Η Καινή Διαθήκη
ΚΑΤΑ ΛΟΥΚΑΝ 17
Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς ⸀αὐτοῦ1 Ἀνένδεκτόν ἐστιν τοῦ ⸂τὰ σκάνδαλα μὴ ἐλθεῖν2, ⸂πλὴν οὐαὶ3 διʼ οὗ ἔρχεται· λυσιτελεῖ αὐτῷ εἰ ⸂λίθος μυλικὸς4 περίκειται περὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔρριπται εἰς τὴν θάλασσαν ἢ ἵνα σκανδαλίσῃ ⸂τῶν μικρῶν τούτων ἕνα5. προσέχετε ἑαυτοῖς. ἐὰν ⸀ἁμάρτῃ6 ὁ ἀδελφός σου ἐπιτίμησον αὐτῷ, καὶ ἐὰν μετανοήσῃ ἄφες αὐτῷ· καὶ ἐὰν ἑπτάκις τῆς ἡμέρας ⸀ἁμαρτήσῃ7 εἰς σὲ καὶ ⸀ἑπτάκις8 ἐπιστρέψῃ ⸂πρὸς σὲ9 λέγων· Μετανοῶ, ἀφήσεις αὐτῷ.
Καὶ εἶπαν οἱ ἀπόστολοι τῷ κυρίῳ· Πρόσθες ἡμῖν πίστιν. εἶπεν δὲ ὁ κύριος· Εἰ ἔχετε πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ· Ἐκριζώθητι καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ· καὶ ὑπήκουσεν ἂν ὑμῖν.
Τίς δὲ ἐξ ὑμῶν δοῦλον ἔχων ἀροτριῶντα ἢ ποιμαίνοντα, ὃς εἰσελθόντι ἐκ τοῦ ἀγροῦ ἐρεῖ ⸀αὐτῷ10 Εὐθέως παρελθὼν ἀνάπεσε, ἀλλʼ οὐχὶ ἐρεῖ αὐτῷ· Ἑτοίμασον τί δειπνήσω καὶ περιζωσάμενος διακόνει μοι ἕως φάγω καὶ πίω, καὶ μετὰ ταῦτα φάγεσαι καὶ πίεσαι σύ; μὴ ⸂ἔχει χάριν11 τῷ ⸀δούλῳ12 ὅτι ἐποίησεν τὰ ⸀διαταχθέντα13 οὕτως καὶ ὑμεῖς, ὅταν ποιήσητε πάντα τὰ διαταχθέντα ὑμῖν, λέγετε ὅτι Δοῦλοι ἀχρεῖοί ἐσμεν, ⸂ὃ ὠφείλομεν14 ποιῆσαι πεποιήκαμεν.
Καὶ ἐγένετο ἐν τῷ ⸀πορεύεσθαι15 εἰς Ἰερουσαλὴμ καὶ αὐτὸς διήρχετο διὰ ⸀μέσον16 Σαμαρείας καὶ Γαλιλαίας. καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην ⸀ἀπήντησαν17 δέκα λεπροὶ ἄνδρες, οἳ ⸀ἔστησαν18 πόρρωθεν, καὶ αὐτοὶ ἦραν φωνὴν λέγοντες· Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς. καὶ ἰδὼν εἶπεν αὐτοῖς· Πορευθέντες ἐπιδείξατε ἑαυτοὺς τοῖς ἱερεῦσιν. καὶ ἐγένετο ἐν τῷ ὑπάγειν αὐτοὺς ἐκαθαρίσθησαν. εἷς δὲ ἐξ αὐτῶν, ἰδὼν ὅτι ἰάθη, ὑπέστρεψεν μετὰ φωνῆς μεγάλης δοξάζων τὸν θεόν, καὶ ἔπεσεν ἐπὶ πρόσωπον παρὰ τοὺς πόδας αὐτοῦ εὐχαριστῶν αὐτῷ· καὶ αὐτὸς ἦν Σαμαρίτης. ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· ⸀Οὐχὶ19 οἱ δέκα ἐκαθαρίσθησαν; οἱ δὲ ἐννέα ποῦ; οὐχ εὑρέθησαν ὑποστρέψαντες δοῦναι δόξαν τῷ θεῷ εἰ μὴ ὁ ἀλλογενὴς οὗτος; καὶ εἶπεν αὐτῷ· Ἀναστὰς πορεύου· ἡ πίστις σου σέσωκέν σε.
Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Φαρισαίων πότε ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ ἀπεκρίθη αὐτοῖς καὶ εἶπεν· Οὐκ ἔρχεται ἡ βασιλεία τοῦ θεοῦ μετὰ παρατηρήσεως, οὐδὲ ἐροῦσιν· Ἰδοὺ ὧδε ἤ· ⸀Ἐκεῖ20 ἰδοὺ γὰρ ἡ βασιλεία τοῦ θεοῦ ἐντὸς ὑμῶν ἐστιν.
Εἶπεν δὲ πρὸς τοὺς μαθητάς· Ἐλεύσονται ἡμέραι ὅτε ἐπιθυμήσετε μίαν τῶν ἡμερῶν τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἰδεῖν καὶ οὐκ ὄψεσθε. καὶ ἐροῦσιν ὑμῖν· Ἰδοὺ ⸂ἐκεῖ· Ἰδοὺ ὧδε21 · μὴ ἀπέλθητε μηδὲ διώξητε. ὥσπερ γὰρ ἡ ⸀ἀστραπὴ22 ἀστράπτουσα ἐκ τῆς ⸂ὑπὸ τὸν23 οὐρανὸν εἰς τὴν ὑπʼ οὐρανὸν λάμπει, οὕτως ἔσται ὁ υἱὸς τοῦ ἀνθρώπου ⸂ἐν τῇ ἡμέρᾳ αὐτοῦ24. πρῶτον δὲ δεῖ αὐτὸν πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῆς γενεᾶς ταύτης. καὶ καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε, οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ υἱοῦ τοῦ ἀνθρώπου· ἤσθιον, ἔπινον, ἐγάμουν, ⸀ἐγαμίζοντο25 ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν, καὶ ἦλθεν ὁ κατακλυσμὸς καὶ ἀπώλεσεν ⸀πάντας26 ὁμοίως ⸀καθὼς27 ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ· ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν· ᾗ δὲ ἡμέρᾳ ἐξῆλθεν Λὼτ ἀπὸ Σοδόμων, ἔβρεξεν πῦρ καὶ θεῖον ἀπʼ οὐρανοῦ καὶ ἀπώλεσεν ⸀πάντας28 κατὰ ⸂τὰ αὐτὰ29 ἔσται ᾗ ἡμέρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται. ἐν30 ἐκείνῃ τῇ ἡμέρᾳ ὃς ἔσται ἐπὶ τοῦ δώματος καὶ τὰ σκεύη αὐτοῦ ἐν τῇ οἰκίᾳ, μὴ καταβάτω ἆραι αὐτά, καὶ ὁ ⸀ἐν ἀγρῷ ὁμοίως μὴ ἐπιστρεψάτω εἰς τὰ ὀπίσω. μνημονεύετε τῆς γυναικὸς Λώτ. ὃς ἐὰν ζητήσῃ τὴν ψυχὴν αὐτοῦ ⸀περιποιήσασθαι31 ἀπολέσει αὐτήν, ⸂ὃς δʼ ἂν32 ⸀ἀπολέσῃ33 ζῳογονήσει αὐτήν. λέγω ὑμῖν, ταύτῃ τῇ νυκτὶ ἔσονται δύο ἐπὶ κλίνης μιᾶς, ⸀ὁ34 εἷς παραλημφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται· ⸂ἔσονται δύο35 ἀλήθουσαι ἐπὶ τὸ αὐτό, ⸀ἡ36 μία παραλημφθήσεται ⸂ἡ δὲ37 ἑτέρα ⸀ἀφεθήσεται38 καὶ ἀποκριθέντες λέγουσιν αὐτῷ· Ποῦ, κύριε; ὁ δὲ εἶπεν αὐτοῖς· Ὅπου τὸ σῶμα, ἐκεῖ ⸂καὶ οἱ ἀετοὶ ἐπισυναχθήσονται39.
Source notes (39)
- Footnote αὐτοῦ WH Treg NA28 ] – RP
- Footnote τὰ σκάνδαλα μὴ ἐλθεῖν WH Treg NA28 ] μὴ ἐλθεῖν τὰ σκάνδαλα RP
- Footnote πλὴν οὐαὶ WH Treg NA28 ] οὐαὶ δὲ RP
- Footnote λίθος μυλικὸς WH Treg NA28 ] μύλος ὀνικὸς RP
- Footnote τῶν μικρῶν τούτων ἕνα WH Treg NA28 ] ἕνα τῶν μικρῶν τούτων RP
- Footnote ἁμάρτῃ WH Treg NA28 ] δὲ ἁμάρτῃ εἰς σὲ RP
- Footnote ἁμαρτήσῃ WH Treg NA28 ] ἁμάρτῃ RP
- Footnote ἑπτάκις WH Treg NA28 ] + τῆς ἡμέρας RP
- Footnote πρὸς σὲ WH Treg NA28 ] – RP
- Footnote αὐτῷ WH Treg NA28 ] – RP
- Footnote ἔχει χάριν WH Treg NA28 ] χάριν ἔχει RP
- Footnote δούλῳ WH Treg NA28 ] + ἐκείνῳ RP
- Footnote διαταχθέντα WH Treg NA28 ] + οὐ δοκῶ RP
- Footnote ὃ ὠφείλομεν WH Treg NA28 ] ὅτι ὃ ὀφείλομεν RP
- Footnote πορεύεσθαι WH NA28 ] + αὐτὸν Treg RP
- Footnote μέσον WH Treg NA28 ] μέσου RP
- Footnote ἀπήντησαν WH ] + αὐτῷ Treg NA28 RP
- Footnote ἔστησαν Treg NA28 RP ] ἀνέστησαν WH
- Footnote Οὐχὶ Treg NA28 RP ] Οὐχ WH
- Footnote Ἐκεῖ WH NA28 ] Ἰδοὺ ἐκεῖ Treg RP
- Footnote ἐκεῖ· Ἰδοὺ ὧδε Treg ] ἐκεῖ, ἤ· Ἰδοὺ ὧδε WH NA28; ὧδε, ἤ· Ἰδοὺ ἐκεῖ RP
- Footnote ἀστραπὴ WH NA28 ] + ἡ Treg RP
- Footnote ὑπὸ τὸν WH Treg NA28 ] ὑπʼ RP
- Footnote ἐν τῇ ἡμέρᾳ αὐτοῦ Treg NA28 RP ] – WH
- Footnote ἐγαμίζοντο WH Treg NA28 ] ἐξεγαμίζοντο RP
- Footnote πάντας WH Treg NA28 ] ἅπαντας RP
- Footnote καθὼς WH Treg NA28 ] καὶ ὡς RP
- Footnote πάντας WH Treg NA28 ] ἅπαντας RP
- Footnote τὰ αὐτὰ WH Treg NA28 ] ταῦτα RP
- Footnote ἐν WH Treg NA28 ] + τῷ RP
- Footnote περιποιήσασθαι WH Treg NA28 ] σῶσαι RP
- Footnote ὃς δʼ ἂν WH Treg NA28 ] καὶ ὃς ἐὰν RP
- Footnote ἀπολέσῃ Treg NA28 ] ἀπολέσῃ αὐτὴν RP; ἀπολέσει WH
- Footnote ὁ WH NA28 ] – Treg RP
- Footnote ἔσονται δύο WH Treg NA28 ] Δύο ἔσονται RP
- Footnote ἡ WH Treg NA28 ] – RP
- Footnote ἡ δὲ WH Treg NA28 ] καὶ ἡ RP
- Footnote ἀφεθήσεται WH Treg NA28 RP ] + 36 δύο ἐν ἀγρῷ· εἷς παραλημφθήσεται καὶ ὁ ἕτερος ἀφεθήσεται TR
- Footnote καὶ οἱ ἀετοὶ ἐπισυναχθήσονται WH Treg NA28 ] συναχθήσονται οἱ ἀετοὶ RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.