Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΛΟΥΚΑΝ 21

Ἀναβλέψας δὲ εἶδεν τοὺς βάλλοντας ⸂εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν1 πλουσίους. εἶδεν δέ ⸀τινα2 χήραν πενιχρὰν βάλλουσαν ἐκεῖ ⸂λεπτὰ δύο3, καὶ εἶπεν· Ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα ⸂ἡ πτωχὴ αὕτη4 πλεῖον πάντων ἔβαλεν· ⸀πάντες5 γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς ἔβαλον εἰς τὰ ⸀δῶρα6 αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς ⸀πάντα7 τὸν βίον ὃν εἶχεν ἔβαλεν.

Καί τινων λεγόντων περὶ τοῦ ἱεροῦ, ὅτι λίθοις καλοῖς καὶ ἀναθήμασιν κεκόσμηται εἶπεν· Ταῦτα ἃ θεωρεῖτε, ἐλεύσονται ἡμέραι ἐν αἷς οὐκ ἀφεθήσεται λίθος ἐπὶ ⸀λίθῳ8 ὃς οὐ καταλυθήσεται.

Ἐπηρώτησαν δὲ αὐτὸν λέγοντες· Διδάσκαλε, πότε οὖν ταῦτα ἔσται, καὶ τί τὸ σημεῖον ὅταν μέλλῃ ταῦτα γίνεσθαι; ὁ δὲ εἶπεν· Βλέπετε μὴ πλανηθῆτε· πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου ⸀λέγοντες9 Ἐγώ εἰμι καί· Ὁ καιρὸς ἤγγικεν· ⸀μὴ10 πορευθῆτε ὀπίσω αὐτῶν. ὅταν δὲ ἀκούσητε πολέμους καὶ ἀκαταστασίας, μὴ πτοηθῆτε· δεῖ γὰρ ταῦτα γενέσθαι πρῶτον, ἀλλʼ οὐκ εὐθέως τὸ τέλος. τότε ἔλεγεν αὐτοῖς· Ἐγερθήσεται ἔθνος ἐπʼ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, σεισμοί τε μεγάλοι ⸂καὶ κατὰ τόπους11 ⸂λιμοὶ καὶ λοιμοὶ12 ἔσονται, φόβητρά τε καὶ ⸂σημεῖα ἀπʼ οὐρανοῦ μεγάλα13 ἔσται.

Πρὸ δὲ τούτων πάντων ἐπιβαλοῦσιν ἐφʼ ὑμᾶς τὰς14 χεῖρας αὐτῶν καὶ διώξουσιν, παραδιδόντες εἰς ⸀τὰς συναγωγὰς καὶ φυλακάς, ⸀ἀπαγομένους15 ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας ἕνεκεν τοῦ ὀνόματός μου· ⸀ἀποβήσεται16 ὑμῖν εἰς μαρτύριον. ⸀θέτε17 οὖν ⸂ἐν ταῖς καρδίαις18 ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι, ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν ᾗ οὐ δυνήσονται ⸂ἀντιστῆναι ἢ ἀντειπεῖν19 ⸀ἅπαντες20 οἱ ἀντικείμενοι ὑμῖν. παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ⸂ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων21, καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου. καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται. ἐν τῇ ὑπομονῇ ὑμῶν ⸀κτήσασθε22 τὰς ψυχὰς ὑμῶν.

Ὅταν δὲ ἴδητε κυκλουμένην ὑπὸ ⸀στρατοπέδων23 Ἰερουσαλήμ, τότε γνῶτε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς. τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν εἰς τὰ ὄρη, καὶ οἱ ἐν μέσῳ αὐτῆς ἐκχωρείτωσαν, καὶ οἱ ἐν ταῖς χώραις μὴ εἰσερχέσθωσαν εἰς αὐτήν, ὅτι ἡμέραι ἐκδικήσεως αὗταί εἰσιν τοῦ πλησθῆναι πάντα τὰ γεγραμμένα. ⸀οὐαὶ24 ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις· ἔσται γὰρ ἀνάγκη μεγάλη ἐπὶ τῆς γῆς καὶ ⸀ὀργὴ25 τῷ λαῷ τούτῳ, καὶ πεσοῦνται στόματι μαχαίρης καὶ αἰχμαλωτισθήσονται εἰς ⸂τὰ ἔθνη πάντα26, καὶ Ἰερουσαλὴμ ἔσται πατουμένη ὑπὸ ἐθνῶν, ἄχρι ⸀οὗ27 ⸀πληρωθῶσιν28 καιροὶ ἐθνῶν.

Καὶ ⸀ἔσονται29 σημεῖα ἐν ἡλίῳ καὶ σελήνῃ καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ ⸀ἤχους30 θαλάσσης καὶ σάλου, ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ οἰκουμένῃ, αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς. ἀρχομένων δὲ τούτων γίνεσθαι ἀνακύψατε καὶ ἐπάρατε τὰς κεφαλὰς ὑμῶν, διότι ἐγγίζει ἡ ἀπολύτρωσις ὑμῶν.

Καὶ εἶπεν παραβολὴν αὐτοῖς· Ἴδετε τὴν συκῆν καὶ πάντα τὰ δένδρα· ὅταν προβάλωσιν ἤδη, βλέποντες ἀφʼ ἑαυτῶν γινώσκετε ὅτι ἤδη ἐγγὺς τὸ θέρος ἐστίν· οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ταῦτα γινόμενα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἡ βασιλεία τοῦ θεοῦ. ἀμὴν λέγω ὑμῖν ὅτι οὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα γένηται. ὁ οὐρανὸς καὶ ἡ γῆ ⸀παρελεύσονται31 οἱ δὲ λόγοι μου οὐ μὴ παρελεύσονται.

Προσέχετε δὲ ἑαυτοῖς μήποτε βαρηθῶσιν ⸂ὑμῶν αἱ καρδίαι32 ἐν κραιπάλῃ καὶ μέθῃ καὶ μερίμναις βιωτικαῖς, καὶ ⸂ἐπιστῇ ἐφʼ ὑμᾶς αἰφνίδιος33 ἡ ἡμέρα ἐκείνη ὡς παγίς· ⸂ἐπεισελεύσεται γὰρ34 ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς. ἀγρυπνεῖτε ⸀δὲ35 ἐν παντὶ καιρῷ δεόμενοι ἵνα ⸀κατισχύσητε36 ἐκφυγεῖν ⸀ταῦτα37 πάντα τὰ μέλλοντα γίνεσθαι, καὶ σταθῆναι ἔμπροσθεν τοῦ υἱοῦ τοῦ ἀνθρώπου.

Ἦν δὲ τὰς ἡμέρας ⸂ἐν τῷ ἱερῷ διδάσκων38, τὰς δὲ νύκτας ἐξερχόμενος ηὐλίζετο εἰς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν· καὶ πᾶς ὁ λαὸς ὤρθριζεν πρὸς αὐτὸν ἐν τῷ ἱερῷ ἀκούειν αὐτοῦ.

Source notes (38)
  1. Footnote εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα αὐτῶν WH Treg NA28 ] τὰ δῶρα αὐτῶν εἰς τὸ γαζοφυλάκιον RP
  2. Footnote τινα WH Treg NA28 ] + καὶ RP
  3. Footnote λεπτὰ δύο WH Treg NA28 ] δύο λεπτά RP
  4. Footnote ἡ πτωχὴ αὕτη RP ] αὕτη ἡ πτωχὴ WH Treg NA28
  5. Footnote πάντες WH NA28 ] ἅπαντες Treg RP
  6. Footnote δῶρα WH NA28 ] + τοῦ θεοῦ Treg RP
  7. Footnote πάντα WH Treg NA28 ] ἅπαντα RP
  8. Footnote λίθῳ Treg NA28 RP ] + ὧδε WH
  9. Footnote λέγοντες WH NA28 ] + ὃτι Treg RP
  10. Footnote μὴ WH Treg NA28 ] + οὖν RP
  11. Footnote καὶ κατὰ τόπους WH Treg NA28 ] κατὰ τόπους καὶ RP
  12. Footnote λιμοὶ καὶ λοιμοὶ NA28 RP ] λοιμοὶ καὶ λιμοὶ WH Treg
  13. Footnote σημεῖα ἀπʼ οὐρανοῦ μεγάλα Treg RP ] ἀπʼ οὐρανοῦ σημεῖα μεγάλα WH NA28; σημεῖα μεγάλα ἀπʼ οὐρανοῦ WHmarg
  14. Footnote τὰς WH Treg NA28 ] – RP
  15. Footnote ἀπαγομένους WH Treg NA28 ] ἀγομένους RP
  16. Footnote ἀποβήσεται WH NA28 ] + δὲ Treg RP
  17. Footnote θέτε WH Treg NA28 ] Θέσθε RP
  18. Footnote ἐν ταῖς καρδίαις WH Treg NA28 ] εἰς τὰς καρδίας RP
  19. Footnote ἀντιστῆναι ἢ ἀντειπεῖν WH Treg NA28 ] ἀντειπεῖν οὐδὲ ἀντιστῆναι RP
  20. Footnote ἅπαντες WH Treg NA28 ] πάντες RP
  21. Footnote ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων WH Treg NA28 ] συγγενῶν καὶ φίλων καὶ ἀδελφῶν RP
  22. Footnote κτήσασθε NA28 RP ] κτήσεσθε WH Treg
  23. Footnote στρατοπέδων WH Treg NA28 ] + τὴν RP
  24. Footnote οὐαὶ WH Treg NA28 ] + δὲ RP
  25. Footnote ὀργὴ WH Treg NA28 ] + ἐν RP
  26. Footnote τὰ ἔθνη πάντα WH Treg NA28 ] πάντα τὰ ἔθνη RP
  27. Footnote οὗ WH Treg NA28 ] – RP
  28. Footnote πληρωθῶσιν Treg NA28 RP ] + καὶ ἔσονται WH
  29. Footnote ἔσονται WH Treg NA28 ] ἔσται RP
  30. Footnote ἤχους WH Treg NA28 ] ἠχούσης RP
  31. Footnote παρελεύσονται WH Treg NA28 ] παρέλθωσιν RP
  32. Footnote ὑμῶν αἱ καρδίαι NA28 RP ] αἱ καρδίαι ὑμῶν WH Treg
  33. Footnote ἐπιστῇ ἐφʼ ὑμᾶς αἰφνίδιος WH Treg NA28 ] αἰφνίδιος ἐφʼ ὑμᾶς ἐπιστῇ RP
  34. Footnote ἐπεισελεύσεται γὰρ WH Treg NA28 ] γὰρ ἐπελεύσεται RP
  35. Footnote δὲ WH Treg NA28 ] οὖν RP
  36. Footnote κατισχύσητε WH Treg NA28 ] καταξιωθῆτε RP
  37. Footnote ταῦτα WH Treg NA28 ] – RP
  38. Footnote ἐν τῷ ἱερῷ διδάσκων WH NA28 RP ] διδάσκων ἐν τῷ ἱερῷ Treg

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.