Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΚΑΤΑ ΛΟΥΚΑΝ 18

Ἔλεγεν ⸀δὲ1 παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι ⸀αὐτοὺς2 καὶ μὴ ἐγκακεῖν, λέγων· Κριτής τις ἦν ἔν τινι πόλει τὸν θεὸν μὴ φοβούμενος καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος. χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα· Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου. καὶ οὐκ ⸀ἤθελεν3 ἐπὶ χρόνον, μετὰ ⸂ταῦτα δὲ4 εἶπεν ἐν ἑαυτῷ· Εἰ καὶ τὸν θεὸν οὐ φοβοῦμαι ⸂οὐδὲ ἄνθρωπον5 ἐντρέπομαι, διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην ἐκδικήσω αὐτήν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑπωπιάζῃ με. εἶπεν δὲ ὁ κύριος· Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει· ὁ δὲ θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ τῶν βοώντων ⸀αὐτῷ6 ἡμέρας καὶ νυκτός, καὶ ⸀μακροθυμεῖ7 ἐπʼ αὐτοῖς; λέγω ὑμῖν ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει. πλὴν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλθὼν ἆρα εὑρήσει τὴν πίστιν ἐπὶ τῆς γῆς;

Εἶπεν δὲ ⸀καὶ8 πρός τινας τοὺς πεποιθότας ἐφʼ ἑαυτοῖς ὅτι εἰσὶν δίκαιοι καὶ ἐξουθενοῦντας τοὺς λοιποὺς τὴν παραβολὴν ταύτην· Ἄνθρωποι δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ⸀ὁ9 εἷς Φαρισαῖος καὶ ὁ ἕτερος τελώνης. ὁ Φαρισαῖος σταθεὶς ⸂πρὸς ἑαυτὸν ταῦτα10 προσηύχετο· Ὁ θεός, εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ⸀ὥσπερ11 οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ τελώνης· νηστεύω δὶς τοῦ σαββάτου, ⸀ἀποδεκατῶ12 πάντα ὅσα κτῶμαι. ⸂ὁ δὲ13 τελώνης μακρόθεν ἑστὼς οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς ⸂ἐπᾶραι εἰς τὸν οὐρανόν14, ἀλλʼ ⸀ἔτυπτε15 τὸ στῆθος ⸀αὐτοῦ16 λέγων· Ὁ θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. λέγω ὑμῖν, κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ ⸂παρʼ ἐκεῖνον17 · ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.

Προσέφερον δὲ αὐτῷ καὶ τὰ βρέφη ἵνα αὐτῶν ἅπτηται· ἰδόντες δὲ οἱ μαθηταὶ ⸀ἐπετίμων18 αὐτοῖς. ὁ δὲ Ἰησοῦς ⸂προσεκαλέσατο αὐτὰ λέγων19 · Ἄφετε τὰ παιδία ἔρχεσθαι πρός με καὶ μὴ κωλύετε αὐτά, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ. ἀμὴν λέγω ὑμῖν, ὃς ⸀ἂν20 μὴ δέξηται τὴν βασιλείαν τοῦ θεοῦ ὡς παιδίον, οὐ μὴ εἰσέλθῃ εἰς αὐτήν.

Καὶ ἐπηρώτησέν τις αὐτὸν ἄρχων λέγων· Διδάσκαλε ἀγαθέ, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; εἶπεν δὲ αὐτῷ ὁ Ἰησοῦς· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ θεός. τὰς ἐντολὰς οἶδας· Μὴ μοιχεύσῃς, Μὴ φονεύσῃς, Μὴ κλέψῃς, Μὴ ψευδομαρτυρήσῃς, Τίμα τὸν πατέρα σου καὶ τὴν ⸀μητέρα21 ὁ δὲ εἶπεν· Ταῦτα πάντα ⸀ἐφύλαξα22 ἐκ νεότητος ⸀μου23 ἀκούσας ⸀δὲ24 ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ἔτι ἕν σοι λείπει· πάντα ὅσα ἔχεις πώλησον καὶ διάδος πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν ⸀οὐρανοῖς25 καὶ δεῦρο ἀκολούθει μοι. ὁ δὲ ἀκούσας ταῦτα περίλυπος ⸀ἐγενήθη26 ἦν γὰρ πλούσιος σφόδρα. Ἰδὼν δὲ αὐτὸν ὁ ⸀Ἰησοῦς27 εἶπεν· Πῶς δυσκόλως οἱ τὰ χρήματα ἔχοντες ⸂εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσπορεύονται28 · εὐκοπώτερον γάρ ἐστιν κάμηλον διὰ ⸂τρήματος βελόνης29 εἰσελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν.

Εἶπαν δὲ οἱ ἀκούσαντες· Καὶ τίς δύναται σωθῆναι; ὁ δὲ εἶπεν· Τὰ ἀδύνατα παρὰ ἀνθρώποις δυνατὰ ⸂παρὰ τῷ θεῷ ἐστιν30.

Εἶπεν δὲ ⸀ὁ31 Πέτρος· Ἰδοὺ ἡμεῖς ⸂ἀφέντες τὰ ἴδια32 ἠκολουθήσαμέν σοι. ὁ δὲ εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι οὐδείς ἐστιν ὃς ἀφῆκεν οἰκίαν ἢ ⸂γυναῖκα ἢ ἀδελφοὺς ἢ γονεῖς33 ἢ τέκνα ἕνεκεν τῆς βασιλείας τοῦ θεοῦ, ὃς ⸀οὐχὶ34 μὴ ⸀ἀπολάβῃ35 πολλαπλασίονα ἐν τῷ καιρῷ τούτῳ καὶ ἐν τῷ αἰῶνι τῷ ἐρχομένῳ ζωὴν αἰώνιον.

Παραλαβὼν δὲ τοὺς δώδεκα εἶπεν πρὸς αὐτούς· Ἰδοὺ ἀναβαίνομεν εἰς ⸀Ἰερουσαλήμ36 καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου· παραδοθήσεται γὰρ τοῖς ἔθνεσιν καὶ ἐμπαιχθήσεται καὶ ὑβρισθήσεται καὶ ἐμπτυσθήσεται, καὶ μαστιγώσαντες ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ ἡμέρᾳ τῇ τρίτῃ ἀναστήσεται. καὶ αὐτοὶ οὐδὲν τούτων συνῆκαν, καὶ ἦν τὸ ῥῆμα τοῦτο κεκρυμμένον ἀπʼ αὐτῶν, καὶ οὐκ ἐγίνωσκον τὰ λεγόμενα.

Ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἰεριχὼ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν ⸀ἐπαιτῶν37 ἀκούσας δὲ ὄχλου διαπορευομένου ἐπυνθάνετο ⸀τί38 εἴη τοῦτο· ἀπήγγειλαν δὲ αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζωραῖος παρέρχεται. καὶ ἐβόησεν λέγων· Ἰησοῦ υἱὲ Δαυίδ, ἐλέησόν με. καὶ οἱ προάγοντες ἐπετίμων αὐτῷ ἵνα ⸀σιγήσῃ39 αὐτὸς δὲ πολλῷ μᾶλλον ἔκραζεν· Υἱὲ Δαυίδ, ἐλέησόν με. σταθεὶς δὲ ⸀ὁ40 Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν. ἐγγίσαντος δὲ αὐτοῦ ἐπηρώτησεν αὐτόν· ⸀Τί41 σοι θέλεις ποιήσω; ὁ δὲ εἶπεν· Κύριε, ἵνα ἀναβλέψω. καὶ ὁ Ἰησοῦς εἶπεν αὐτῷ· Ἀνάβλεψον· ἡ πίστις σου σέσωκέν σε. καὶ παραχρῆμα ἀνέβλεψεν, καὶ ἠκολούθει αὐτῷ δοξάζων τὸν θεόν. καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῷ θεῷ.

Source notes (41)
  1. Footnote δὲ WH NA28 ] + καὶ Treg RP
  2. Footnote αὐτοὺς WH Treg NA28 ] – RP
  3. Footnote ἤθελεν WH Treg NA28 ] ἠθέλησεν RP
  4. Footnote ταῦτα δὲ WH Treg ] δὲ ταῦτα NA28 RP
  5. Footnote οὐδὲ ἄνθρωπον WH Treg NA28 ] καὶ ἄνθρωπον οὐκ RP
  6. Footnote αὐτῷ WH Treg NA28 ] πρὸς αὐτὸν RP
  7. Footnote μακροθυμεῖ WH Treg NA28 ] μακροθυμῶν RP
  8. Footnote καὶ WH Treg NA28 ] – RP
  9. Footnote ὁ NA28 RP ] – WH Treg
  10. Footnote πρὸς ἑαυτὸν ταῦτα NA28 RP ] ταῦτα πρὸς ἑαυτὸν WH Treg
  11. Footnote ὥσπερ WH NA28 RP ] ὡς Treg
  12. Footnote ἀποδεκατῶ Treg NA28 RP ] ἀποδεκατεύω WH
  13. Footnote ὁ δὲ WH NA28 ] καὶ ὁ Treg RP
  14. Footnote ἐπᾶραι εἰς τὸν οὐρανόν WH Treg NA28 ] εἰς τὸν οὐρανόν ἐπᾶραι RP
  15. Footnote ἔτυπτε WH Treg NA28 ] + εἰς RP
  16. Footnote αὐτοῦ NA28 RP ] ἑαυτοῦ WH Treg
  17. Footnote παρʼ ἐκεῖνον WH Treg NA28 ] ἢ γὰρ ἐκεῖνος RP
  18. Footnote ἐπετίμων WH Treg NA28 ] ἐπετίμησαν RP
  19. Footnote προσεκαλέσατο αὐτὰ λέγων WH Treg NA28 ] προσκαλεσάμενος αὐτὰ εἶπεν RP
  20. Footnote ἂν WH Treg NA28 ] ἐὰν RP
  21. Footnote μητέρα WH Treg NA28 ] + σου RP
  22. Footnote ἐφύλαξα WH Treg NA28 ] ἐφυλαξάμην RP
  23. Footnote μου Treg RP ] – WH NA28
  24. Footnote δὲ WH Treg NA28 ] + ταῦτα RP
  25. Footnote οὐρανοῖς Holmes WHmarg ] τοῖς οὐρανοῖς WH Treg NA28; οὐρανῷ RP
  26. Footnote ἐγενήθη WH Treg NA28 ] ἐγένετο RP
  27. Footnote Ἰησοῦς WH NIV ] + περίλυπον γενόμενον Treg RP NA28
  28. Footnote εἰς … θεοῦ εἰσπορεύονται WH Treg NA28 ] εἰσελεύσονται εἰς … θεοῦ RP
  29. Footnote τρήματος βελόνης WH Treg NA28 ] τρυμαλιᾶς ῥαφίδος RP
  30. Footnote παρὰ τῷ θεῷ ἐστιν WH Treg NA28 ] ἐστιν παρὰ τῷ θεῷ RP
  31. Footnote ὁ WH Treg NA28 ] – RP
  32. Footnote ἀφέντες τὰ ἴδια WH Treg NA28 ] ἀφήκαμεν πάντα καὶ RP
  33. Footnote γυναῖκα ἢ ἀδελφοὺς ἢ γονεῖς WH NA28 ] γονεῖς ἢ ἀδελφοὺς ἢ γυναῖκα Treg RP
  34. Footnote οὐχὶ WH NA28 ] οὐ Treg RP
  35. Footnote ἀπολάβῃ Treg NA28 RP ] λάβῃ WH
  36. Footnote Ἰερουσαλήμ WH Treg NA28 ] Ἱεροσόλυμα RP
  37. Footnote ἐπαιτῶν WH Treg NA28 ] προσαιτῶν RP
  38. Footnote τί WH NA28 RP ] + ἂν Treg
  39. Footnote σιγήσῃ WH Treg NA28 ] σιωπήσῃ RP
  40. Footnote ὁ Treg NA28 RP ] – WH
  41. Footnote Τί WH NA28 ] λέγων Τί Treg RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.