὑμεῖς δὲ καθίσατε ἐν τῇ ⸀πόλει49 ἕως οὗ ἐνδύσησθε ⸂ἐξ ὕψους δύναμιν50.
Ἐξήγαγεν δὲ αὐτοὺς ⸀ἕως51 ⸀πρὸς52 Βηθανίαν, καὶ ἐπάρας τὰς χεῖρας αὐτοῦ εὐλόγησεν αὐτούς. καὶ ἐγένετο ἐν τῷ εὐλογεῖν αὐτὸν αὐτοὺς διέστη ἀπʼ αὐτῶν ⸂[καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν53 ⸃. καὶ αὐτοὶ ⸂[προσκυνήσαντες αὐτὸν54 ⸃ ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ μετὰ χαρᾶς μεγάλης, καὶ ἦσαν διὰ παντὸς ἐν τῷ ἱερῷ ⸀εὐλογοῦντες55 τὸν ⸀θεόν56 ‘p /’ ‘/book’
Source notes (56)
- Footnote ἐπὶ τὸ μνῆμα ἦλθον WH NA28 ] ἦλθον ἐπὶ τὸ μνῆμα Treg RP
- Footnote ἀρώματα WH Treg NA28 ] + καί τινες σὺν αὐταῖς RP
- Footnote εἰσελθοῦσαι δὲ WH Treg NA28 ] Καὶ εἰσελθοῦσαι RP
- Footnote σῶμα WH ] + τοῦ κυρίου Ἰησοῦ Treg NA28 RP
- Footnote ἀπορεῖσθαι WH Treg NA28 ] διαπορεῖσθαι RP
- Footnote ἐσθῆτι ἀστραπτούσῃ WH Treg NA28 ] ἐσθήσεσιν ἀστραπτούσαις RP
- Footnote τὰ πρόσωπα WH Treg NA28 ] τὸ πρόσωπον RP
- Footnote οὐκ ἔστιν ὧδε ἀλλὰ ἠγέρθη Treg NA28 RP ] ⟦WH⟧
- Footnote τὸν … ἀνθρώπου ὅτι δεῖ WH Treg NA28 ] ὅτι δεῖ τὸν … ἀνθρώπου RP
- Footnote ἡ WH Treg NA28 ] –RP
- Footnote ἔλεγον WH Treg NA28 ] αἳ ἔλεγον RP
- Footnote ταῦτα WH Treg NA28 ] αὐτῶν RP
- Footnote Ὁ δὲ … τὸ γεγονός Treg NA28 RP ] ⟦WH⟧
- Footnote ὀθόνια ⟦WH⟧ Treg NA28 ] + κείμενα RP
- Footnote αὑτὸν ⟦WH⟧ ] αὐτὸν Treg; ἑαυτὸν NA28 RP
- Footnote ἐν αὐτῇ τῇ ἡμέρᾳ ἦσαν πορευόμενοι WH NA28 ] ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ Treg RP
- Footnote αὐτὸς WH Treg NA28 ] + ὁ RP
- Footnote ἐστάθησαν WH Treg NA28 ] ἐστε RP
- Footnote εἷς ὀνόματι WH Treg NA28 ] εἷς ἐξ αὐτῶν ὀνόματι NIV; ὁ εἷς ᾧ ὄνομα RP
- Footnote Ναζαρηνοῦ WH Treg NA28 ] Ναζωραίου RP
- Footnote καὶ WH Treg NA28 ] – RP
- Footnote ἄγει WH NA28 ] + σήμερον Treg RP
- Footnote ὀρθριναὶ WH Treg NA28 ] ὄρθριαι RP
- Footnote καὶ NA28 RP ] – WH Treg
- Footnote διερμήνευσεν WH Treg NA28 ] διηρμήνευεν RP
- Footnote ἑαυτοῦ WH NA28 RP ] αὐτοῦ Treg
- Footnote προσεποιήσατο WH Treg NA28 ] προσεποιεῖτο RP
- Footnote πορρώτερον WH Treg NA28 ] πορρωτέρω RP
- Footnote ἤδη WH Treg NA28 ] – RP
- Footnote ἐν ἡμῖν Treg NA28 RP ] – WH
- Footnote ὡς WH Treg NA28 ] καὶ ὡς RP
- Footnote ἠθροισμένους WH Treg NA28 ] συνηθροισμένους RP
- Footnote ὄντως ἠγέρθη ὁ κύριος WH Treg NA28 ] Ἠγέρθη ὁ κύριος ὄντως RP
- Footnote αὐτὸς WH Treg NA28 ] + ὁ Ἰησοῦς RP
- Footnote αὐτῶν WH ] + καὶ λέγει αὐτοῖς Εἰρήνη ὑμῖν Treg NA28 RP
- Footnote τῇ καρδίᾳ WH Treg NA28 ] ταῖς καρδίαις RP
- Footnote ἐγώ εἰμι αὐτός WH Treg NA28 ] αὐτὸς ἐγώ εἰμι RP
- Footnote καὶ τοῦτο … τοὺς πόδας Treg NA28 RP ] ⟦WH⟧
- Footnote ἔδειξεν ⟦WH⟧ Treg NA28 ] ἐπέδειξεν RP
- Footnote μέρος WH NA28 ] + καὶ ἀπὸ μελισσίου κηρίου Treg RP
- Footnote πρὸς αὐτούς WH Treg NA28 ] αὐτοῖς RP
- Footnote μου WH Treg NA28 ] – RP
- Footnote καὶ RP ] + τοῖς WH Treg NA28
- Footnote γέγραπται WH Treg NA28 ] + καὶ οὕτως ἔδει RP
- Footnote καὶ Treg NIV RP ] εἰς WH NA28
- Footnote ἀρξάμενοι WH Treg NA28 ] ἀρξάμενον RP
- Footnote ἐστε Treg ] – WH NA28; δέ ἐστε RP
- Footnote ἐξαποστέλλω WH Treg ] ἀποστέλλω NA28 RP
- Footnote πόλει WH Treg NA28 ] + Ἱερουσαλήμ RP
- Footnote ἐξ ὕψους δύναμιν WH Treg NA28 ] δύναμιν ἐξ ὕψους RP
- Footnote ἕως WH Treg NIV ] ἔξω ἕως RP NA28
- Footnote πρὸς WH Treg NA28 ] εἰς RP
- Footnote καὶ ἀνεφέρετο εἰς τὸν οὐρανόν Treg NA28 RP ] ⟦WH⟧
- Footnote προσκυνήσαντες αὐτὸν Treg NA28 RP ] ⟦WH⟧
- Footnote εὐλογοῦντες WH NA28 ] αἰνοῦντες καὶ εὐλογοῦντες Treg RP
- Footnote θεόν WH Treg NA28 ] + Ἀμήν RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.