Η Καινή Διαθήκη
ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 19
Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλῶ εἶναι ἐν Κορίνθῳ Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ⸀ἐλθεῖν1 εἰς Ἔφεσον καὶ ⸀εὑρεῖν2 τινας μαθητάς, εἶπέν ⸀τε3 πρὸς αὐτούς· Εἰ πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; οἱ ⸀δὲ4 πρὸς αὐτόν· Ἀλλʼ οὐδʼ εἰ πνεῦμα ἅγιον ἔστιν ἠκούσαμεν. εἶπέν ⸀τε5 Εἰς τί οὖν ἐβαπτίσθητε; οἱ δὲ εἶπαν· Εἰς τὸ Ἰωάννου βάπτισμα. εἶπεν δὲ Παῦλος· ⸀Ἰωάννης6 ἐβάπτισεν βάπτισμα μετανοίας, τῷ λαῷ λέγων εἰς τὸν7 ἐρχόμενον μετʼ αὐτὸν ἵνα πιστεύσωσιν, τοῦτʼ ἔστιν εἰς ⸀τὸν Ἰησοῦν. ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ· καὶ ἐπιθέντος αὐτοῖς τοῦ ⸀Παύλου8 χεῖρας ἦλθε τὸ πνεῦμα τὸ ἅγιον ἐπʼ αὐτούς, ἐλάλουν τε γλώσσαις καὶ ἐπροφήτευον. ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ ⸀δώδεκα9 Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν ἐπαρρησιάζετο ἐπὶ μῆνας τρεῖς διαλεγόμενος καὶ ⸀πείθων10 περὶ τῆς βασιλείας τοῦ θεοῦ. ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπʼ αὐτῶν ἀφώρισεν τοὺς μαθητάς, καθʼ ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ ⸀Τυράννου11 τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ ⸀κυρίου12 Ἰουδαίους τε καὶ Ἕλληνας. Δυνάμεις τε οὐ τὰς τυχούσας ⸂ὁ θεὸς ἐποίει13 διὰ τῶν χειρῶν Παύλου, ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ⸀ἀποφέρεσθαι14 ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια καὶ ἀπαλλάσσεσθαι ἀπʼ αὐτῶν τὰς νόσους, τά τε πνεύματα τὰ πονηρὰ ⸀ἐκπορεύεσθαι15 ἐπεχείρησαν δέ τινες ⸀καὶ16 τῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ λέγοντες· ⸀Ὁρκίζω17 ὑμᾶς τὸν Ἰησοῦν ⸀ὃν18 Παῦλος κηρύσσει. ἦσαν δέ ⸀τινος19 Σκευᾶ Ἰουδαίου ἀρχιερέως ἑπτὰ ⸀υἱοὶ20 τοῦτο ποιοῦντες. ἀποκριθὲν δὲ τὸ πνεῦμα τὸ πονηρὸν εἶπεν ⸀αὐτοῖς21 ⸀Τὸν22 Ἰησοῦν γινώσκω καὶ τὸν Παῦλον ἐπίσταμαι, ὑμεῖς δὲ τίνες ἐστέ; καὶ ⸀ἐφαλόμενος23 ⸂ὁ ἄνθρωπος ἐπʼ αὐτοὺς24 ἐν ᾧ ἦν τὸ πνεῦμα τὸ πονηρὸν ⸂κατακυριεύσας ἀμφοτέρων25 ἴσχυσεν κατʼ αὐτῶν, ὥστε γυμνοὺς καὶ τετραυματισμένους ἐκφυγεῖν ἐκ τοῦ οἴκου ἐκείνου. τοῦτο δὲ ἐγένετο γνωστὸν πᾶσιν Ἰουδαίοις τε καὶ Ἕλλησιν τοῖς κατοικοῦσιν τὴν Ἔφεσον, καὶ ⸀ἐπέπεσεν26 φόβος ἐπὶ πάντας αὐτούς, καὶ ἐμεγαλύνετο τὸ ὄνομα τοῦ κυρίου Ἰησοῦ. πολλοί τε τῶν πεπιστευκότων ἤρχοντο ἐξομολογούμενοι καὶ ἀναγγέλλοντες τὰς πράξεις αὐτῶν. ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων συνενέγκαντες τὰς βίβλους κατέκαιον ἐνώπιον πάντων· καὶ συνεψήφισαν τὰς τιμὰς αὐτῶν καὶ εὗρον ἀργυρίου μυριάδας πέντε. οὕτως κατὰ κράτος ⸂τοῦ κυρίου ὁ λόγος27 ηὔξανεν καὶ ἴσχυεν. Ὡς δὲ ἐπληρώθη ταῦτα, ἔθετο ὁ Παῦλος ἐν τῷ πνεύματι διελθὼν τὴν Μακεδονίαν καὶ Ἀχαΐαν πορεύεσθαι εἰς ⸀Ἱεροσόλυμα28 εἰπὼν ὅτι Μετὰ τὸ γενέσθαι με ἐκεῖ δεῖ με καὶ Ῥώμην ἰδεῖν. ἀποστείλας δὲ εἰς τὴν Μακεδονίαν δύο τῶν διακονούντων αὐτῷ, Τιμόθεον καὶ Ἔραστον, αὐτὸς ἐπέσχεν χρόνον εἰς τὴν Ἀσίαν. Ἐγένετο δὲ κατὰ τὸν καιρὸν ἐκεῖνον τάραχος οὐκ ὀλίγος περὶ τῆς ὁδοῦ. Δημήτριος γάρ τις ὀνόματι, ἀργυροκόπος, ποιῶν ναοὺς ἀργυροῦς Ἀρτέμιδος παρείχετο τοῖς τεχνίταις ⸂οὐκ ὀλίγην ἐργασίαν29, οὓς συναθροίσας καὶ τοὺς περὶ τὰ τοιαῦτα ἐργάτας εἶπεν· Ἄνδρες, ἐπίστασθε ὅτι ἐκ ταύτης τῆς ἐργασίας ἡ εὐπορία ⸀ἡμῖν30 ἐστιν, καὶ θεωρεῖτε καὶ ἀκούετε ὅτι οὐ μόνον Ἐφέσου ἀλλὰ σχεδὸν πάσης τῆς Ἀσίας ὁ Παῦλος οὗτος πείσας μετέστησεν ἱκανὸν ὄχλον, λέγων ὅτι οὐκ εἰσὶν θεοὶ οἱ διὰ χειρῶν γινόμενοι. οὐ μόνον δὲ τοῦτο κινδυνεύει ἡμῖν τὸ μέρος εἰς ἀπελεγμὸν ἐλθεῖν, ἀλλὰ καὶ τὸ τῆς μεγάλης θεᾶς ⸂Ἀρτέμιδος ἱερὸν31 εἰς οὐθὲν λογισθῆναι, μέλλειν ⸀τε32 καὶ καθαιρεῖσθαι ⸂τῆς μεγαλειότητος33 αὐτῆς, ἣν ὅλη ἡ Ἀσία καὶ ἡ οἰκουμένη σέβεται. Ἀκούσαντες δὲ καὶ γενόμενοι πλήρεις θυμοῦ ἔκραζον λέγοντες· Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων. καὶ ἐπλήσθη ἡ ⸀πόλις34 τῆς συγχύσεως, ὥρμησάν τε ὁμοθυμαδὸν εἰς τὸ θέατρον συναρπάσαντες Γάϊον καὶ Ἀρίσταρχον Μακεδόνας, συνεκδήμους Παύλου. ⸂Παύλου δὲ35 βουλομένου εἰσελθεῖν εἰς τὸν δῆμον οὐκ εἴων αὐτὸν οἱ μαθηταί· τινὲς δὲ καὶ τῶν Ἀσιαρχῶν, ὄντες αὐτῷ φίλοι, πέμψαντες πρὸς αὐτὸν παρεκάλουν μὴ δοῦναι ἑαυτὸν εἰς τὸ θέατρον. ἄλλοι μὲν οὖν ἄλλο τι ἔκραζον, ἦν γὰρ ἡ ἐκκλησία συγκεχυμένη, καὶ οἱ πλείους οὐκ ᾔδεισαν τίνος ἕνεκα συνεληλύθεισαν. ἐκ δὲ τοῦ ὄχλου ⸀συνεβίβασαν36 Ἀλέξανδρον προβαλόντων αὐτὸν τῶν Ἰουδαίων, ὁ δὲ Ἀλέξανδρος κατασείσας τὴν χεῖρα ἤθελεν ἀπολογεῖσθαι τῷ δήμῳ. ἐπιγνόντες δὲ ὅτι Ἰουδαῖός ἐστιν φωνὴ ἐγένετο μία ἐκ πάντων ⸀ὡς37 ἐπὶ ὥρας δύο κραζόντων· Μεγάλη ἡ Ἄρτεμις Ἐφεσίων. καταστείλας δὲ ⸂ὁ γραμματεὺς τὸν ὄχλον38 φησίν· Ἄνδρες Ἐφέσιοι, τίς γάρ ἐστιν ⸀ἀνθρώπων39 ὃς οὐ γινώσκει τὴν Ἐφεσίων πόλιν νεωκόρον οὖσαν τῆς ⸀μεγάλης40 Ἀρτέμιδος καὶ τοῦ διοπετοῦς; ἀναντιρρήτων οὖν ὄντων τούτων δέον ἐστὶν ὑμᾶς κατεσταλμένους ὑπάρχειν καὶ μηδὲν προπετὲς πράσσειν. ἠγάγετε γὰρ τοὺς ἄνδρας τούτους οὔτε ἱεροσύλους οὔτε βλασφημοῦντας τὴν θεὸν ⸀ἡμῶν41 εἰ μὲν οὖν Δημήτριος καὶ οἱ σὺν αὐτῷ τεχνῖται ἔχουσιν πρός τινα λόγον, ἀγοραῖοι ἄγονται καὶ ἀνθύπατοί εἰσιν, ἐγκαλείτωσαν ἀλλήλοις. εἰ δέ τι ⸀περαιτέρω42 ἐπιζητεῖτε, ἐν τῇ ἐννόμῳ ἐκκλησίᾳ ἐπιλυθήσεται. καὶ γὰρ κινδυνεύομεν ἐγκαλεῖσθαι στάσεως περὶ τῆς σήμερον μηδενὸς αἰτίου ὑπάρχοντος περὶ οὗ οὐ δυνησόμεθα ⸀ἀποδοῦναι43 λόγον ⸀περὶ44 τῆς συστροφῆς ταύτης. καὶ ταῦτα εἰπὼν ἀπέλυσεν τὴν ἐκκλησίαν.
Source notes (44)
- Footnote ἐλθεῖν WH Treg RP ] κατελθεῖν NA28
- Footnote εὑρεῖν WH Treg NA28 ] εὑρών RP
- Footnote τε WH Treg NA28 ] – RP
- Footnote δὲ WH Treg NA28 ] + εἶπον RP
- Footnote τε WH Treg NA28 ] + πρὸς αὐτούς RP
- Footnote Ἰωάννης WH Treg NA28 ] + μὲν RP
- Footnote τὸν WH Treg NA28 ] + χριστὸν RP
- Footnote Παύλου WH Treg ] + τὰς NA28 RP
- Footnote δώδεκα WH Treg NA28 ] δεκαδύο RP
- Footnote πείθων WH Treg ] + τὰ NA28 RP
- Footnote Τυράννου WH Treg NA28 ] + τινός RP
- Footnote κυρίου WH Treg NA28 ] + Ἰησοῦ RP
- Footnote ὁ θεὸς ἐποίει WH Treg NA28 ] ἐποίει ὁ θεὸς RP
- Footnote ἀποφέρεσθαι WH Treg NA28 ] ἐπιφέρεσθαι RP
- Footnote ἐκπορεύεσθαι WH Treg NA28 ] ἐξέρχεσθαι ἀπʼ αὐτῶν RP
- Footnote καὶ WH Treg NA28 ] ἀπὸ RP
- Footnote Ὁρκίζω WH Treg NA28 ] Ὁρκίζομεν RP
- Footnote ὃν WH Treg NA28 ] + ὁ RP
- Footnote τινος WH Treg NA28 ] τινες υἱοὶ RP
- Footnote υἱοὶ WH Treg NA28 ] οἱ RP
- Footnote αὐτοῖς WH Treg NA28 ] – RP
- Footnote Τὸν Treg RP ] + μὲν WH NA28
- Footnote ἐφαλόμενος WH Treg NA28 ] ἐφαλλόμενος RP
- Footnote ὁ ἄνθρωπος ἐπʼ αὐτοὺς WH Treg NA28 ] ἐπʼ αὐτοὺς ὁ ἄνθρωπος RP
- Footnote κατακυριεύσας ἀμφοτέρων WH Treg NA28 ] καὶ κατακυριεύσαν αὐτῶν RP
- Footnote ἐπέπεσεν WH NA28 RP ] ἔπεσεν Treg
- Footnote τοῦ κυρίου ὁ λόγος WH Treg NA28 ] ὁ λόγος τοῦ κυρίου RP
- Footnote Ἱεροσόλυμα WH Treg NA28 ] Ἱερουσαλήμ RP
- Footnote οὐκ ὀλίγην ἐργασίαν WH Treg NA28 ] ἐργασίαν οὐκ ὀλίγην RP
- Footnote ἡμῖν WH Treg NA28 ] ἡμῶν RP
- Footnote Ἀρτέμιδος ἱερὸν WH Treg NA28 ] ἱερὸν Ἀρτέμιδος RP
- Footnote τε WH Treg NA28 ] δὲ RP
- Footnote τῆς μεγαλειότητος WH Treg NA28 ] τὴν μεγαλειότητα RP
- Footnote πόλις WH Treg NA28 ] + ὅλη RP
- Footnote Παύλου δὲ WH Treg NA28 ] Τοῦ δὲ Παύλου RP
- Footnote συνεβίβασαν WH Treg NA28 ] προεβίβασαν RP
- Footnote ὡς Treg NA28 RP ] ὡσεὶ WH
- Footnote ὁ γραμματεὺς τὸν ὄχλον Treg NA28 RP ] τὸν ὄχλον ὁ γραμματεὺς WH
- Footnote ἀνθρώπων WH Treg NA28 ] ἄνθρωπος RP
- Footnote μεγάλης WH Treg NA28 ] + θεᾶς RP
- Footnote ἡμῶν WH Treg NA28 ] ὑμῶν RP
- Footnote περαιτέρω WH Treg NA28 ] περὶ ἑτέρων RP
- Footnote ἀποδοῦναι WH Treg NA28 ] δοῦναι RP
- Footnote περὶ WH Treg NA28 ] – RP
Η Καινή Διαθήκη. Copyright © 2010 Society of Biblical Literature and Logos Bible Software. Licensed under CC BY 4.0. Source: eBible.org. Typeset from the source files; no intended changes to scripture wording. BibleKenya is not endorsed by the rights holder.
Full source notice & licence · CC BY 4.0 · SourceEdition imported 2026-10-25.