Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΛΟΥΚΑΝ 19

Καὶ εἰσελθὼν διήρχετο τὴν Ἰεριχώ. καὶ ἰδοὺ ἀνὴρ ὀνόματι ⸀καλούμενος1 Ζακχαῖος, καὶ αὐτὸς2 ἦν ἀρχιτελώνης καὶ ⸀αὐτὸς πλούσιος· καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. καὶ προδραμὼν ⸂εἰς τὸ3 ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν ἵνα ἴδῃ αὐτόν, ὅτι ἐκείνης ἤμελλεν διέρχεσθαι. καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας ὁ ⸀Ἰησοῦς4 εἶπεν πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι, σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι. καὶ σπεύσας κατέβη, καὶ ὑπεδέξατο αὐτὸν χαίρων. καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι. σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον· Ἰδοὺ τὰ ⸀ἡμίσιά5 ⸂μου τῶν ὑπαρχόντων6, κύριε, ⸂τοῖς πτωχοῖς δίδωμι7, καὶ εἴ τινός τι ἐσυκοφάντησα ἀποδίδωμι τετραπλοῦν. εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς ὅτι Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν· ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.

Ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς εἶπεν παραβολὴν διὰ τὸ ἐγγὺς ⸂εἶναι Ἰερουσαλὴμ αὐτὸν8 καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ βασιλεία τοῦ θεοῦ ἀναφαίνεσθαι· εἶπεν οὖν· Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι. καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπεν πρὸς αὐτούς· ⸀Πραγματεύσασθε9 ⸂ἐν ᾧ 10 ἔρχομαι. οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες· Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφʼ ἡμᾶς. καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς ⸀δεδώκει11 τὸ ἀργύριον, ἵνα ⸀γνοῖ12 τί ⸀διεπραγματεύσαντο13 παρεγένετο δὲ ὁ πρῶτος λέγων· Κύριε, ἡ μνᾶ σου ⸂δέκα προσηργάσατο14 μνᾶς. καὶ εἶπεν αὐτῷ· ⸀Εὖγε15 ἀγαθὲ δοῦλε, ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων. καὶ ἦλθεν ὁ δεύτερος λέγων· ⸂Ἡ μνᾶ σου, κύριε⸃, ἐποίησεν πέντε μνᾶς.16 εἶπεν δὲ καὶ τούτῳ· Καὶ σὺ ⸂ἐπάνω γίνου17 πέντε πόλεων. καὶ ⸀ὁ18 ἕτερος ἦλθεν λέγων· Κύριε, ἰδοὺ ἡ μνᾶ σου ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ· ἐφοβούμην γάρ σε ὅτι ἄνθρωπος αὐστηρὸς εἶ, αἴρεις ὃ οὐκ ἔθηκας καὶ θερίζεις ὃ οὐκ ἔσπειρας. ⸀λέγει19 αὐτῷ· Ἐκ τοῦ στόματός σου κρίνω σε, πονηρὲ δοῦλε· ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων ὃ οὐκ ἔθηκα καὶ θερίζων ὃ οὐκ ἔσπειρα; καὶ διὰ τί οὐκ ἔδωκάς ⸂μου τὸ ἀργύριον20 ἐπὶ τράπεζαν; κἀγὼ ἐλθὼν σὺν τόκῳ ἂν ⸂αὐτὸ ἔπραξα21. καὶ τοῖς παρεστῶσιν εἶπεν· Ἄρατε ἀπʼ αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι— καὶ εἶπαν αὐτῷ· Κύριε, ἔχει δέκα μνᾶς— ⸀λέγω22 ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ὃ ἔχει ⸀ἀρθήσεται.23 πλὴν τοὺς ἐχθρούς μου ⸀τούτους24 τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπʼ αὐτοὺς25 ἀγάγετε ὧδε καὶ κατασφάξατε ⸀αὐτοὺς ἔμπροσθέν μου.

Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα.

Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανίαν πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλεν δύο τῶν ⸀μαθητῶν26 ⸀λέγων27 Ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφʼ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν, ⸀καὶ28 λύσαντες αὐτὸν ἀγάγετε. καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ· Διὰ τί λύετε; οὕτως ⸀ἐρεῖτε29 ὅτι Ὁ κύριος αὐτοῦ χρείαν ἔχει. ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς. λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπαν οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς· Τί λύετε τὸν πῶλον; οἱ δὲ εἶπαν ⸀ὅτι30 Ὁ κύριος αὐτοῦ χρείαν ἔχει. καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν, καὶ ἐπιρίψαντες ⸀αὐτῶν31 τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν· πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια ⸀ἑαυτῶν32 ἐν τῇ ὁδῷ. ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ Ὄρους τῶν Ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ ⸀πασῶν33 ὧν εἶδον δυνάμεων, λέγοντες· Εὐλογημένος ὁ ἐρχόμενος ⸀βασιλεὺς34 ἐν ὀνόματι κυρίου· ⸂ἐν οὐρανῷ εἰρήνη35 καὶ δόξα ἐν ὑψίστοις. καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπαν πρὸς αὐτόν· Διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου. καὶ ἀποκριθεὶς ⸀εἶπεν36 Λέγω ὑμῖν, ⸀ὅτι37 ἐὰν οὗτοι ⸀σιωπήσουσιν38 οἱ λίθοι ⸀κράξουσιν39

Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπʼ ⸀αὐτήν40 λέγων ὅτι Εἰ ἔγνως ⸂ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ σὺ41 τὰ πρὸς ⸀εἰρήνην42 νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου. ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ ⸀παρεμβαλοῦσιν43 οἱ ἐχθροί σου χάρακά σοι καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν, καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοί, καὶ οὐκ ἀφήσουσιν ⸂λίθον ἐπὶ λίθον ἐν σοί44, ἀνθʼ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.

Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς ⸀πωλοῦντας45 λέγων αὐτοῖς· Γέγραπται· ⸂Καὶ ἔσται46 ὁ οἶκός μου οἶκος ⸀προσευχῆς47 ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν.

Καὶ ἦν διδάσκων τὸ καθʼ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ, καὶ οὐχ ⸀εὕρισκον48 τὸ τί ποιήσωσιν, ὁ λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων.

Source notes (48)
  1. Footnote καλούμενος WH Treg RP NA28 ] – NIV
  2. Footnote αὐτὸς WH Treg NA28 ] οὗτος ἦν RP
  3. Footnote εἰς τὸ WH Treg NA28 ] – RP
  4. Footnote Ἰησοῦς WH Treg NA28 ] + εἶδεν αὐτόν καὶ RP
  5. Footnote ἡμίσιά WH Treg NA28 ] ἡμίση RP
  6. Footnote μου τῶν ὑπαρχόντων WH Treg NA28 ] τῶν ὑπαρχόντων μου RP
  7. Footnote τοῖς πτωχοῖς δίδωμι WH Treg NA28 ] δίδωμι τοῖς πτωχοῖς RP
  8. Footnote εἶναι Ἰερουσαλὴμ αὐτὸν WH Treg NA28 ] αὐτὸν εἶναι Ἰερουσαλὴμ RP
  9. Footnote Πραγματεύσασθε Treg NA28 RP ] πραγματεύσασθαι WH
  10. Footnote ἐν ᾧ WH Treg NA28 ] ἕως RP
  11. Footnote δεδώκει WH Treg NA28 ] ἔδωκεν RP
  12. Footnote γνοῖ WH Treg NA28 ] γνῷ τίς RP
  13. Footnote διεπραγματεύσαντο WH Treg NA28 ] διεπραγματεύσατο RP
  14. Footnote δέκα προσηργάσατο WH Treg NA28 ] προσηργάσατο δέκα RP
  15. Footnote Εὖγε WH Treg NA28 ] Εὖ RP
  16. Footnote Ἡ μνᾶ σου κύριε WH Treg NA28 ] Κύριε ἡ μνᾶ σου RP
  17. Footnote ἐπάνω γίνου WH NA28 ] γίνου ἐπάνω Treg RP
  18. Footnote ὁ WH Treg NA28 ] – RP
  19. Footnote λέγει WH Treg NA28 ] + δὲ RP
  20. Footnote μου τὸ ἀργύριον WH Treg NA28 ] τὸ ἀργύριόν μου RP
  21. Footnote αὐτὸ ἔπραξα WH Treg NA28 ] ἔπραξα αὐτό RP
  22. Footnote λέγω WH NA28 ] + γὰρ Treg RP
  23. Footnote ἀρθήσεται WH NA28 ] + ἀπʼ αὐτοῦ Treg RP
  24. Footnote τούτους WH Treg NA28 ] ἐκείνους RP
  25. Footnote αὐτοὺς WH Treg NA28 ] – RP
  26. Footnote μαθητῶν WH NA28 ] + αὐτοῦ Treg RP
  27. Footnote λέγων WH Treg NA28 ] εἰπών RP
  28. Footnote καὶ WH Treg NA28 ] – RP
  29. Footnote ἐρεῖτε WH Treg NA28 ] + αὐτῷ RP
  30. Footnote ὅτι WH Treg NA28 ] – RP
  31. Footnote αὐτῶν WH Treg NA28 ] – RP
  32. Footnote ἑαυτῶν WH Treg ] αὐτῶν NA28 RP
  33. Footnote πασῶν WH NA28 RP ] πάντων Treg
  34. Footnote βασιλεὺς Treg RP ] ὁ βασιλεὺς WH NA28
  35. Footnote ἐν οὐρανῷ εἰρήνη WH Treg NA28 ] εἰρήνη ἐν οὐρανῷ RP
  36. Footnote εἶπεν WH NA28 ] + αὐτοῖς Treg RP
  37. Footnote ὅτι Treg RP ] – WH NA28
  38. Footnote σιωπήσουσιν WH Treg NA28 ] σιωπήσωσιν RP
  39. Footnote κράξουσιν WH Treg NA28 ] κεκράξονται RP
  40. Footnote αὐτήν WH Treg NA28 ] αὐτῇ RP
  41. Footnote ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ σὺ WH NA28 ] καὶ σὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ Treg; καὶ σύ καί γε ἐν τῇ ἡμέρᾳ σου RP
  42. Footnote εἰρήνην WH NA28 ] + σου Treg RP
  43. Footnote παρεμβαλοῦσιν WH Treg NA28 ] περιβαλοῦσιν RP
  44. Footnote λίθον ἐπὶ λίθον ἐν σοί WH Treg NA28 ] ἐν σοὶ λίθον ἐπὶ λίθῳ RP
  45. Footnote πωλοῦντας WH Treg NA28 ] + ἐν αὐτῷ καὶ ἀγοράζοντας RP
  46. Footnote Καὶ ἔσται WH Treg NA28 ] – RP
  47. Footnote προσευχῆς WH Treg NA28 ] + ἐστίν RP
  48. Footnote εὕρισκον NA28 RP ] ηὕρισκον WH Treg

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.