Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 20

Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον ⸀μεταπεμψάμενος1 ὁ Παῦλος τοὺς μαθητὰς καὶ ⸀παρακαλέσας2 ἀσπασάμενος ἐξῆλθεν ⸀πορεύεσθαι3 ⸀εἰς4 Μακεδονίαν. διελθὼν δὲ τὰ μέρη ἐκεῖνα καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ ἦλθεν εἰς τὴν Ἑλλάδα ποιήσας τε μῆνας τρεῖς· γενομένης ⸂ἐπιβουλῆς αὐτῷ5 ὑπὸ τῶν Ἰουδαίων μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν ἐγένετο ⸀γνώμης6 τοῦ ὑποστρέφειν διὰ Μακεδονίας. συνείπετο δὲ ⸀αὐτῷ7 Σώπατρος ⸀Πύρρου8 Βεροιαῖος, Θεσσαλονικέων δὲ Ἀρίσταρχος καὶ Σεκοῦνδος, καὶ Γάϊος Δερβαῖος καὶ Τιμόθεος, Ἀσιανοὶ δὲ Τυχικὸς καὶ Τρόφιμος· οὗτοι ⸀δὲ9 ⸀προσελθόντες10 ἔμενον ἡμᾶς ἐν Τρῳάδι· ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ Φιλίππων, καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρῳάδα ἄχρι ἡμερῶν πέντε, ⸀οὗ11 διετρίψαμεν ἡμέρας ἑπτά.

Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων συνηγμένων ⸀ἡμῶν12 κλάσαι ἄρτον ὁ Παῦλος διελέγετο αὐτοῖς, μέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέν τε τὸν λόγον μέχρι μεσονυκτίου. ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗ ἦμεν συνηγμένοι· ⸀καθεζόμενος13 δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω καὶ ἤρθη νεκρός. καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν αὐτῷ καὶ συμπεριλαβὼν εἶπεν· Μὴ θορυβεῖσθε, ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν. ἀναβὰς δὲ καὶ κλάσας ⸀τὸν14 ἄρτον καὶ γευσάμενος ἐφʼ ἱκανόν τε ὁμιλήσας ἄχρι αὐγῆς, οὕτως ἐξῆλθεν. ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως.

Ἡμεῖς δὲ ⸀προελθόντες15 ⸀ἐπὶ16 τὸ πλοῖον ἀνήχθημεν ἐπὶ τὴν Ἆσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον, οὕτως γὰρ ⸂διατεταγμένος ἦν17 μέλλων αὐτὸς πεζεύειν. ὡς δὲ ⸀συνέβαλλεν18 ἡμῖν εἰς τὴν Ἆσσον, ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς Μιτυλήνην, κἀκεῖθεν ἀποπλεύσαντες τῇ ἐπιούσῃ κατηντήσαμεν ⸀ἄντικρυς19 Χίου, τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς ⸀Σάμον20 τῇ ⸀δὲ21 ἐχομένῃ ἤλθομεν εἰς Μίλητον· ⸀κεκρίκει22 γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ, ἔσπευδεν γὰρ εἰ δυνατὸν ⸀εἴη23 αὐτῷ τὴν ἡμέραν τῆς πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα.

Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας. ὡς δὲ παρεγένοντο πρὸς αὐτὸν εἶπεν αὐτοῖς· Ὑμεῖς ἐπίστασθε ἀπὸ πρώτης ἡμέρας ἀφʼ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν πῶς μεθʼ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην, δουλεύων τῷ κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης ⸀καὶ24 δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων· ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατʼ οἴκους, διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησιν τὴν ⸀εἰς25 θεὸν μετάνοιαν καὶ ⸀πίστιν26 εἰς τὸν κύριον ἡμῶν ⸀Ἰησοῦν27 καὶ νῦν ἰδοὺ ⸂δεδεμένος ἐγὼ28 τῷ πνεύματι πορεύομαι εἰς Ἰερουσαλήμ, τὰ ἐν αὐτῇ συναντήσοντά ⸀μοι29 μὴ εἰδώς, πλὴν ὅτι τὸ πνεῦμα τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεταί ⸀μοι30 λέγον ὅτι δεσμὰ ⸂καὶ θλίψεις με31 μένουσιν· ἀλλʼ οὐδενὸς ⸀λόγου32 ⸀ποιοῦμαι33 τὴν ⸀ψυχὴν34 τιμίαν ἐμαυτῷ ὡς ⸀τελειῶσαι35 τὸν δρόμον ⸀μου36 καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ θεοῦ.

Καὶ νῦν ἰδοὺ ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες ἐν οἷς διῆλθον κηρύσσων τὴν ⸀βασιλείαν37 ⸀διότι38 μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ ὅτι καθαρός ⸀εἰμι39 ἀπὸ τοῦ αἵματος πάντων, οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ⸂πᾶσαν τὴν βουλὴν τοῦ θεοῦ ὑμῖν40. ⸀προσέχετε41 ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν τοῦ ⸀θεοῦ42 ἣν περιεποιήσατο διὰ τοῦ ⸂αἵματος τοῦ ἰδίου43. ἐγὼ ⸀οἶδα44 ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς μὴ φειδόμενοι τοῦ ποιμνίου, καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα τοῦ ἀποσπᾶν τοὺς μαθητὰς ὀπίσω ⸀ἑαυτῶν45 διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον. καὶ τὰ νῦν παρατίθεμαι ⸀ὑμᾶς46 τῷ ⸀θεῷ47 καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ ⸀οἰκοδομῆσαι48 καὶ δοῦναι ⸀τὴν49 κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν. ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα· αὐτοὶ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσι μετʼ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. πάντα ὑπέδειξα ὑμῖν ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε τῶν λόγων τοῦ κυρίου Ἰησοῦ ὅτι αὐτὸς εἶπεν Μακάριόν ἐστιν μᾶλλον διδόναι ἢ λαμβάνειν.

Καὶ ταῦτα εἰπὼν θεὶς τὰ γόνατα αὐτοῦ σὺν πᾶσιν αὐτοῖς προσηύξατο. ἱκανὸς δὲ ⸂κλαυθμὸς ἐγένετο50 πάντων, καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου κατεφίλουν αὐτόν, ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳ ᾧ εἰρήκει ὅτι οὐκέτι μέλλουσιν τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον.

Source notes (50)
  1. Footnote μεταπεμψάμενος WH Treg NA28 ] προσκαλεσάμενος RP
  2. Footnote παρακαλέσας WH Treg NA28 ] – RP
  3. Footnote πορεύεσθαι WH Treg NA28 ] πορευθῆναι RP
  4. Footnote εἰς WH Treg NA28 ] + τὴν RP
  5. Footnote ἐπιβουλῆς αὐτῷ WH Treg NA28 ] + αὐτῷ ἐπιβουλῆς RP
  6. Footnote γνώμης WH Treg NA28 ] γνώμη RP
  7. Footnote αὐτῷ WH NA28 ] + ἄχρι τῆς Ἀσίας Treg RP
  8. Footnote Πύρρου WH Treg NA28 ] – RP
  9. Footnote δὲ WH Treg NA28 ] – RP
  10. Footnote προσελθόντες WH Treg RP ] προελθόντες NA28
  11. Footnote οὗ WH Treg RP ] ὅπου NA28
  12. Footnote ἡμῶν WH Treg NA28 ] τῶν μαθητῶν RP
  13. Footnote καθεζόμενος WH Treg NA28 ] Καθήμενος RP
  14. Footnote τὸν WH Treg NA28 ] – RP
  15. Footnote προελθόντες WH Treg NA28 ] προσελθόντες RP
  16. Footnote ἐπὶ WH Treg NA28 ] εἰς RP
  17. Footnote διατεταγμένος ἦν WH Treg NA28 ] ἦν διατεταγμένος RP
  18. Footnote συνέβαλλεν WH Treg NA28 ] συνέβαλεν RP
  19. Footnote ἄντικρυς WH Treg NA28 ] ἀντικρύ RP
  20. Footnote Σάμον WH Treg NA28 ] + καὶ μείναντες ἐν Τρωγυλλίῳ RP
  21. Footnote δὲ WH Treg NA28 ] – RP
  22. Footnote κεκρίκει WH Treg NA28 ] Ἔκρινεν RP
  23. Footnote εἴη WH Treg NA28 ] ἦν RP
  24. Footnote καὶ WH Treg NA28 ] + πολλῶν RP
  25. Footnote εἰς WH Treg NA28 ] + τὸν RP
  26. Footnote πίστιν WH Treg NA28 ] + τὴν RP
  27. Footnote Ἰησοῦν WH NA28 RP ] + χριστόν Treg
  28. Footnote δεδεμένος ἐγὼ WH Treg NA28 ] ἐγὼ δεδεμένος RP
  29. Footnote μοι Treg NA28 RP ] ἐμοὶ WH
  30. Footnote μοι WH Treg NA28 ] – RP
  31. Footnote καὶ θλίψεις με WH Treg NA28 ] με καὶ θλίψεις RP
  32. Footnote λόγου WH Treg NA28 ] λόγον RP
  33. Footnote ποιοῦμαι WH Treg NA28 ] + οὐδὲ ἔχω RP
  34. Footnote ψυχὴν WH Treg NA28 ] + μου RP
  35. Footnote τελειῶσαι NA28 RP ] τελειώσω WH Treg
  36. Footnote μου WH Treg NA28 ] + μετὰ χαρᾶς RP
  37. Footnote βασιλείαν WH Treg NA28 ] + τοῦ θεοῦ RP
  38. Footnote διότι WH NA28 RP ] διὸ Treg
  39. Footnote εἰμι WH Treg NA28 ] ἐγὼ RP
  40. Footnote πᾶσαν … θεοῦ ὑμῖν WH Treg NA28 ] ὑμῖν πᾶσαν … θεοῦ RP
  41. Footnote προσέχετε WH Treg NA28 ] + οὖν RP
  42. Footnote θεοῦ WH NA28 ] κυρίου Treg; κυρίου καὶ θεοῦ RP
  43. Footnote αἵματος τοῦ ἰδίου WH Treg NA28 ] ἰδίου αἵματος RP
  44. Footnote οἶδα WH Treg NA28 ] γὰρ οἶδα τοῦτο RP
  45. Footnote ἑαυτῶν WH Treg ] αὐτῶν NA28 RP
  46. Footnote ὑμᾶς WH Treg NA28 ] + ἀδελφοί RP
  47. Footnote θεῷ Treg NA28 RP ] κυρίῳ WH
  48. Footnote οἰκοδομῆσαι WH Treg NA28 ] ἐποικοδομῆσαι RP
  49. Footnote τὴν WH Treg NA28 ] ὑμῖν RP
  50. Footnote κλαυθμὸς ἐγένετο WH Treg NA28 ] ἐγένετο κλαυθμὸς RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.