Skip to content
BibleKenya

Η Καινή Διαθήκη

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 21

Ὡς δὲ ἐγένετο ἀναχθῆναι ἡμᾶς ἀποσπασθέντας ἀπʼ αὐτῶν, εὐθυδρομήσαντες ἤλθομεν εἰς τὴν ⸀Κῶ1 τῇ δὲ ἑξῆς εἰς τὴν Ῥόδον, κἀκεῖθεν εἰς Πάταρα· καὶ εὑρόντες πλοῖον διαπερῶν εἰς Φοινίκην ἐπιβάντες ἀνήχθημεν. ⸀ἀναφάναντες2 δὲ τὴν Κύπρον καὶ καταλιπόντες αὐτὴν εὐώνυμον ἐπλέομεν εἰς Συρίαν, καὶ ⸀κατήλθομεν3 εἰς Τύρον, ἐκεῖσε γὰρ ⸂τὸ πλοῖον ἦν4 ἀποφορτιζόμενον τὸν γόμον. ⸂ἀνευρόντες δὲ τοὺς5 μαθητὰς ἐπεμείναμεν αὐτοῦ ἡμέρας ἑπτά, οἵτινες τῷ Παύλῳ ἔλεγον διὰ τοῦ πνεύματος μὴ ⸀ἐπιβαίνειν6 εἰς ⸀Ἱεροσόλυμα7 ὅτε δὲ ἐγένετο ⸂ἐξαρτίσαι ἡμᾶς8 τὰς ἡμέρας, ἐξελθόντες ἐπορευόμεθα προπεμπόντων ἡμᾶς πάντων σὺν γυναιξὶ καὶ τέκνοις ἕως ἔξω τῆς πόλεως, καὶ θέντες τὰ γόνατα ἐπὶ τὸν αἰγιαλὸν ⸀προσευξάμενοι9 ⸂ἀπησπασάμεθα ἀλλήλους, καὶ⸃ ⸀ἐνέβημεν εἰς τὸ πλοῖον, ἐκεῖνοι δὲ ὑπέστρεψαν εἰς τὰ ἴδια.10 11 Ἡμεῖς δὲ τὸν πλοῦν διανύσαντες ἀπὸ Τύρου κατηντήσαμεν εἰς Πτολεμαΐδα, καὶ ἀσπασάμενοι τοὺς ἀδελφοὺς ἐμείναμεν ἡμέραν μίαν παρʼ αὐτοῖς. τῇ δὲ ἐπαύριον ἐξελθόντες ⸀ἤλθομεν12 εἰς Καισάρειαν, καὶ εἰσελθόντες εἰς τὸν οἶκον Φιλίππου τοῦ εὐαγγελιστοῦ ὄντος ἐκ τῶν ἑπτὰ ἐμείναμεν παρʼ αὐτῷ. τούτῳ δὲ ἦσαν θυγατέρες ⸂τέσσαρες παρθένοι13 προφητεύουσαι. ἐπιμενόντων ⸀δὲ14 ἡμέρας πλείους κατῆλθέν τις ἀπὸ τῆς Ἰουδαίας προφήτης ὀνόματι Ἅγαβος, καὶ ἐλθὼν πρὸς ἡμᾶς καὶ ἄρας τὴν ζώνην τοῦ Παύλου δήσας ⸀ἑαυτοῦ15 τοὺς πόδας καὶ τὰς χεῖρας εἶπεν· Τάδε λέγει τὸ πνεῦμα τὸ ἅγιον Τὸν ἄνδρα οὗ ἐστιν ἡ ζώνη αὕτη, οὕτως δήσουσιν ἐν Ἰερουσαλὴμ οἱ Ἰουδαῖοι καὶ παραδώσουσιν εἰς χεῖρας ἐθνῶν. ὡς δὲ ἠκούσαμεν ταῦτα, παρεκαλοῦμεν ἡμεῖς τε καὶ οἱ ἐντόπιοι τοῦ μὴ ἀναβαίνειν αὐτὸν εἰς Ἰερουσαλήμ. ⸂τότε ἀπεκρίθη16 ὁ Παῦλος· Τί ποιεῖτε κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρδίαν; ἐγὼ γὰρ οὐ μόνον δεθῆναι ἀλλὰ καὶ ἀποθανεῖν εἰς Ἰερουσαλὴμ ἑτοίμως ἔχω ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου Ἰησοῦ. μὴ πειθομένου δὲ αὐτοῦ ἡσυχάσαμεν εἰπόντες· ⸂Τοῦ κυρίου τὸ θέλημα17 ⸀γινέσθω18 Μετὰ δὲ τὰς ἡμέρας ταύτας ἐπισκευασάμενοι ἀνεβαίνομεν εἰς ⸀Ἱεροσόλυμα19 συνῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπὸ Καισαρείας σὺν ἡμῖν, ἄγοντες παρʼ ᾧ ξενισθῶμεν Μνάσωνί τινι Κυπρίῳ, ἀρχαίῳ μαθητῇ. Γενομένων δὲ ἡμῶν εἰς Ἱεροσόλυμα ἀσμένως ⸀ἀπεδέξαντο20 ἡμᾶς οἱ ἀδελφοί. τῇ δὲ ἐπιούσῃ εἰσῄει ὁ Παῦλος σὺν ἡμῖν πρὸς Ἰάκωβον, πάντες τε παρεγένοντο οἱ πρεσβύτεροι. καὶ ἀσπασάμενος αὐτοὺς ἐξηγεῖτο καθʼ ἓν ἕκαστον ὧν ἐποίησεν ὁ θεὸς ἐν τοῖς ἔθνεσιν διὰ τῆς διακονίας αὐτοῦ. οἱ δὲ ἀκούσαντες ἐδόξαζον τὸν ⸀θεόν21 ⸂εἶπόν τε22 αὐτῷ· Θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν ⸂ἐν τοῖς Ἰουδαίοις23 τῶν πεπιστευκότων, καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσιν· κατηχήθησαν δὲ περὶ σοῦ ὅτι ἀποστασίαν διδάσκεις ἀπὸ Μωϋσέως τοὺς κατὰ τὰ ἔθνη πάντας Ἰουδαίους, λέγων μὴ περιτέμνειν αὐτοὺς τὰ τέκνα μηδὲ τοῖς ἔθεσιν περιπατεῖν. τί οὖν ἐστιν; πάντως ⸀ἀκούσονται24 ὅτι ἐλήλυθας. τοῦτο οὖν ποίησον ὅ σοι λέγομεν· εἰσὶν ἡμῖν ἄνδρες τέσσαρες εὐχὴν ἔχοντες ⸀ἀφʼ25 ἑαυτῶν. τούτους παραλαβὼν ἁγνίσθητι σὺν αὐτοῖς καὶ δαπάνησον ἐπʼ αὐτοῖς ἵνα ⸀ξυρήσονται26 τὴν κεφαλήν, καὶ ⸀γνώσονται27 πάντες ὅτι ὧν κατήχηνται περὶ σοῦ οὐδέν ἐστιν, ἀλλὰ στοιχεῖς καὶ αὐτὸς ⸂φυλάσσων τὸν νόμον28. περὶ δὲ τῶν πεπιστευκότων ἐθνῶν ἡμεῖς ⸀ἀπεστείλαμεν29 ⸀κρίναντες30 φυλάσσεσθαι αὐτοὺς τό τε εἰδωλόθυτον ⸀καὶ31 αἷμα καὶ πνικτὸν καὶ πορνείαν. τότε ὁ Παῦλος παραλαβὼν τοὺς ἄνδρας τῇ ἐχομένῃ ἡμέρᾳ σὺν αὐτοῖς ἁγνισθεὶς εἰσῄει εἰς τὸ ἱερόν, διαγγέλλων τὴν ἐκπλήρωσιν τῶν ἡμερῶν τοῦ ἁγνισμοῦ ἕως οὗ προσηνέχθη ὑπὲρ ἑνὸς ἑκάστου αὐτῶν ἡ προσφορά. Ὡς δὲ ἔμελλον αἱ ἑπτὰ ἡμέραι συντελεῖσθαι, οἱ ἀπὸ τῆς Ἀσίας Ἰουδαῖοι θεασάμενοι αὐτὸν ἐν τῷ ἱερῷ συνέχεον πάντα τὸν ὄχλον καὶ ἐπέβαλον ⸂ἐπʼ αὐτὸν τὰς χεῖρας32, κράζοντες· Ἄνδρες Ἰσραηλῖται, βοηθεῖτε· οὗτός ἐστιν ὁ ἄνθρωπος ὁ κατὰ τοῦ λαοῦ καὶ τοῦ νόμου καὶ τοῦ τόπου τούτου πάντας ⸀πανταχῇ33 διδάσκων, ἔτι τε καὶ Ἕλληνας εἰσήγαγεν εἰς τὸ ἱερὸν καὶ κεκοίνωκεν τὸν ἅγιον τόπον τοῦτον. ἦσαν γὰρ ⸀προεωρακότες34 Τρόφιμον τὸν Ἐφέσιον ἐν τῇ πόλει σὺν αὐτῷ, ὃν ἐνόμιζον ὅτι εἰς τὸ ἱερὸν εἰσήγαγεν ὁ Παῦλος. ἐκινήθη τε ἡ πόλις ὅλη καὶ ἐγένετο συνδρομὴ τοῦ λαοῦ, καὶ ἐπιλαβόμενοι τοῦ Παύλου εἷλκον αὐτὸν ἔξω τοῦ ἱεροῦ, καὶ εὐθέως ἐκλείσθησαν αἱ θύραι. ζητούντων ⸀τε35 αὐτὸν ἀποκτεῖναι ἀνέβη φάσις τῷ χιλιάρχῳ τῆς σπείρης ὅτι ὅλη ⸀συγχύννεται36 Ἰερουσαλήμ, ὃς ἐξαυτῆς παραλαβὼν στρατιώτας καὶ ἑκατοντάρχας κατέδραμεν ἐπʼ αὐτούς, οἱ δὲ ἰδόντες τὸν χιλίαρχον καὶ τοὺς στρατιώτας ἐπαύσαντο τύπτοντες τὸν Παῦλον. ⸂τότε ἐγγίσας37 ὁ χιλίαρχος ἐπελάβετο αὐτοῦ καὶ ἐκέλευσε δεθῆναι ἁλύσεσι δυσί, καὶ ἐπυνθάνετο ⸀τίς38 εἴη καὶ τί ἐστιν πεποιηκώς. ἄλλοι δὲ ἄλλο τι ⸀ἐπεφώνουν39 ἐν τῷ ὄχλῳ· μὴ ⸂δυναμένου δὲ αὐτοῦ40 γνῶναι τὸ ἀσφαλὲς διὰ τὸν θόρυβον ἐκέλευσεν ἄγεσθαι αὐτὸν εἰς τὴν παρεμβολήν. ὅτε δὲ ἐγένετο ἐπὶ τοὺς ἀναβαθμούς, συνέβη βαστάζεσθαι αὐτὸν ὑπὸ τῶν στρατιωτῶν διὰ τὴν βίαν τοῦ ὄχλου, ἠκολούθει γὰρ τὸ πλῆθος τοῦ λαοῦ ⸀κράζοντες41 Αἶρε αὐτόν. Μέλλων τε εἰσάγεσθαι εἰς τὴν παρεμβολὴν ὁ Παῦλος λέγει τῷ χιλιάρχῳ· Εἰ ἔξεστίν μοι εἰπεῖν ⸀τι42 πρὸς σέ; ὁ δὲ ἔφη· Ἑλληνιστὶ γινώσκεις; οὐκ ἄρα σὺ εἶ ὁ Αἰγύπτιος ὁ πρὸ τούτων τῶν ἡμερῶν ἀναστατώσας καὶ ἐξαγαγὼν εἰς τὴν ἔρημον τοὺς τετρακισχιλίους ἄνδρας τῶν σικαρίων; εἶπεν δὲ ὁ Παῦλος· Ἐγὼ ἄνθρωπος μέν εἰμι Ἰουδαῖος, Ταρσεὺς τῆς Κιλικίας, οὐκ ἀσήμου πόλεως πολίτης· δέομαι δέ σου, ἐπίτρεψόν μοι λαλῆσαι πρὸς τὸν λαόν. ἐπιτρέψαντος δὲ αὐτοῦ ὁ Παῦλος ἑστὼς ἐπὶ τῶν ἀναβαθμῶν κατέσεισε τῇ χειρὶ τῷ λαῷ, πολλῆς δὲ σιγῆς γενομένης ⸀προσεφώνησεν43 τῇ Ἑβραΐδι διαλέκτῳ λέγων

Source notes (43)
  1. Footnote Κῶ WH Treg NA28 ] Κῶν RP
  2. Footnote ἀναφάναντες WH NA28 ] ἀναφανέντες Treg RP
  3. Footnote κατήλθομεν WH Treg NA28 ] κατήχθημεν RP
  4. Footnote τὸ πλοῖον ἦν WH Treg NA28 ] ἦν τὸ πλοῖον RP
  5. Footnote ἀνευρόντες δὲ τοὺς WH Treg NA28 ] καὶ ἀνευρόντες RP
  6. Footnote ἐπιβαίνειν WH Treg NA28 ] ἀναβαίνειν RP
  7. Footnote Ἱεροσόλυμα WH Treg NA28 ] Ἱερουσαλήμ RP
  8. Footnote ἐξαρτίσαι ἡμᾶς WH Treg ] ἡμᾶς ἐξαρτίσαι NA28 RP
  9. Footnote προσευξάμενοι WH Treg NA28 ] προσηυξάμεθα RP
  10. Footnote ἀπησπασάμεθα ἀλλήλους καὶ WH Treg NA28 ] καὶ ἀσπασάμενοι ἀλλήλους RP
  11. Footnote ἐνέβημεν WH Treg ] ἀνέβημεν NA28; ἐπέβημεν RP
  12. Footnote ἤλθομεν WH Treg NA28 ] οἱ περὶ τὸν Παῦλον ἦλθον RP
  13. Footnote τέσσαρες παρθένοι WH Treg NA28 ] παρθένοι τέσσαρες RP
  14. Footnote δὲ WH Treg NA28 ] + ἡμῶν RP
  15. Footnote ἑαυτοῦ WH Treg NA28 ] τε αὐτοῦ RP
  16. Footnote τότε ἀπεκρίθη WH Treg NA28 ] ἀπεκρίθη τότε RP
  17. Footnote Τοῦ κυρίου τὸ θέλημα WH Treg NA28 ] Τὸ θέλημα τοῦ κυρίου RP
  18. Footnote γινέσθω WH Treg NA28 ] γενέσθω RP
  19. Footnote Ἱεροσόλυμα WH Treg NA28 ] Ἱερουσαλήμ RP
  20. Footnote ἀπεδέξαντο WH Treg NA28 ] ἐδέξαντο RP
  21. Footnote θεόν WH Treg NA28 ] κύριον RP
  22. Footnote εἶπόν τε WH Treg NA28 ] εἰπόντες RP
  23. Footnote ἐν τοῖς Ἰουδαίοις WH Treg NA28 ] Ἰουδαίων RP
  24. Footnote ἀκούσονται WH Treg NA28 ] δεῖ πλῆθος συνελθεῖν ἀκούσονται γὰρ RP
  25. Footnote ἀφʼ WH ] ἐφʼ Treg NA28 RP
  26. Footnote ξυρήσονται WH Treg NA28 ] ξυρήσωνται RP
  27. Footnote γνώσονται WH Treg NA28 ] γνῶσιν RP
  28. Footnote φυλάσσων τὸν νόμον WH Treg NA28 ] τὸν νόμον φυλάσσων RP
  29. Footnote ἀπεστείλαμεν WH Treg ] ἐπεστείλαμεν NA28 RP
  30. Footnote κρίναντες WH Treg NA28 ] + μηδὲν τοιοῦτον τηρεῖν αὐτούς εἰ μὴ RP
  31. Footnote καὶ WH Treg NA28 ] + τὸ RP
  32. Footnote ἐπʼ αὐτὸν τὰς χεῖρας WH Treg NA28 ] τὰς χεῖρας ἐπʼ αὐτὸν RP
  33. Footnote πανταχῇ WH Treg NA28 ] πανταχοῦ RP
  34. Footnote προεωρακότες WH Treg NA28 ] ἑωρακότες RP
  35. Footnote τε WH Treg NA28 ] δὲ RP
  36. Footnote συγχύννεται WH Treg NA28 ] συγκέχυται RP
  37. Footnote τότε ἐγγίσας WH Treg NA28 ] ἐγγίσας δὲ RP
  38. Footnote τίς WH Treg NA28 ] + ἂν RP
  39. Footnote ἐπεφώνουν WH Treg NA28 ] ἐβόων RP
  40. Footnote δυναμένου δὲ αὐτοῦ WH Treg NA28 ] δυνάμενος δὲ RP
  41. Footnote κράζοντες WH Treg NA28 ] κρᾶζον RP
  42. Footnote τι WH Treg NA28 ] – RP
  43. Footnote προσεφώνησεν WH Treg NA28 ] προσεφώνει RP

Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.

Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.

BibleKenya

Reader settings

Theme
Font
Alignment
Reading width

Saved in this browser and used offline too. Press ? for keyboard shortcuts.