Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΛΟΥΚΑΝ 20

Καὶ ἐγένετο ἐν μιᾷ τῶν ⸀ἡμερῶν1 διδάσκοντος αὐτοῦ τὸν λαὸν ἐν τῷ ἱερῷ καὶ εὐαγγελιζομένου ἐπέστησαν οἱ ⸀ἀρχιερεῖς2 καὶ οἱ γραμματεῖς σὺν τοῖς πρεσβυτέροις, καὶ εἶπαν ⸂λέγοντες πρὸς αὐτόν⸃· Εἰπὸν ἡμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς, ἢ τίς ἐστιν ὁ δούς σοι τὴν ἐξουσίαν ταύτην;3 ἀποκριθεὶς δὲ εἶπεν πρὸς αὐτούς· Ἐρωτήσω ὑμᾶς ⸀κἀγὼ4 λόγον, καὶ εἴπατέ μοι· Τὸ βάπτισμα Ἰωάννου ἐξ οὐρανοῦ ἦν ἢ ἐξ ἀνθρώπων; οἱ δὲ συνελογίσαντο πρὸς ἑαυτοὺς λέγοντες ὅτι Ἐὰν εἴπωμεν· Ἐξ οὐρανοῦ, ἐρεῖ· Διὰ τί οὐκ ἐπιστεύσατε αὐτῷ; ἐὰν δὲ εἴπωμεν· Ἐξ ἀνθρώπων, ⸂ὁ λαὸς ἅπας5 καταλιθάσει ἡμᾶς, πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι· καὶ ἀπεκρίθησαν μὴ εἰδέναι πόθεν. καὶ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.

Ἤρξατο δὲ πρὸς τὸν λαὸν λέγειν τὴν παραβολὴν ταύτην· ⸀Ἄνθρωπος6 ἐφύτευσεν ἀμπελῶνα, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν χρόνους ἱκανούς. ⸀καὶ7 καιρῷ ἀπέστειλεν πρὸς τοὺς γεωργοὺς δοῦλον, ἵνα ἀπὸ τοῦ καρποῦ τοῦ ἀμπελῶνος ⸀δώσουσιν8 αὐτῷ· οἱ δὲ γεωργοὶ ⸂ἐξαπέστειλαν αὐτὸν δείραντες9 κενόν. καὶ προσέθετο ⸂ἕτερον πέμψαι10 δοῦλον· οἱ δὲ κἀκεῖνον δείραντες καὶ ἀτιμάσαντες ἐξαπέστειλαν κενόν. καὶ προσέθετο ⸂τρίτον πέμψαι11 · οἱ δὲ καὶ τοῦτον τραυματίσαντες ἐξέβαλον. εἶπεν δὲ ὁ κύριος τοῦ ἀμπελῶνος· Τί ποιήσω; πέμψω τὸν υἱόν μου τὸν ἀγαπητόν· ἴσως ⸀τοῦτον12 ἐντραπήσονται. ἰδόντες δὲ αὐτὸν οἱ γεωργοὶ διελογίζοντο πρὸς ⸀ἀλλήλους13 λέγοντες· Οὗτός ἐστιν ὁ κληρονόμος· ⸀ἀποκτείνωμεν14 αὐτόν, ἵνα ἡμῶν γένηται ἡ κληρονομία· καὶ ἐκβαλόντες αὐτὸν ἔξω τοῦ ἀμπελῶνος ἀπέκτειναν. τί οὖν ποιήσει αὐτοῖς ὁ κύριος τοῦ ἀμπελῶνος; ἐλεύσεται καὶ ἀπολέσει τοὺς γεωργοὺς τούτους, καὶ δώσει τὸν ἀμπελῶνα ἄλλοις. ἀκούσαντες δὲ εἶπαν· Μὴ γένοιτο. ὁ δὲ ἐμβλέψας αὐτοῖς εἶπεν· Τί οὖν ἐστιν τὸ γεγραμμένον τοῦτο· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας; πᾶς ὁ πεσὼν ἐπʼ ἐκεῖνον τὸν λίθον συνθλασθήσεται· ἐφʼ ὃν δʼ ἂν πέσῃ, λικμήσει αὐτόν. καὶ ἐζήτησαν οἱ ⸂γραμματεῖς καὶ οἱ ἀρχιερεῖς15 ἐπιβαλεῖν ἐπʼ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν ⸂τὸν λαόν16, ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς ⸂εἶπεν τὴν παραβολὴν ταύτην17.

Καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου, ⸀ὥστε18 παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγεμόνος. καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες· Διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλʼ ἐπʼ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις· ἔξεστιν ⸀ἡμᾶς19 Καίσαρι φόρον δοῦναι ἢ οὔ; κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν εἶπεν πρὸς ⸀αὐτούς20 ⸀Δείξατέ21 μοι δηνάριον· τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; ⸀ἀποκριθέντες22 δὲ εἶπαν· Καίσαρος. ὁ δὲ εἶπεν ⸂πρὸς αὐτούς· Τοίνυν ἀπόδοτε⸃ τὰ Καίσαρος Καίσαρι καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ.23 καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι ⸀τοῦ24 ῥήματος ἐναντίον τοῦ λαοῦ, καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ ἐσίγησαν.

Προσελθόντες δέ τινες τῶν Σαδδουκαίων, οἱ ⸀ἀντιλέγοντες25 ἀνάστασιν μὴ εἶναι, ἐπηρώτησαν αὐτὸν λέγοντες· Διδάσκαλε, Μωϋσῆς ἔγραψεν ἡμῖν, ἐάν τινος ἀδελφὸς ἀποθάνῃ ἔχων γυναῖκα, καὶ οὗτος ἄτεκνος ⸀ᾖ26 ἵνα λάβῃ ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα καὶ ἐξαναστήσῃ σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. ἑπτὰ οὖν ἀδελφοὶ ἦσαν· καὶ ὁ πρῶτος λαβὼν γυναῖκα ἀπέθανεν ἄτεκνος· καὶ ⸂ὁ δεύτερος27 καὶ ὁ τρίτος ἔλαβεν ⸀αὐτήν28 ὡσαύτως δὲ καὶ οἱ ἑπτὰ οὐ κατέλιπον τέκνα καὶ ἀπέθανον· ὕστερον ⸂καὶ ἡ γυνὴ ἀπέθανεν29. ⸂ἡ γυνὴ οὖν ἐν τῇ30 ἀναστάσει τίνος αὐτῶν γίνεται γυνή; οἱ γὰρ ἑπτὰ ἔσχον αὐτὴν γυναῖκα.

⸀Καὶ31 εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Οἱ υἱοὶ τοῦ αἰῶνος τούτου γαμοῦσιν καὶ ⸀γαμίσκονται32 οἱ δὲ καταξιωθέντες τοῦ αἰῶνος ἐκείνου τυχεῖν καὶ τῆς ἀναστάσεως τῆς ἐκ νεκρῶν οὔτε γαμοῦσιν οὔτε ⸀γαμίζονται33 ⸀οὐδὲ34 γὰρ ἀποθανεῖν ἔτι δύνανται, ἰσάγγελοι γάρ εἰσιν35 καὶ υἱοί ⸀εἰσιν θεοῦ τῆς ἀναστάσεως υἱοὶ ὄντες. ὅτι δὲ ἐγείρονται οἱ νεκροὶ καὶ Μωϋσῆς ἐμήνυσεν ἐπὶ τῆς βάτου, ὡς λέγει κύριον τὸν θεὸν Ἀβραὰμ ⸀καὶ36 θεὸν Ἰσαὰκ ⸁καὶ37 θεὸν Ἰακώβ· θεὸς δὲ οὐκ ἔστιν νεκρῶν ἀλλὰ ζώντων, πάντες γὰρ αὐτῷ ζῶσιν. ἀποκριθέντες δέ τινες τῶν γραμματέων εἶπαν· Διδάσκαλε, καλῶς εἶπας· οὐκέτι ⸀γὰρ38 ἐτόλμων ἐπερωτᾶν αὐτὸν οὐδέν.

Εἶπεν δὲ πρὸς αὐτούς· Πῶς λέγουσιν τὸν χριστὸν ⸂εἶναι Δαυὶδ υἱόν39 ; ⸂αὐτὸς γὰρ40 Δαυὶδ λέγει ἐν βίβλῳ ψαλμῶν· ⸀Εἶπεν41 κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Δαυὶδ οὖν ⸂αὐτὸν κύριον42 καλεῖ, καὶ πῶς ⸂αὐτοῦ υἱός43 ἐστιν;

Ἀκούοντος δὲ παντὸς τοῦ λαοῦ εἶπεν τοῖς ⸀μαθηταῖς44 Προσέχετε ἀπὸ τῶν γραμματέων τῶν θελόντων περιπατεῖν ἐν στολαῖς καὶ φιλούντων ἀσπασμοὺς ἐν ταῖς ἀγοραῖς καὶ πρωτοκαθεδρίας ἐν ταῖς συναγωγαῖς καὶ πρωτοκλισίας ἐν τοῖς δείπνοις, οἳ κατεσθίουσιν τὰς οἰκίας τῶν χηρῶν καὶ προφάσει μακρὰ προσεύχονται· οὗτοι λήμψονται περισσότερον κρίμα.

Source notes (44)
  1. Footnote ἡμερῶν WH Treg NA28 ] + ἐκείνων RP
  2. Footnote ἀρχιερεῖς WH Treg NA28 ] ἱερεῖς RP
  3. Footnote λέγοντες πρὸς αὐτόν WH NA28 ] πρὸς αὐτόν λέγοντες RP; πρὸς αὐτόν Treg
  4. Footnote κἀγὼ WH Treg NA28 ] + ἕνα RP
  5. Footnote ὁ λαὸς ἅπας WH Treg NA28 ] πᾶς ὁ λαὸς RP
  6. Footnote Ἄνθρωπος WH Treg NIV RP ] + τις NA28
  7. Footnote καὶ WH Treg NA28 ] + ἐν RP
  8. Footnote δώσουσιν WH Treg NA28 ] δῶσιν RP
  9. Footnote ἐξαπέστειλαν αὐτὸν δείραντες WH NA28 ] δείραντες αὐτὸν ἐξαπέστειλαν Treg RP
  10. Footnote ἕτερον πέμψαι WH Treg NA28 ] πέμψαι ἕτερον RP
  11. Footnote τρίτον πέμψαι WH Treg NA28 ] πέμψαι τρίτον RP
  12. Footnote τοῦτον WH Treg NA28 ] + ἰδόντες RP
  13. Footnote ἀλλήλους WH Treg NA28 ] ἑαυτούς RP
  14. Footnote ἀποκτείνωμεν WH Treg NA28 ] δεῦτε ἀποκτείνωμεν RP
  15. Footnote γραμματεῖς καὶ οἱ ἀρχιερεῖς WH Treg NA28 ] ἀρχιερεῖς καὶ οἱ γραμματεῖς RP
  16. Footnote τὸν λαόν WH Treg NA28 ] – RP
  17. Footnote εἶπεν τὴν … ταύτην WH Treg NA28 ] τὴν … ταύτην εἶπεν RP
  18. Footnote ὥστε WH Treg NA28 ] εἰς τὸ RP
  19. Footnote ἡμᾶς WH Treg NA28 ] ἡμῖν RP
  20. Footnote αὐτούς WH Treg NA28 ] + Τί με πειράζετε RP
  21. Footnote Δείξατέ WH Treg NA28 ] Ἐπιδείξατέ RP
  22. Footnote ἀποκριθέντες Treg RP ] οἱ WH NA28
  23. Footnote πρὸς αὐτούς Τοίνυν ἀπόδοτε WH Treg NA28 ] αὐτοῖς Ἀπόδοτε τοίνυν RP
  24. Footnote τοῦ WH ] αὐτοῦ Treg NA28 RP
  25. Footnote ἀντιλέγοντες NA28 RP ] λέγοντες WH Treg
  26. Footnote ᾖ WH Treg NA28 ] ἀποθάνῃ RP
  27. Footnote ὁ δεύτερος WH Treg NA28 ] ἔλαβεν ὁ δεύτερος τὴν γυναῖκα καὶ οὑτὸς ἀπέθανεν ἄτεκνος RP
  28. Footnote αὐτήν WH Treg NA28 ] + ὡσαύτως RP
  29. Footnote καὶ ἡ γυνὴ ἀπέθανεν WH Treg NA28 ] δὲ πάντων ἀπέθανεν καὶ ἡ γυνή RP
  30. Footnote ἡ γυνὴ οὖν ἐν τῇ WH NA28 ] ἐν τῇ οὖν Treg RP
  31. Footnote Καὶ WH Treg NA28 ] + ἀποκριθεὶς RP
  32. Footnote γαμίσκονται WH Treg NA28 ] ἐκγαμίσκονται RP
  33. Footnote γαμίζονται WH Treg NA28 ] ἐκγαμίζονται RP
  34. Footnote οὐδὲ WH Treg NA28 ] οὔτε RP
  35. Footnote εἰσιν WH Treg NA28 ] + τοῦ RP
  36. Footnote ⸀καὶ WH Treg NA28 ] + τὸν RP
  37. Footnote ⸁καὶ WH Treg NA28 ] + τὸν RP
  38. Footnote γὰρ WH Treg NA28 ] δὲ RP
  39. Footnote εἶναι Δαυὶδ υἱόν WH NA28 ] υἱὸν Δαυὶδ εἶναι Treg RP
  40. Footnote αὐτὸς γὰρ WH NA28 ] καὶ αὐτὸς Treg RP
  41. Footnote Εἶπεν WH Treg NA28 ] + ὁ RP
  42. Footnote αὐτὸν κύριον WH Treg ] κύριον αὐτὸν NA28 RP
  43. Footnote αὐτοῦ υἱός WH Treg NA28 ] υἱὸς αὐτοῦ RP
  44. Footnote μαθηταῖς WH Treg NIV ] + αὐτοῦ RP NA28

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.